Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Galenus de H. et Plat. decr. V 5 (167) p. 446 Mü. ἕπεται δ’ αὖθις τοῖσδε (sc. τῷ περὶ τῶν παθῶν λόγῳ) καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος αὐτὸς ἔχων τὸ σφάλμα διττόν, εἴτ’ ἐπιστήμας τις ἁπάσας αὐτάς, εἴτε δυνάμεις ὑπολάβοι. τῶν μὲν γὰρ ἀλόγων τῆς ψυχῆς μερῶν ἀλόγους ἀνάγκη καὶ τὰς ἀρετὰς εἶναι, τοῦ λογιστικοῦ δὲ μόνου λογικήν. ὥστ’ εὐλόγως ἐκείνων μὲν αἱ ἀρεταὶ δυνάμεις εἰσίν, ἐπιστήμη δὲ μόνου τοῦ λογιστικοῦ. Χρύσιππος δὲ μεγάλα σφάλλεται, οὐχ ὅτι μηδεμίαν ἀρετὴν ἐποίησε δύναμιν (οὐ γὰρ μέγα τὸ τοιοῦτον σφάλμα ἐστίν, οὐδὲ διαφερόμεθα πρὸς αὐτὸ) ἀλλ’ ὅτι πολλὰς ἐπιστήμας τε καὶ ἀρετὰς εἶναι φήσας μίαν ἔφησεν εἶναι δύναμιν τῆς ψυχῆς. οὐ γὰρ ἐνδέχεται μιᾶς δυνάμεως ἀρετὰς εἶναι πολλάς, εἴγε μηδὲ τελειότητας πολλὰς ἑνὸς πράγματος. μία γὰρ ἑκάστου τῶν ὄντων ἡ τελειότης, ἡ δ’ ἀρετὴ τελειότης ἐστὶ τῆς ἑκάστου φύσεως, ὡς αὐτὸς ὁμολογεῖ. κάλλιον οὖν Ἀρίστων ὁ Χῖος,
οὔτε πολλὰς εἶναι τὰς ἀρετὰς τῆς ψυχῆς ἀποφηνάμενος, ἀλλὰ μίαν, ἣν ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν εἶναί φησιν, οὔτε περὶ τῶν παθῶν ἐναντία ταῖς ἰδίαις ὑποθέσεσι γράψας, ὥσπερ ὁ Χρύσιππος.Plutarchus de Stoic. repugn. cp. 7 p. 1034d. Οὐ μόνον δὲ ὁ Ζήνων περὶ ταῦτα φαίνεται αὑτῷ μαχόμενος (unane sit virtus an complures), ἀλλὰ καὶ Χρύσιππος, Ἀρίστωνι μὲν ἐγκαλῶν, ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι, Ζήνωνι δὲ συνηγορῶν οὕτως ὁριζομένῳ τῶν ἀρετῶν ἑκάστην.
Galenus de H. et Plat. decr. VII (206. 583 M.). οὐ μόνον δὲ τοὺς περὶ ψυχῆς ἡγεμονικοῦ λόγους ἠρωτημένους ὑπὸ αὐτῶν ἐλέγχοντες ἐμηκύναμεν, ἀλλὰ καὶ τὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ὑπὸ Χρυσίππου γεγραμμένα, τοῦτο μὲν ἐν τοῖς λογικοῖς ὑπομνήμασι τρισί, τοῦτο δὲ ἐν τῷ θεραπευτικῷ, μετὰ τοῦ καὶ δεικνύειν αὐτὸν ἑαυτῷ διαφερόμενον. ἐπεμνήσθημεν δὲ καὶ τῶν Ποσειδωνίου συγγραμμάτων, ἐν οἷς ἐπαινεῖ τὸν παλαιὸν λόγον ἐλέγχων τὰ Χρυσίππῳ κακῶς εἰρημένα περί τε τῶν παθῶν τῆς ψυχῆς καὶ τῶν ἀρετῶν τῆς διαφορᾶς. ὥσπερ γὰρ ἀναιρεῖται τὰ πάθη τῆς ψυχῆς, εἰ μόνον εἴη τὸ λογιστικὸν αὐτῇ, μηδενὸς μήτε ἐπιθυμητικοῦ μήτε θυμοειδοῦς ὄντος, οὕτω καὶ τῶν ἀρετῶν πλὴν φρονήσεως αἱ λοιπαὶ πᾶσαι. καίτοι κἀνταῦθα εἴ τις ἐπεξέρχοιτο τῷ λόγῳ τά τε περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν ἐν τέτταρσι