Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Andronicus περὶ παθῶν p. 28, 1 Schuchardt (ex Paris. 2131) (Κατὰ Χρύσιππον). Ὑποτέτακται δὲ τῇ ἀνδρείᾳ· καρτερία, θαρραλεότης, μεγαλοψυχία, εὐψυχία, φιλοπονία. καρτερία ἐστὶν ἐπιστήμη ἔμμονος τοῖς ὀρθῶς κριθεῖσι. θαῤῥαλεότης ἐστὶν ἐπιστήμη καθ’ ἣν οἴδαμεν ὅτι οὐ περιπέσομεν. μεγαλοψυχία ἐστὶν ἐπιστήμη ⟨ὑπεράνω ποιοῦσα⟩ τῶν πεφυκότων ἐν σπουδαίοις τε γίνεσθαι καὶ φαύλοις. εὐψυχία ἐστὶν ἐπιστήμη ψυχῆς παρεχομένη αὐτὴν ἀήττητον. φιλοπονία ἐστὶν ἐπιστήμη ἐξεργαστικὴ μὲν τοῦ προκειμένου, οὐ καταναλισκομένη δὲ ὑπὸ πόνων.
Andronicus περὶ παθῶν p. 22, 13 Schuchardt.εὐψυχία μὲν οὖν ἐστιν εὐτονία ψυχῆς πρὸς τὸ ἐπιτελεῖν τὰ ἑαυτῆς ἔργα. λῆμα δὲ ἕξις προχείρους παρεχομένη πρὸς τὸ ἐπιχειρεῖν τε οἷς χρὴ καὶ ὑπομένειν ἃ λόγος αἱρεῖ. μεγαλοψυχία δὲ ἕξις ὑπεράνω ποιοῦσα τοῦ κοινῇ συμβαίνοντος φαύλοις τε καὶ σπουδαίοις. ἀῤῥενότης δὲ ἕξις αὐτάρκεις παρεχομένη ἐν τοῖς κατ’ ἀρετὴν πόνοις. καρτερία δὲ ἐπιστήμη ἐμμενετῶν ⟨καὶ οὐκ ἐμμενετῶν⟩ καὶ οὐδετέρων. μεγαλοπρέπεια δὲ ἕξις ἐπαίρουσα τοὺς ἔχοντας αὐτὴν καὶ φρονήματος πληροῦσα.