Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Andronicus περὶ παθῶν p. 20, 21 Schuchardt.εὐβουλία μὲν οὖν ἐστιν ἐπιστήμη συμφερόντων. ἀγχίνοια δὲ ἕξις ἐξ ὑπογύου τὸ καθῆκον εὑρίσκουσα. - πρόνοια δὲ ἕξις ὁδοποιεῖσθαι δυναμένη εἰς τὸ μέλλον, ὡς ἂν πράττηται ὡς χρή. - - βασιλικὴ δὲ ἐμπειρία τοῦ ἄρχειν πλήθους ἀνυπευθύνως. στρατηγικὴ δὲ ἕξις θεωρητικὴ καὶ πρακτικὴ τῶν στρατοπέδῳ συμφερόντων. - - πολιτικὴ δὲ ἕξις θεωρητικὴ ⟨καὶ πρακτικὴ⟩ τῶν πόλει συμφερόντων. οἰκονομικὴ δὲ ἕξις θεωρητικὴ ⟨καὶ πρακτικὴ⟩ τῶν οἴκῳ συμφερόντων. - - διαλεκτικὴ δὲ ἐπιστήμη τοῦ εὖ διαλέγεσθαι. ῥητορικὴ δὲ ἐπιστήμη τοῦ εὖ λέγειν. φυσικὴ δὲ ἐπιστήμη τῶν περὶ φύσιν.

Andronicus περὶ παθῶν p. 27, 16 Schuchardt (ex cod. Par. 2131)κατὰ Χρύσιππον. Φρόνησίς ἐστιν ἐπιστήμη τοῦ ποῖα δεῖ ποιεῖν, ποῖα δ’ οὔ. Ἀφροσύνη δὲ ἡ ἄγνοια τῶν αὐτῶν καὶ ἄφρονες οἱ τούτων τι ἀγνοοῦντες

καὶ περὶ ταῦτα διεψευσμένοι· ἔστι γὰρ ἀφροσύνη ἄγνοια τοῦ ποῖα δεῖ ποιεῖν, ποῖα δ’ οὔ. Ὑποτέτακται δὲ τῇ φρονήσει εὐβουλία, εὐλογιστία, ἀγχίνοια, νουνέχεια, εὐστοχία, εὐμηχανία. εὐλογιστία δέ ἐστιν ἐπιστήμη συγκεφαλαιωτικὴ τῶν γινομένων καὶ ἀποτελουμένων. ἀγχίνοιά ἐστιν ἐπιστήμη εὑρετικὴ τοῦ καθήκοντος ἐκ τοῦπαραχρῆμα. νουνέχειά ἐστιν ἐπιστήμη χειρόνων καὶ βελτιόνων. εὐστοχία ἐστὶν ἐπιστήμη ἐπιτευκτικὴ τοῦ ἐν ἑκάστῳ σκοποῦ. εὐμηχανία ἐστὶν ἐπιστήμη εὑρετικὴ διεξόδου πραγμάτων.

Andronicus περὶ παθῶν p. 28, 1 Schuchardt (ex Paris. 2131) (Κατὰ Χρύσιππον). Ὑποτέτακται δὲ τῇ ἀνδρείᾳ· καρτερία, θαρραλεότης, μεγαλοψυχία, εὐψυχία, φιλοπονία. καρτερία ἐστὶν ἐπιστήμη ἔμμονος τοῖς ὀρθῶς κριθεῖσι. θαῤῥαλεότης ἐστὶν ἐπιστήμη καθ’ ἣν οἴδαμεν ὅτι οὐ περιπέσομεν. μεγαλοψυχία ἐστὶν ἐπιστήμη ⟨ὑπεράνω ποιοῦσα⟩ τῶν πεφυκότων ἐν σπουδαίοις τε γίνεσθαι καὶ φαύλοις. εὐψυχία ἐστὶν ἐπιστήμη ψυχῆς παρεχομένη αὐτὴν ἀήττητον. φιλοπονία ἐστὶν ἐπιστήμη ἐξεργαστικὴ μὲν τοῦ προκειμένου, οὐ καταναλισκομένη δὲ ὑπὸ πόνων.