βιβλίοις ὑπὸ Χρυσίππου γεγραμμένα βασανίζων ὅσα τε καθ’ ἓν ἄλλο διῆλθεν, ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετὰς ἐλέγχων τὸν Ἀρίστωνος λόγον, οὐχ ἑνὸς ἢ δυοῖν ἀλλὰ τριῶν ἢ τεττάρων ἂν δεηθείη βιβλίων. ἔστι μὲν γὰρ κἀνταῦθα λόγος εἷς βραχὺς ἐπιστημονικὸς ἐλέγχων τὸν Χρύσιππον, οὔτε τἀληθῆ πρεσβεύοντα καὶ μηκύνοντα περιττῶς. ἀλλὰ οἱ μήτε παιδευθέντες ἐν ἀποδεικτικῇ μεθόδῳ μήθ’ ὅλως γνόντες, ὁποία τίς ἐστι, μόνῳ δὲ τῷ μεγέθει καὶ πλήθει τῶν ὑπὸ Χρυσίππου γραφέντων βιβλίων προσέχοντες τὸν νοῦν ἀληθῆ νομίζουσι πάνθ’ ὑπάρχειν αὐτά. καὶ γὰρ καὶ ὄντως ἐστὶ τὰ πλεῖστα αὐτῶν ἀληθῆ καὶ μάλιστά γε τὰ κατὰ ἐκεῖνο τὸ βιβλίον, ἐν ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετάς. ἀλλὰ ὅτι τῷ μίαν ὑποθεμένῳ δύναμιν ὑπάρχειν ἐν τῇ ψυχῇ τὴν λογικήν τε καὶ κριτικὴν ὀνομαζομένην, ἀνελόντι δὲ τὴν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ, καθάπερ ὁ Χρύσιππος ἀνεῖλε, μάχεται τὰ κατὰ τοῦτο τὸ βιβλίον εἰρημένα, ταυτὶ μέμψαιτο ἄν τις αὐτῷ· τὸ μέντοι καταβάλλεσθαι τὴν Ἀρίστωνος αἵρεσιν ἀληθῶς ὑπὸ τῶν γεγραμμένων οὐκ ἄν τις μέμψαιτο. νομίζει γὰρ ὁ ἀνὴρ ἐκεῖνος μίαν οὖσαν τὴν ἀρετὴν ὀνόμασι πλείοσιν ὀνομάζεσθαι
κατὰ τὴν πρός τι σχέσιν. ὁ τοίνυν Χρύσιππος δείκνυσιν οὐκ ἐν τῇ πρός τι σχέσει γινόμενον τὸ πλῆθος τῶν ἀρετῶν τε καὶ κακιῶν, ἀλλὰ ἐν ταῖς οἰκείαις οὐσίαις ὑπαλλαττομέναις κατὰ τὰς ποιότητας, ὡς ὁ τῶν παλαιῶν ἠβούλετο λόγος· ὅπερ καὶ αὐτὸ βραχὺ παρατρέψας ὁ Χρύσιππος ἑτέραις λέξεσι διῆλθεν ἐν τῷ ποιὰς εἶναι τὰς ἀρετὰς τοῖς τε ἐπιχειρήμασιν οὐ πρέπουσι τῷ τὸ λογικὸν εἶναι μόνον τῆς ψυχῆς τεθειμένῳ, τὸ παθητικὸν δὲ ἀνῃρηκότι. πῶς οὖν ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἐὰν ἀναγκασθῶ νῦν ἀποδεικνύειν ἀλλοτρίας αἱρέσεως ἐπιχειρήμασι χρώμενον τὸν Χρύσιππον εἰκότως καταβαλεῖν τὴν Ἀρίστωνος δόξαν;Galenus in Hippocr. de humoribus lib. II Vol. XVI p. 303 K.(postquam trichotomiam animae Platonicam probare studuit). ἀλλ’ ὅμως ἔνιοί φασι μίαν εἶναι τῆς ψυχῆς οὐσίαν· τὴν δ’ ἀρετὴν εἶναι βούλονται τελειότητα τῆς ἑκάστου φύσεως. εἰ μὲν οὖν τι τοιοῦτον πρᾶγμά ἐστιν ἡ ἀρετή, μία ἔσται, εἴπερ καὶ τελειότης ἐστὶ μία· καὶ οὕτω κατὰ τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἀναγκαῖον ἐπιστήμην εἶναι τὴν ἀρετήν· καὶ εἴπερ ἓν μόνον ἐστὶ τοῦτο ἐν ταῖς ψυχαῖς ἡμῶν, τὸ λογιζόμενον, οὐ χρὴ ζητεῖν ἀρετὰς πολλάς.
