Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plut. de comm. not. cp. 25 p. 1070d. Καὶ μὴν ὅτι δυοῖν

ἀγαθῶν, τοῦ μὲν τέλους, τοῦ δὲ πρὸς τὸ τέλος, μεῖζόν ἐστι τὸ τέλος καὶ τελειότερον, ὑπ’ οὐδενὸς ἀγνοεῖται. Γινώσκει δὲ καὶ Χρύσιππος τὴν διαφοράν, ὡς δῆλόν ἐστιν ἐν τῷ τρίτῳ περὶ Ἀγαθῶν· τοῖς γὰρ τέλος ἡγουμένοις τὴν ἐπιστήμην ἀνομολογεῖ.

Plut. de comm. not. cp. 27 p. 1071f. Ὁρᾷς γὰρ ὅτι καὶ Χρύσιππος εἰς ταύτην [μᾶλλον] συνελαύνει τὸν Ἀρίστωνα τὴν ἀπορίαν, ὡς τῶν πραγμάτων ⟨οὐ διδόντων⟩ τὴν πρὸς τὸ μήτ’ ἀγαθὸν μήτε κακὸν ἀδιαφορίαν ἐπινοῆσαι, τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ μὴ προεπινοηθέντων· οὕτω γὰρ αὑτῆς φανεῖσθαι τὴν ἀδιαφορίαν προϋφισταμένην, εἰ νόησιν μὲν αὐτῆς οὐκ ἔστι λαβεῖν, μὴ πρότερον τοῦ ἀγαθοῦ νοηθέντος, ἄλλο δ’ οὐδὲν ἀλλ’ αὐτὴ μόνον τὸ ἀγαθόν ἐστιν.