Andronicus περὶ παθῶν p. 22, 13 Schuchardt.εὐψυχία μὲν οὖν ἐστιν εὐτονία ψυχῆς πρὸς τὸ ἐπιτελεῖν τὰ ἑαυτῆς ἔργα. λῆμα δὲ ἕξις προχείρους παρεχομένη πρὸς τὸ ἐπιχειρεῖν τε οἷς χρὴ καὶ ὑπομένειν ἃ λόγος αἱρεῖ. μεγαλοψυχία δὲ ἕξις ὑπεράνω ποιοῦσα τοῦ κοινῇ συμβαίνοντος φαύλοις τε καὶ σπουδαίοις. ἀῤῥενότης δὲ ἕξις αὐτάρκεις παρεχομένη ἐν τοῖς κατ’ ἀρετὴν πόνοις. καρτερία δὲ ἐπιστήμη ἐμμενετῶν ⟨καὶ οὐκ ἐμμενετῶν⟩ καὶ οὐδετέρων. μεγαλοπρέπεια δὲ ἕξις ἐπαίρουσα τοὺς ἔχοντας αὐτὴν καὶ φρονήματος πληροῦσα.

Philo quaest. et solut. in Genesin IV 136 (p. 348 Aucher). Nomina autem ancillarum perseverantiae sunt impropendens, indeclinatum in unam partem, minime declivum in contrarium, impoenitens, immutabile, indifferens, constans, basi fixum, invincibile, rectum, et quaecunque horum fratres sunt, qui cupiunt stabilem perseverantiam.

Andronicus περὶ παθῶν p. 23, 17 Schuchardt.αὐστηρία μὲν οὖν ἐστιν ἕξις καθ’ ἣν οὔτε προσφέρουσιν ἄλλοις τὴν περὶ ἡδονῶν ὁμιλίαν οὔτε παρ’ ἄλλων προσδέχονται. - - ἐγκράτεια δὲ ἕξις ἀήττητος ὑφ’ ἡδονῶν. εὐτέλεια δὲ ἕξις ἀνυπέραρτος ἐν δαπάναις καὶ παρασκευαῖς. λιτότης δὲ ἕξις ἀρκουμένη τοῖς παροῦσιν. κοσμιότης δὲ ἐπιστήμη περὶ τὸ πρέπον ἐν κινήσει καὶ σχέσει.

εὐταξία δὲ ἐμπειρία καταχωρισμοῦ πράξεων ἢ περὶ τὰς πράξεις ἔχουσα τὸ βέβαιον ἢ τοὺς καταχωρισμοὺς τῶν πράξεων. αὐτάρκεια δὲ ἕξις ἀρκουμένη οἷς δεῖ καὶ δι’ αὑτῆς ποριστικὴ τῶν πρὸς τὸ ζῆν καθηκόντων.

Andronicus περὶ παθῶν p. 25, 9 Schuchardt.ἐλευθεριότης μὲν οὖν ἐστιν ἕξις ἐν προέσει καὶ λήψει ὁμολογουμένως ἀναστρεφομένους παρεχομένη. χρηστότης δὲ ἕξις ἑκουσίως εὐποιητική. δικαστικὴ δὲ ἐπιστήμη κρίσεων καὶ κολάσεων καὶ ἀδικημάτων. εὐγνωμοσύνη δὲ ἑκούσιος δικαιοσύνη. εὐσέβεια δὲ ἐπιστήμη θεῶν θεραπείας. εὐχαριστία δὲ ἐπιστήμη τοῦ τίσι καὶ πότε παρεκτέον χάριν καὶ πῶς καὶ παρὰ τίνων ληπτέον. ὁσιότης δὲ ἐπιστήμη παρεχομένη πιστοὺς καὶ τηροῦντας τὰ πρὸς τὸ θεῖον δίκαια. - - εὐσυναλλαξία δὲ ἕξις ἐν συναλλαγαῖς φυλάττουσα τὸ δίκαιον. νομοθετικὴ δὲ ἐπιστήμη διαταγμάτων πολιτικῶν πρὸς κοινωνίαν ἀναφερομένων.