Diog. Laërt. VII 92. Παναίτιος μὲν οὖν δύο φησὶν ἀρετάς - - τέτταρας δὲ οἱ περὶ Ποσειδώνιον καὶ πλείονας οἱ περὶ Κλεάνθην καὶ Χρύσιππον.
Stobaeus ecl. II 59, 4 W. φρόνησιν δ’ εἶναι ἐπιστήμην ὧν ποιητέον καὶ οὐ ποιητέον καὶ οὐδετέρων ἢ ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων φύσει πολιτικοῦ ζῴου (καὶ ἐπὶ τῶν λοιπῶν δὲ ἀρετῶν οὕτως ἀκούειν παραγγέλλουσι). σωφροσύνην δ’ εἶναι ἐπιστήμην αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων· δικαιοσύνην δὲ ἐπιστήμην ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ· ἀνδρείαν δὲ ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων· ἀφροσύνην δὲ ⟨ἄγνοιαν⟩ ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἢ ἄγνοιαν ὧν ποιητέον καὶ οὐ ποιητέον καὶ οὐδετέρων· ἀκολασίαν δὲ ἄγνοιαν αἱρετῶν καὶ φευκτῶν καὶ οὐδετέρων· ⟨ἀδικίαν δὲ ἄγνοιαν μὴ ἀπονεμητικὴν τῆς ἀξίας ἑκάστῳ⟩· δειλίαν δὲ ἄγνοιαν δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων. Παραπλησίως δὲ καὶ τὰς ἄλλας ἀρετὰς καὶ κακίας ὁρίζονται, τῶν εἰρημένων ἐχόμενοι. Κοινότερον δὲ τὴν ἀρετὴν διάθεσιν εἶναί φασι ψυχῆς σύμφωνον αὑτῇ περὶ ὅλον τὸν βίον.
Philo Leg. Alleg. I § 63 Vol. I p. 77, 12 Wendl. Διὰ τούτων βούλεται τὰς κατὰ μέρος ἀρετὰς ὑπογράφειν· εἰσὶ δὲ τὸν ἀριθμὸν τέσσαρες, φρόνησις, σωφροσύνη, ἀνδρία, δικαιοσύνη.
§ 65. ἡ μὲν φρόνησις περὶ τὰ ποιητέα, ὅρους αὐτοῖς τιθεῖσα, ἡ δὲ
ἀνδρεία τοῖς ὑπομενετέοις· ἡ δὲ σωφροσύνη τοῖς αἱρετέοις· ἡ δὲ δικαιοσύνη τοῖς ἀπονεμητέοις.§ 67. κατὰ δὲ τὸν τόπον τῆς φρονήσεως δύο εἰσὶ ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν. fere eadem redeunt p. 79 addito: ὁ μὲν συνιστάμενος κατὰ τὴν φρόνησιν, ὁ δὲ φρονῶν κατὰ τὸ φρονεῖν.
de fortitudine § 68: ἐπιστήμη γάρ ἐστιν ὑπομενετέων καὶ οὐχ ὑπομενετέων καὶ οὐδετέρων.
de iustitia § 87 p. 84, 2. ὅτι ἀπονεμητικὴ τῶν κατ’ ἀξίαν ἐστὶν ἡ δικαιοσύνη καὶ τέτακται οὔτε κατὰ τὸν κατήγορον οὔτε κατὰ τὸν ἀπολογούμενον, ἀλλὰ κατὰ τὸν δικαστήν. Ὥσπερ οὖν ὁ δικαστὴς οὔτε νικῆσαί τινας προῄρηται οὔτε πολεμῆσαί τισι καὶ ἐναντιωθῆναι, γνώμην δ’ ἀποφηνάμενος βραβεύει τὸ δίκαιον· οὕτως ἡ δικαιοσύνη οὐδενὸς οὖσα ἀντίδικος, ἀπονέμει τὸ κατ’ ἀξίαν ἑκάστῳ πράγματι.
