Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Alexander Aphrod. de anima libri mant. p. 161, 16 Bruns. ἔτι εἰ οἷόν τε τὴν ἀρετὴν ἔχοντα καὶ ἐν ληθάργῳ καὶ ἐν μελαγχολίᾳ καὶ ἐν σκοτώσει καὶ ἐν παρακοπῇ γενέσθαι, ἐν οἷς ὄντα ἀδύνατον κατ’ ἀρετὴν ἐνεργεῖν, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας. πῶς γὰρ οἷόν τε λέγειν τὸν παρακόπτοντα καὶ δεσμῶν δεόμενον διὰ τοῦτο καὶ τῆς ἐκ τῶν φίλων βοηθείας φρονίμως ἐνεργεῖν τότε, μὴ βουλομένους θέσιν φυλάττειν; ἔτι εἰ ἡ ἀρετὴ τὰ μὲν διωθεῖ καὶ ἐκκλίνει τῶν ἀδιαφόρων κατὰ τούτους, τὰ δὲ αἱρεῖται καὶ ἐκλέγεται, οὐκ αὐτάρκης ἂν εἴη πρὸς εὐδαιμονίαν. πῶς γὰρ εὐδαίμων ὁ ὢν ἐν τούτοις, ἃ ἡ ἀρετὴ διωθεῖται;

Clemens Al. Strom. IV 22 p. 627 Pott. οὐχ ἕξει τὴν ἀρετὴν ἀπόβλητον οὗτος οὐδαμῶς, οὔτε ὕπαρ οὔτε ὄναρ, οὐδὲ κατὰ φαντασίαν τινά. ἐπεὶ μηδ’ ἐξίσταταί ποθ’ ἑαυτῆς ἡ ἕξις, ἀποπεσοῦσα τοῦ ἕξις εἶναι, εἴτ’ οὖν ἕξις ἡ γνῶσις εἴτε διάθεσις εἶναι λέγοιτο. τῷ γὰρ μὴ παρεισιέναι ποτὲ ἐννοίας διαφόρους, ἀναλλοίωτον τὸ ἡγεμονικὸν μένον οὐ προσλαμβάνει τινὰ ἑτεροίωσιν φαντασιῶν, τὰς ἐκ τῶν μεθημερινῶν κινήσεων ἀνειδωλοποιΐς ὀνειρῶττον.

Theognetus comicus Φάσματι ἢ Φιλαργύρῳ IV p. 549 Mein. Ἄνθρωπ’, ἀπολεῖς με· τῶν γὰρ ἐκ τῆς ποικίλης | Στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· | ἀλλότριόν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ πάχνη· | σοφία δ’ ἴδιον, κρύσταλλος. οὐδεὶς πώποτε | ταύτην λαβὼν ἀπώλεσ’ . ὦ τάλας ἐγώ, | οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν;

Alexander Aphrod. de fato cp. 29 p. 199, 27. τὴν μὲν οὖν ἕξιν μηκέτ’ ἔχειν οὐκ ἐπ’ αὐτῷ (scil. penes eum qui virtutem adeptus est) - - ἐπ’ αὐτῶν δὲ τῶν ἐνεργειῶν, ὧν τὴν ἕξιν ἔχων ἐνεργεῖ, ἐπ’ αὐτῷ καὶ μὴ ποιῆσαί τινα. καὶ γὰρ εἰ ὅτι μάλιστα εὔλογον τὸ τὸν φρόνιμον τὰς κατὰ τὸν λόγον καὶ τὴν φρόνησιν ἐνεργείας ἐνεργεῖν, πρῶτον μὲν οὐχ ὡρισμένως αἵδε τινὲς τοιαῦται etc.

Plutarchus de Stoic. repugn. cp. 27 p. 1046f. Ἀλλὰ μὴν ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὁ Χρύσιππος οὐκ ἀεί φησιν ἀνδρίζεσθαι

τὸν ἀστεῖον, οὐδὲ δειλαίνειν τὸν φαῦλον, ὡς δὲ ἐν φαντασίαις ἐπιφερομένων τινῶν, τὸν μὲν ἐμμένειν τοῖς κρίμασι, τὸν δ’ ἀφίστασθαι. Πιθανὸν δέ, φησί, μηδ’ ἀκολασταίνειν ἀεὶ τὸν φαῦλον.