Sextus adv. math. IX 153 (Carneades Stoicis virtutum definitionibus utitur) ἐγκράτεια γάρ ἐστι διάθεσις ἀνυπέρβατος τῶν κατ’ ὀρθὸν λόγον γιγνομένων ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσαποσχέτων. ἐγκρατεύεται γάρ, φασίν, οὐχ ὁ θανατιώσης γραὸς ἀπεχόμενος, ἀλλ’ ὁ Λαΐδος καὶ Φρύνης ἤ τινος τοιαύτης, δυνάμενος ἀπολαῦσαι, εἶτα ἀπεχόμενος. καρτερία δέ ἐστιν ἐπιστήμη ὑπομενετέων καὶ οὐχ ὑπομενετέων ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσυπομενήτων.

ibid. 158. εἰ δὲ ἀνδρίαν ἔχει, ἐπιστήμην ἔχει δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ.

ibid. 161. εἰ δὲ μεγαλοψυχίαν ἔχει, ἐπιστήμην ἔχει ποιοῦσαν ὑπεραίρειν τῶν συμβαινόντων.

ibid. 162. εἰ φρόνησιν ἔχει, ἔχει καὶ ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων.

ibid. 167. εἴπερ τε πανάρετόν ἐστι τὸ θεῖον καὶ τὴν φρόνησιν ἔχει, ἔχει καὶ τὴν εὐβουλίαν, παρόσον ἡ εὐβουλία φρόνησίς ἐστι πρὸς τὰ βουλευτά.

ibid. 174. ἔστι γὰρ ἡ σωφροσύνη ἕξις ἐν αἱρέσεσι καὶ φυγαῖς σώζουσα τὰ τῆς φρονήσεως κρίματα.

Clemens Al. Strom. II p. 470 Pott. ἐπεὶ δ’ οὖν τὴν μὲν ἀνδρείαν ὁρίζονται ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ· τὴν δὲ σωφροσύνην ἕξιν εἶναι αἱρέσει καὶ φυγῇ σώζουσαν τὰ τῆς φρονήσεως κρίματα· παράκειται τῇ μὲν ἀνδρείᾳ ἥ τε ὑπομονή, ἣν καρτερίαν καλοῦσιν, ἐπιστήμην ἐμμενετέων καὶ οὐκ ἐμμενετέων· ἥ τε μεγαλοψυχία ἐπιστήμη τῶν συμβαινόντων ὑπεραίρουσα· ἀλλὰ καὶ τῇ σωφροσύνῃ ἡ εὐλάβεια ἔκκλισις οὖσα σὺν λόγῳ.

paulo post dicit: ὅτι ὁ μίαν ἔχων ἀρετὴν - πάσας ἔχει διὰ τὴν ἀντακολουθίαν. Αὐτίκα ἡ ἐγκράτεια διάθεσίς ἐστιν ἀνυπέρβατος τῶν κατὰ

τὸν ὀρθὸν λόγον φανέντων· ἐγκρατεύεται δὲ ὁ κατέχων τὰς παρὰ τὸν ὀρθὸν λόγον ὁρμάς· ἤ ὁ κατέχων αὑτὸν ὥστε μὴ ὁρμᾶν παρὰ τὸν ὀρθὸν λόγον.

Clemens Al. Paedag. II p. 247 Pott. ἱκανότης δὲ ἕξις ἐστὶν ἐξικνουμένη πρὸς τὸ οἰκεῖον πέρας ἀνελλιπῶς καὶ ἀπερίττως.