Stobaeus ecl. II 60, 9 W. Τῶν δ’ ἀρετῶν τὰς μὲν εἶναι πρώτας, τὰς δὲ ταῖς πρώταις ὑποτεταγμένας· πρώτας δὲ τέτταρας εἶναι, φρόνησιν, σωφροσύνην, ἀνδρείαν, δικαιοσύνην. Καὶ τὴν μὲν φρόνησιν περὶ τὰ καθήκοντα γίνεσθαι· τὴν δὲ σωφροσύνην περὶ τὰς ὁρμὰς τοῦ ἀνθρώπου· τὴν δὲ ἀνδρείαν περὶ τὰς ὑπομονάς· τὴν δὲ δικαιοσύνην περὶ τὰς ἀπονεμήσεις. Τῶν δὲ ὑποτεταγμένων ταῖς ἀρεταῖς ταύταις τὰς μὲν τῇ φρονήσει ὑποτετάχθαι, τὰς δὲ τῇ σωφροσύνῃ, τὰς δὲ τῇ ἀνδρείᾳ, τὰς δὲ τῇ δικαιοσύνῃ. Τῇ μὲν οὖν φρονήσει ὑποτάττεσθαι εὐβουλίαν, εὐλογιστίαν, ἀγχίνοιαν, νουνέχειαν, ⟨εὐστοχίαν⟩, εὐμηχανίαν· τῇ δὲ σωφροσύνῃ εὐταξίαν, κοσμιότητα, αἰδημοσύνην, ἐγκράτειαν· τῇ δὲ ἀνδρείᾳ καρτερίαν, θαρραλεότητα, μεγαλοψυχίαν, εὐψυχίαν, φιλοπονίαν· τῇ δὲ δικαιοσύνῃ εὐσέβειαν, χρηστότητα, εὐκοινωνησίαν, εὐσυναλλαξίαν. Εὐβουλίαν μὲν οὖν εἶναι λέγουσιν ἐπιστήμην τοῦ ποῖα καὶ πῶς πράττοντες πράξομεν συμφερόντως· εὐλογιστίαν δὲ ἐπιστήμην ἀνταναιρετικὴν καὶ συγκεφαλαιωτικὴν τῶν γινομένων καὶ ἀποτελουμένων· ἀγχίνοιαν δὲ ἐπιστήμην εὑρετικὴν τοῦ καθήκοντος ἐκ τοῦ παραχρῆμα· νουνέχειαν δὲ ἐπιστήμην ⟨τῶν χειρόνων καὶ βελτιόνων· εὐστοχίαν δὲ ἐπιστήμην⟩ ἐπιτευκτικὴν τοῦ ἐν ἑκάστῳ σκοποῦ· εὐμηχανίαν δὲ ἐπιστήμην εὑρετικὴν διεξόδου πραγμάτων· εὐταξίαν δὲ ἐπιστήμην τοῦ πότε πρακτέον καὶ τί μετὰ τί καὶ καθόλου τῆς τάξεως τῶν πράξεων· κοσμιότητα δὲ ⟨ἐπιστήμην⟩ πρεπουσῶν καὶ ἀπρεπῶν κινήσεων· αἰδημοσύνην δὲ ἐπιστήμην εὐλαβητικὴν ὀρθοῦ ψόγου· ἐγκράτειαν δὲ ἐπιστήμην ἀνυπέρβατον τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων· καρτερίαν δὲ ἐπιστήμην ἐμμενητικὴν τοῖς ὀρθῶς κριθεῖσι· θαῤῥαλεότητα δὲ ἐπιστήμην καθ’ ἣν οἴδαμεν ὅτι οὐδενὶ δεινῷ μὴ περιπέσωμεν· μεγαλοψυχίαν δὲ ἐπιστήμην ὑπεράνω ποιοῦσαν τῶν πεφυκότων ἐν σπουδαίοις τε γίνεσθαι καὶ φαύλοις· εὐψυχίαν δὲ ἐπιστήμην ψυχῆς παρεχομένης ἑαυτὴν ἀήττητον· φιλοπονίαν δὲ ἐπιστήμην ἐξεργαστικὴν τοῦ προκειμένου, οὐ κωλυομένην διὰ πόνον· εὐσέβειαν δὲ ἐπιστήμην θεῶν θεραπείας· χρηστότητα δὲ ἐπιστήμην εὐποιητικήν· εὐκοινωνησίαν δὲ ἐπιστήμην ἰσότητος ἐν κοινωνίᾳ· εὐσυναλλαξίαν δὲ ἐπιστήμην τοῦ συναλλάττειν ἀμέμπτως τοῖς πλησίον.
