Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Theognetus comicus Φάσματι ἢ Φιλαργύρῳ IV p. 549 Mein. Ἄνθρωπ’, ἀπολεῖς με· τῶν γὰρ ἐκ τῆς ποικίλης | Στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· | ἀλλότριόν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ πάχνη· | σοφία δ’ ἴδιον, κρύσταλλος. οὐδεὶς πώποτε | ταύτην λαβὼν ἀπώλεσ’ . ὦ τάλας ἐγώ, | οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν;

Alexander Aphrod. de fato cp. 29 p. 199, 27. τὴν μὲν οὖν ἕξιν μηκέτ’ ἔχειν οὐκ ἐπ’ αὐτῷ (scil. penes eum qui virtutem adeptus est) - - ἐπ’ αὐτῶν δὲ τῶν ἐνεργειῶν, ὧν τὴν ἕξιν ἔχων ἐνεργεῖ, ἐπ’ αὐτῷ καὶ μὴ ποιῆσαί τινα. καὶ γὰρ εἰ ὅτι μάλιστα εὔλογον τὸ τὸν φρόνιμον τὰς κατὰ τὸν λόγον καὶ τὴν φρόνησιν ἐνεργείας ἐνεργεῖν, πρῶτον μὲν οὐχ ὡρισμένως αἵδε τινὲς τοιαῦται etc.

Plutarchus de Stoic. repugn. cp. 27 p. 1046f. Ἀλλὰ μὴν ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὁ Χρύσιππος οὐκ ἀεί φησιν ἀνδρίζεσθαι

τὸν ἀστεῖον, οὐδὲ δειλαίνειν τὸν φαῦλον, ὡς δὲ ἐν φαντασίαις ἐπιφερομένων τινῶν, τὸν μὲν ἐμμένειν τοῖς κρίμασι, τὸν δ’ ἀφίστασθαι. Πιθανὸν δέ, φησί, μηδ’ ἀκολασταίνειν ἀεὶ τὸν φαῦλον.

Philo de sobrietate § 34 Vol. II p. 222, 10 Wendl. σχέσις καὶ κίνησις διαφέρουσιν ἀλλήλων· ἡ μὲν γάρ ἐστιν ἠρεμία, φορὰ δὲ ἡ κίνησις· ἧς εἴδη δύο, τὸ μὲν μεταβατικόν, τὸ δὲ περὶ τὸν αὐτὸν τόπον εἰλούμενον. σχέσει μὲν οὖν ἀδελφὸν ἕξις, κινήσει δ’ ἐνέργεια. τὸ δὲ λεγόμενον παραδείγματι οἰκείῳ γνωριμώτερον γένοιτ’ ἄν· τέκτονα καὶ ζωγράφον καὶ γεωργὸν καὶ μουσικὸν καὶ τοὺς ἄλλους τεχνίτας, κἂν ἡσυχίαν ἄγωσι μηδὲν τῶν κατὰ τὰς τέχνας ἐνεργοῦντες, οὐδὲν ἧττον τοῖς εἰρημένοις ἔθος καλεῖν ὀνόμασιν, ἐπεὶ τὴν ἐν ἑκάστοις ἐμπειρίαν καὶ ἐπιστήμην ἀνειληφότες ἔχουσιν. ἐπειδὰν δὲ ὁ τεκτονικὸς ξύλον [ὕλην] ἐργάζηται λαβών - - καὶ τῶν ἄλλων ἕκαστος τεχνιτῶν εἴπερ ἐγχειρεῖ τοῖς κατὰ τὰς ἐπιστήμας, ἕτερα ἐξ ἀνάγκης οἰκεῖα τοῖς προτέροις ὀνόματα προσγίνεται, τῷ μὲν τέκτονι τὸ τεκτονεῖν, τῷ δὲ ζωγράφῳ τὸ ζωγραφεῖν etc. τίσιν οὖν οἱ ψόγοι καὶ οἱ ἔπαινοι παρακολουθοῦσιν; ἆρ’ οὐχὶ τοῖς ἐνεργοῦσι καὶ δρῶσι; κατορθοῦντες μὲν γὰρ ἔπαινον, ψόγον δ’ ἔμπαλιν καρποῦνται διαμαρτάνοντες. - § 38. ὁ αὐτὸς τοίνυν λόγος ἐφαρμόττει καὶ τοῖς κατ’ ἀφροσύνην καὶ συνόλως τοῖς κατ’ ἀρετήν τε καὶ κακίαν. οἱ φρόνιμοί τε καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ δίκαιοι τὰς ψυχὰς μυρίοι γεγόνασι - - τὸ δὲ κάλλος τῶν ἐν ταῖς διανοίαις ἀγαλμάτων οὐκ ἴσχυσαν ἐπιδείξασθαι διὰ πενίαν ἢ ἀδοξίαν ἢ νόσον σώματος -. οὐκοῦν οὗτοι μὲν ὥσπερ δεδεμένα καὶ καθειργμένα ἐκτήσαντο ἀγαθά, ἕτεροι δ’ εἰσὶν οἳ λελυμένοις - ἐχρήσαντο πᾶσι, τὰς εἰς ἐπίδειξιν ὕλας ἀφθονωτάτας προσλαβόντες· ὁ μὲν φρόνιμος ἰδίων τε καὶ κοινῶν προστασίαν πραγμάτων, οἷς σύνεσιν καὶ εὐβουλίαν ἐνεπιδείξεται· ὁ δὲ σώφρων τὸν εἰς ἀσωτίαν δεινὸν ἐπᾶραι καὶ παρακαλέσαι τυφλὸν πλοῦτον ἵνα βλέποντα ἀποδείξῃ· ὁ δὲ δίκαιος ἀρχήν, δι’ ἧς τὸ κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ τῶν ὄντων ἀκωλύτως δυνατὸς ἔσται. - - ἄνευ δὲ τούτων ἀρεταὶ μέν εἰσιν, ἀκίνητοι δὲ ἀρεταὶ καὶ ἡσυχίαν ἄγουσαι. Idem ad vitia pertinere docet sequentibus.