ἡ αὐτάρκεια - - ἕξις ἐστὶν ἀρκουμένη οἷς δεῖ καὶ δι’ αὑτῆς ποριστικὴ τῶν πρὸς τὸν μακάριον συντελούντων βίον.

idem III p. 286 Pott. ἡ μὲν καθαριότης ἕξις ἐστὶν παρασκευαστικὴ διαίτης καθαρᾶς καὶ ἀμιγοῦς αἰσχροῖς· ἡ δὲ ἀφέλεια ἕξις ἀφαιρετικὴ τῶν περιττῶν.

p. 287. εὐκολία δέ ἐστιν ἕξις ἀπέριττος, προσδεκτικὴ πρὸς τὸ ἀνελλιπὲς ἐξαρκούντων εἰς τὸν κατὰ λόγον τὸν ὑγιῆ καὶ μακάριον βίον.

p. 303. εὐταξία ἐστί - - δύναμις τεταγμένη βεβαία τῶν ἑξῆς ἀλλήλοις κειμένων ἐν ἔργῳ καλῶς ἀποδοτική, κατ’ ἀρετὴν ἀνυπέρβλητος.

Philo quaest. et solut. in Exodum II 112 (p. 541 Aucher). Quatuor virtutum unaquaeque elementum sortita est ex his tribus, ex habitudine, habendo et habere. Sicut et in sensibus est, e. g. visus, visibile, et videre; itidem auditus, audibile, et audire. Sic ergo est scientia, scibile, scire, sicut et continentia, continendum, continere; iterumque fortitudo, fortificandum et habere fortitudinem, quod magis communiter dicitur fortificari; similiter iustitia, iustum et habere iustitiam, quod appellatur iustificari.

Stobaeus ecl. II 62, 15 W. Ταύτας μὲν οὖν τὰς ῥηθείσας ἀρετὰς τελείας εἶναι λέγουσι περὶ τὸν βίον καὶ συνεστηκέναι ἐκ θεωρημάτων· ἄλλας δὲ ἐπιγίνεσθαι ταύταις, οὐκ ἔτι τέχνας οὔσας, ἀλλὰ δυνάμεις τινάς, ἐκ τῆς ἀσκήσεως περιγιγνομένας, οἷον τὴν ὑγίειαν τῆς ψυχῆς καὶ τὴν ἀρτιότητα καὶ τὴν ἰσχὺν αὐτῆς καὶ τὸ κάλλος. Ὥσπερ γὰρ τὴν τοῦ σώματος ὑγίειαν εὐκρασίαν εἶναι τῶν ἐν τῶ σώματι θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν, οὕτω καὶ τὴν τῆς ψυχῆς ὑγίειαν εὐκρασίαν εἶναι τῶν ἐν τῇ ψυχῇ δογμάτων. Καὶ ὁμοίως ὥσπερ ἰσχὺς τοῦ σώματος τόνος ἐστὶν ἱκανὸς ἐν νεύροις, οὕτω καὶ ἡ τῆς ψυχῆς ἰσχὺς τόνος ἐστὶν ἱκανὸς ἐν τῷ κρίνειν καὶ πράττειν ἢ μή· ὥσπερ τε τὸ κάλλος τοῦ σώματός ἐστι συμμετρία τῶν μελῶν καθεστώτων αὐτῷ πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον, οὕτω καὶ τὸ τῆς ψυχῆς κάλλος ἐστὶ συμμετρία τοῦ λόγου καὶ τῶν μερῶν αὐτοῦ πρὸς ⟨τὸ⟩ ὅλον τε αὐτῆς καὶ πρὸς ἄλληλα. Cf. III n. 95. 197.

Cicero Tusculan. disput. IV 13, 30. Atque ut in malis attingit animi naturam corporis similitudo, sic in bonis. Sunt enim in corpore praecipua valetudo, pulchritudo, vires, firmitas, velocitas: sunt item in animo. ⟨Ut⟩ enim corporis temperatio, cum ea congruunt inter se, e quibus constamus, sanitas: sic animi dicitur, cum eius iudicia opinionesque concordant. - - 31. Et, ut corporis est quaedam apta figura membrorum cum coloris quadam suavitate, eaque dicitur pulchritudo: sic in animo opinionum iudiciorumque aequabilitas et constantia, cum firmitate quadam et stabilitate - pulchritudo vocatur. Itemque viribus corporis et nervis et efficacitati similes similibus quoque verbis animi vires nominantur.