Πασῶν δὲ τούτων τῶν ἀρετῶν τὸ τέλος εἶναι τὸ ἀκολούθως τῇ φύσει ζῆν· ἑκάστην δὲ τούτου διὰ τῶν ἰδίων παρέχεσθαι τυγχάνοντα τὸν ἄνθρωπον.
Ἔχειν γὰρ ἀφορμὰς παρὰ τῆς φύσεως καὶ πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν καὶ πρὸς τὴν τῶν ὁρμῶν εὐστάθειαν καὶ πρὸς τὰς ὑπομονὰς καὶ πρὸς τὰς ἀπονεμήσεις. Καὶ ⟨κατὰ⟩ τὸ σύμφωνον καὶ τὸ ἑαυτῆς ἑκάστη τῶν ἀρετῶν πράττουσα παρέχεται τὸν ἄνθρωπον ἀκολούθως τῇ φύσει ζῶντα.Diog. Laërt. VII 92. τῶν δὲ ἀρετῶν τὰς μὲν πρώτας, τὰς δὲ ταύταις ὑποτεταγμένας· πρώτας μὲν τάσδε· φρόνησιν, ἀνδρείαν, δικαιοσύνην, σωφροσύνην· ἐν εἴδει δὲ τούτων μεγαλοψυχίαν, ἐγκράτειαν, καρτερίαν, ἀγχίνοιαν, εὐβουλίαν. καὶ τὴν μὲν φρόνησιν εἶναι ἐπιστήμην κακῶν καὶ ἀγαθῶν καὶ οὐδετέρων, τὴν δὲ δικαιοσύνην ἐπιστήμην ὧν αἱρετέον καὶ εὐλαβητέον καὶ οὐδετέρων **** τὴν δὲ μεγαλοψυχίαν ἐπιστήμην ⟨ἢ⟩ ἕξιν ὑπεράνω ποιοῦσαν τῶν συμβαινόντων κοινῇ φαύλοις τε καὶ σπουδαίοις, τὴν δὲ ἐγκράτειαν διάθεσιν ἀνυπέρβατον τῶν κατ’ ὀρθὸν λόγον ἢ ἕξιν ἀήττητον ἡδονῶν, τὴν δὲ καρτερίαν ἐπιστήμην ἢ ἕξιν ὧν ἐμμενετέον καὶ μὴ καὶ οὐδετέρων, τὴν δὲ ἀγχίνοιαν ἕξιν εὑρετικὴν τοῦ καθήκοντος ἐκ τοῦ παραχρῆμα, τὴν δὲ εὐβουλίαν ἐπιστήμην τοῦ σκοπεῖσθαι ποῖα καὶ πῶς πράττοντες πράξομεν συμφερόντως.
ἀνὰ λόγον δὲ καὶ τῶν κακιῶν τὰς μὲν εἶναι πρώτας, τὰς δὲ ὑπὸ ταύτας· οἷον ἀφροσύνην μὲν καὶ δειλίαν καὶ ἀδικίαν καὶ ἀκολασίαν ἐν ταῖς πρώταις, ἀκρασίαν δὲ καὶ βραδύνοιαν καὶ κακοβουλίαν ἐν ταῖς ὑπὸ ταύτας. εἶναι δὲ ἀγνοίας τὰς κακίας ὧν αἱ ἀρεταὶ ἐπιστῆμαι.
Andronicus περὶ παθῶν p. 19 Schuchardt.Φρόνησις μὲν οὖν ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων. - - Σωφροσύνη δὲ ἐπιστήμη αἱρετῶν καὶ οὐχ αἱρετῶν καὶ οὐδετέρων. Δικαιοσύνη δὲ ἕξις ἀπονεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ. Ἀνδρεία δὲ ἐπιστήμη δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων.
Andronicus περὶ παθῶν p. 20, 21 Schuchardt.εὐβουλία μὲν οὖν ἐστιν ἐπιστήμη συμφερόντων. ἀγχίνοια δὲ ἕξις ἐξ ὑπογύου τὸ καθῆκον εὑρίσκουσα. - πρόνοια δὲ ἕξις ὁδοποιεῖσθαι δυναμένη εἰς τὸ μέλλον, ὡς ἂν πράττηται ὡς χρή. - - βασιλικὴ δὲ ἐμπειρία τοῦ ἄρχειν πλήθους ἀνυπευθύνως. στρατηγικὴ δὲ ἕξις θεωρητικὴ καὶ πρακτικὴ τῶν στρατοπέδῳ συμφερόντων. - - πολιτικὴ δὲ ἕξις θεωρητικὴ ⟨καὶ πρακτικὴ⟩ τῶν πόλει συμφερόντων. οἰκονομικὴ δὲ ἕξις θεωρητικὴ ⟨καὶ πρακτικὴ⟩ τῶν οἴκῳ συμφερόντων. - - διαλεκτικὴ δὲ ἐπιστήμη τοῦ εὖ διαλέγεσθαι. ῥητορικὴ δὲ ἐπιστήμη τοῦ εὖ λέγειν. φυσικὴ δὲ ἐπιστήμη τῶν περὶ φύσιν.
Andronicus περὶ παθῶν p. 27, 16 Schuchardt (ex cod. Par. 2131)κατὰ Χρύσιππον. Φρόνησίς ἐστιν ἐπιστήμη τοῦ ποῖα δεῖ ποιεῖν, ποῖα δ’ οὔ. Ἀφροσύνη δὲ ἡ ἄγνοια τῶν αὐτῶν καὶ ἄφρονες οἱ τούτων τι ἀγνοοῦντες
καὶ περὶ ταῦτα διεψευσμένοι· ἔστι γὰρ ἀφροσύνη ἄγνοια τοῦ ποῖα δεῖ ποιεῖν, ποῖα δ’ οὔ. Ὑποτέτακται δὲ τῇ φρονήσει εὐβουλία, εὐλογιστία, ἀγχίνοια, νουνέχεια, εὐστοχία, εὐμηχανία. εὐλογιστία δέ ἐστιν ἐπιστήμη συγκεφαλαιωτικὴ τῶν γινομένων καὶ ἀποτελουμένων. ἀγχίνοιά ἐστιν ἐπιστήμη εὑρετικὴ τοῦ καθήκοντος ἐκ τοῦπαραχρῆμα. νουνέχειά ἐστιν ἐπιστήμη χειρόνων καὶ βελτιόνων. εὐστοχία ἐστὶν ἐπιστήμη ἐπιτευκτικὴ τοῦ ἐν ἑκάστῳ σκοποῦ. εὐμηχανία ἐστὶν ἐπιστήμη εὑρετικὴ διεξόδου πραγμάτων.Andronicus περὶ παθῶν p. 28, 1 Schuchardt (ex Paris. 2131) (Κατὰ Χρύσιππον). Ὑποτέτακται δὲ τῇ ἀνδρείᾳ· καρτερία, θαρραλεότης, μεγαλοψυχία, εὐψυχία, φιλοπονία. καρτερία ἐστὶν ἐπιστήμη ἔμμονος τοῖς ὀρθῶς κριθεῖσι. θαῤῥαλεότης ἐστὶν ἐπιστήμη καθ’ ἣν οἴδαμεν ὅτι οὐ περιπέσομεν. μεγαλοψυχία ἐστὶν ἐπιστήμη ⟨ὑπεράνω ποιοῦσα⟩ τῶν πεφυκότων ἐν σπουδαίοις τε γίνεσθαι καὶ φαύλοις. εὐψυχία ἐστὶν ἐπιστήμη ψυχῆς παρεχομένη αὐτὴν ἀήττητον. φιλοπονία ἐστὶν ἐπιστήμη ἐξεργαστικὴ μὲν τοῦ προκειμένου, οὐ καταναλισκομένη δὲ ὑπὸ πόνων.