Velocitas autem corporis celeritas appellatur, quae eadem ingenii etiam laus habetur propter animi multarum rerum brevi tempore percursionem.

Stobaeus ecl. II 63, 6 W. πάσας δὲ τὰς ἀρετὰς ὅσαι ἐπιστῆμαί εἰσι καὶ τέχναι κοινά τε θεωρήματα ἔχειν καὶ τέλος, ὡς εἴρηται, τὸ αὐτό· διὸ καὶ ἀχωρίστους εἶναι· τὸν γὰρ μίαν ἔχοντα πάσας ἔχειν, καὶ τὸν κατὰ μίαν πράττοντα κατὰ πάσας πράττειν. διαφέρειν δ’ ἀλλήλων τοῖς κεφαλαίοις. φρονήσεως μὲν γὰρ εἶναι κεφάλαια τὸ μὲν θεωρεῖν καὶ πράττειν, ὃ ποιητέον, προηγουμένως, κατὰ δὲ τὸν δεύτερον λόγον τὸ θεωρεῖν καὶ ἃ δεῖ ἀπονέμειν ⟨καὶ ἃ δεῖ αἱρεῖσθαι καὶ ἃ δεῖ ὑπομένειν⟩, χάριν τοῦ ἀδιαπτώτως πράττειν ὃ ποιητέον. τῆς δὲ σωφροσύνης ἴδιον κεφάλαιόν ἐστι τὸ παρέχεσθαι τὰς ὁρμὰς εὐσταθεῖς καὶ θεωρεῖν αὐτὰς προηγουμένως, κατὰ δὲ τὸν δεύτερον λόγον τὰ ὑπὸ τὰς ἄλλας ἀρετάς, ἕνεκα τοῦ ἀδιαπτώτως ἐν ταῖς ὁρμαῖς ἀναστρέφεσθαι· καὶ ὁμοίως τὴν ἀνδρείαν προηγουμένως μὲν πᾶν ὃ δεῖ ὑπομένειν, κατὰ δὲ τὸν δεύτερον λόγον τὰ ὑπὸ τὰς ἄλλας· καὶ τὴν δικαιοσύνην προηγουμένως μὲν τὸ κατ’ ἀξίαν ἑκάστῳ σκοπεῖν, κατὰ δὲ τὸν δεύτερον λόγον καὶ τὰ λοιπά. πάσας γὰρ τὰς ἀρετὰς τὰ πασῶν βλέπειν καὶ τὰ ὑποτεταγμένα ἀλλήλαις. ὅμοιον γὰρ ἔλεγεν εἶναι ὁ Παναίτιος τὸ συμβαῖνον ἀπὸ τῶν ἀρετῶν, ὡς εἰ πολλοῖς τοξόταις εἷς σκοπὸς εἴη κείμενος, ἔχοι δ’ οὗτος ἐν αὑτῷ γραμμὰς διαφόρους τοῖς χρώμασιν· εἶθ’ ἕκαστος μὲν στοχάζοιτο τοῦ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ὁ μὲν διὰ τοῦ πατάξαι εἰς τὴν λευκὴν εἰ τύχοι γραμμήν, ὁ δὲ διὰ τοῦ εἰς τὴν μέλαιναν, ἄλλος ⟨δὲ⟩ διὰ τοῦ εἰς ἄλλο τι χρῶμα γραμμῆς. Καθάπερ γὰρ τούτους ὡς μὲν ἀνωτάτω τέλος ποιεῖσθαι τὸ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ἄλλον κατ’ ἄλλον τρόπον προτίθεσθαι τὴν τεῦξιν, τὸν αὐτὸν τρόπον καὶ τὰς ἀρετὰς πάσας ποιεῖσθαι μὲν τέλος τὸ εὐδαιμονεῖν, ὅ ἐστι κείμενον ἐν τῷ ζῆν ὁμολογουμένως τῇ φύσει, τούτου δ’ ἄλλην κατ’ ἄλλον τυγχάνειν.