Andronicus περὶ παθῶν p. 22, 13 Schuchardt.εὐψυχία μὲν οὖν ἐστιν εὐτονία ψυχῆς πρὸς τὸ ἐπιτελεῖν τὰ ἑαυτῆς ἔργα. λῆμα δὲ ἕξις προχείρους παρεχομένη πρὸς τὸ ἐπιχειρεῖν τε οἷς χρὴ καὶ ὑπομένειν ἃ λόγος αἱρεῖ. μεγαλοψυχία δὲ ἕξις ὑπεράνω ποιοῦσα τοῦ κοινῇ συμβαίνοντος φαύλοις τε καὶ σπουδαίοις. ἀῤῥενότης δὲ ἕξις αὐτάρκεις παρεχομένη ἐν τοῖς κατ’ ἀρετὴν πόνοις. καρτερία δὲ ἐπιστήμη ἐμμενετῶν ⟨καὶ οὐκ ἐμμενετῶν⟩ καὶ οὐδετέρων. μεγαλοπρέπεια δὲ ἕξις ἐπαίρουσα τοὺς ἔχοντας αὐτὴν καὶ φρονήματος πληροῦσα.
Philo quaest. et solut. in Genesin IV 136 (p. 348 Aucher). Nomina autem ancillarum perseverantiae sunt impropendens, indeclinatum in unam partem, minime declivum in contrarium, impoenitens, immutabile, indifferens, constans, basi fixum, invincibile, rectum, et quaecunque horum fratres sunt, qui cupiunt stabilem perseverantiam.
Andronicus περὶ παθῶν p. 23, 17 Schuchardt.αὐστηρία μὲν οὖν ἐστιν ἕξις καθ’ ἣν οὔτε προσφέρουσιν ἄλλοις τὴν περὶ ἡδονῶν ὁμιλίαν οὔτε παρ’ ἄλλων προσδέχονται. - - ἐγκράτεια δὲ ἕξις ἀήττητος ὑφ’ ἡδονῶν. εὐτέλεια δὲ ἕξις ἀνυπέραρτος ἐν δαπάναις καὶ παρασκευαῖς. λιτότης δὲ ἕξις ἀρκουμένη τοῖς παροῦσιν. κοσμιότης δὲ ἐπιστήμη περὶ τὸ πρέπον ἐν κινήσει καὶ σχέσει.
εὐταξία δὲ ἐμπειρία καταχωρισμοῦ πράξεων ἢ περὶ τὰς πράξεις ἔχουσα τὸ βέβαιον ἢ τοὺς καταχωρισμοὺς τῶν πράξεων. αὐτάρκεια δὲ ἕξις ἀρκουμένη οἷς δεῖ καὶ δι’ αὑτῆς ποριστικὴ τῶν πρὸς τὸ ζῆν καθηκόντων.Andronicus περὶ παθῶν p. 25, 9 Schuchardt.ἐλευθεριότης μὲν οὖν ἐστιν ἕξις ἐν προέσει καὶ λήψει ὁμολογουμένως ἀναστρεφομένους παρεχομένη. χρηστότης δὲ ἕξις ἑκουσίως εὐποιητική. δικαστικὴ δὲ ἐπιστήμη κρίσεων καὶ κολάσεων καὶ ἀδικημάτων. εὐγνωμοσύνη δὲ ἑκούσιος δικαιοσύνη. εὐσέβεια δὲ ἐπιστήμη θεῶν θεραπείας. εὐχαριστία δὲ ἐπιστήμη τοῦ τίσι καὶ πότε παρεκτέον χάριν καὶ πῶς καὶ παρὰ τίνων ληπτέον. ὁσιότης δὲ ἐπιστήμη παρεχομένη πιστοὺς καὶ τηροῦντας τὰ πρὸς τὸ θεῖον δίκαια. - - εὐσυναλλαξία δὲ ἕξις ἐν συναλλαγαῖς φυλάττουσα τὸ δίκαιον. νομοθετικὴ δὲ ἐπιστήμη διαταγμάτων πολιτικῶν πρὸς κοινωνίαν ἀναφερομένων.
Sextus adv. math. IX 153 (Carneades Stoicis virtutum definitionibus utitur) ἐγκράτεια γάρ ἐστι διάθεσις ἀνυπέρβατος τῶν κατ’ ὀρθὸν λόγον γιγνομένων ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσαποσχέτων. ἐγκρατεύεται γάρ, φασίν, οὐχ ὁ θανατιώσης γραὸς ἀπεχόμενος, ἀλλ’ ὁ Λαΐδος καὶ Φρύνης ἤ τινος τοιαύτης, δυνάμενος ἀπολαῦσαι, εἶτα ἀπεχόμενος. καρτερία δέ ἐστιν ἐπιστήμη ὑπομενετέων καὶ οὐχ ὑπομενετέων ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσυπομενήτων.
ibid. 158. εἰ δὲ ἀνδρίαν ἔχει, ἐπιστήμην ἔχει δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ.
ibid. 161. εἰ δὲ μεγαλοψυχίαν ἔχει, ἐπιστήμην ἔχει ποιοῦσαν ὑπεραίρειν τῶν συμβαινόντων.
ibid. 162. εἰ φρόνησιν ἔχει, ἔχει καὶ ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων.
ibid. 167. εἴπερ τε πανάρετόν ἐστι τὸ θεῖον καὶ τὴν φρόνησιν ἔχει, ἔχει καὶ τὴν εὐβουλίαν, παρόσον ἡ εὐβουλία φρόνησίς ἐστι πρὸς τὰ βουλευτά.
ibid. 174. ἔστι γὰρ ἡ σωφροσύνη ἕξις ἐν αἱρέσεσι καὶ φυγαῖς σώζουσα τὰ τῆς φρονήσεως κρίματα.
Clemens Al. Strom. II p. 470 Pott. ἐπεὶ δ’ οὖν τὴν μὲν ἀνδρείαν ὁρίζονται ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ· τὴν δὲ σωφροσύνην ἕξιν εἶναι αἱρέσει καὶ φυγῇ σώζουσαν τὰ τῆς φρονήσεως κρίματα· παράκειται τῇ μὲν ἀνδρείᾳ ἥ τε ὑπομονή, ἣν καρτερίαν καλοῦσιν, ἐπιστήμην ἐμμενετέων καὶ οὐκ ἐμμενετέων· ἥ τε μεγαλοψυχία ἐπιστήμη τῶν συμβαινόντων ὑπεραίρουσα· ἀλλὰ καὶ τῇ σωφροσύνῃ ἡ εὐλάβεια ἔκκλισις οὖσα σὺν λόγῳ.
paulo post dicit: ὅτι ὁ μίαν ἔχων ἀρετὴν - πάσας ἔχει διὰ τὴν ἀντακολουθίαν. Αὐτίκα ἡ ἐγκράτεια διάθεσίς ἐστιν ἀνυπέρβατος τῶν κατὰ
τὸν ὀρθὸν λόγον φανέντων· ἐγκρατεύεται δὲ ὁ κατέχων τὰς παρὰ τὸν ὀρθὸν λόγον ὁρμάς· ἤ ὁ κατέχων αὑτὸν ὥστε μὴ ὁρμᾶν παρὰ τὸν ὀρθὸν λόγον.Clemens Al. Paedag. II p. 247 Pott. ἱκανότης δὲ ἕξις ἐστὶν ἐξικνουμένη πρὸς τὸ οἰκεῖον πέρας ἀνελλιπῶς καὶ ἀπερίττως.
ἡ αὐτάρκεια - - ἕξις ἐστὶν ἀρκουμένη οἷς δεῖ καὶ δι’ αὑτῆς ποριστικὴ τῶν πρὸς τὸν μακάριον συντελούντων βίον.
idem III p. 286 Pott. ἡ μὲν καθαριότης ἕξις ἐστὶν παρασκευαστικὴ διαίτης καθαρᾶς καὶ ἀμιγοῦς αἰσχροῖς· ἡ δὲ ἀφέλεια ἕξις ἀφαιρετικὴ τῶν περιττῶν.
p. 287. εὐκολία δέ ἐστιν ἕξις ἀπέριττος, προσδεκτικὴ πρὸς τὸ ἀνελλιπὲς ἐξαρκούντων εἰς τὸν κατὰ λόγον τὸν ὑγιῆ καὶ μακάριον βίον.
p. 303. εὐταξία ἐστί - - δύναμις τεταγμένη βεβαία τῶν ἑξῆς ἀλλήλοις κειμένων ἐν ἔργῳ καλῶς ἀποδοτική, κατ’ ἀρετὴν ἀνυπέρβλητος.