Philo de sobrietate § 34 Vol. II p. 222, 10 Wendl. σχέσις καὶ κίνησις διαφέρουσιν ἀλλήλων· ἡ μὲν γάρ ἐστιν ἠρεμία, φορὰ δὲ ἡ κίνησις· ἧς εἴδη δύο, τὸ μὲν μεταβατικόν, τὸ δὲ περὶ τὸν αὐτὸν τόπον εἰλούμενον. σχέσει μὲν οὖν ἀδελφὸν ἕξις, κινήσει δ’ ἐνέργεια. τὸ δὲ λεγόμενον παραδείγματι οἰκείῳ γνωριμώτερον γένοιτ’ ἄν· τέκτονα καὶ ζωγράφον καὶ γεωργὸν καὶ μουσικὸν καὶ τοὺς ἄλλους τεχνίτας, κἂν ἡσυχίαν ἄγωσι μηδὲν τῶν κατὰ τὰς τέχνας ἐνεργοῦντες, οὐδὲν ἧττον τοῖς εἰρημένοις ἔθος καλεῖν ὀνόμασιν, ἐπεὶ τὴν ἐν ἑκάστοις ἐμπειρίαν καὶ ἐπιστήμην ἀνειληφότες ἔχουσιν. ἐπειδὰν δὲ ὁ τεκτονικὸς ξύλον [ὕλην] ἐργάζηται λαβών - - καὶ τῶν ἄλλων ἕκαστος τεχνιτῶν εἴπερ ἐγχειρεῖ τοῖς κατὰ τὰς ἐπιστήμας, ἕτερα ἐξ ἀνάγκης οἰκεῖα τοῖς προτέροις ὀνόματα προσγίνεται, τῷ μὲν τέκτονι τὸ τεκτονεῖν, τῷ δὲ ζωγράφῳ τὸ ζωγραφεῖν etc. τίσιν οὖν οἱ ψόγοι καὶ οἱ ἔπαινοι παρακολουθοῦσιν; ἆρ’ οὐχὶ τοῖς ἐνεργοῦσι καὶ δρῶσι; κατορθοῦντες μὲν γὰρ ἔπαινον, ψόγον δ’ ἔμπαλιν καρποῦνται διαμαρτάνοντες. - § 38. ὁ αὐτὸς τοίνυν λόγος ἐφαρμόττει καὶ τοῖς κατ’ ἀφροσύνην καὶ συνόλως τοῖς κατ’ ἀρετήν τε καὶ κακίαν. οἱ φρόνιμοί τε καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ δίκαιοι τὰς ψυχὰς μυρίοι γεγόνασι - - τὸ δὲ κάλλος τῶν ἐν ταῖς διανοίαις ἀγαλμάτων οὐκ ἴσχυσαν ἐπιδείξασθαι διὰ πενίαν ἢ ἀδοξίαν ἢ νόσον σώματος -. οὐκοῦν οὗτοι μὲν ὥσπερ δεδεμένα καὶ καθειργμένα ἐκτήσαντο ἀγαθά, ἕτεροι δ’ εἰσὶν οἳ λελυμένοις - ἐχρήσαντο πᾶσι, τὰς εἰς ἐπίδειξιν ὕλας ἀφθονωτάτας προσλαβόντες· ὁ μὲν φρόνιμος ἰδίων τε καὶ κοινῶν προστασίαν πραγμάτων, οἷς σύνεσιν καὶ εὐβουλίαν ἐνεπιδείξεται· ὁ δὲ σώφρων τὸν εἰς ἀσωτίαν δεινὸν ἐπᾶραι καὶ παρακαλέσαι τυφλὸν πλοῦτον ἵνα βλέποντα ἀποδείξῃ· ὁ δὲ δίκαιος ἀρχήν, δι’ ἧς τὸ κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ τῶν ὄντων ἀκωλύτως δυνατὸς ἔσται. - - ἄνευ δὲ τούτων ἀρεταὶ μέν εἰσιν, ἀκίνητοι δὲ ἀρεταὶ καὶ ἡσυχίαν ἄγουσαι. Idem ad vitia pertinere docet sequentibus.

Cicero de legibus I 8, 25. Iam vero virtus eadem in homine ac deo est, neque alio ullo in genere praeterea. Est autem virtus nihil aliud nisi perfecta et ad summum perducta natura.

Plutarchus de comm. not. cp. 33 p. 1076a. Ἀλλὰ κατὰ Χρύσιππον οὐδὲ τοῦτο περίεστιν αὐτοῖς (sc. θεοῖς τὸ εὐδαιμονεῖν) ἀρετῇ τε γὰρ οὐχ ὑπερέχειν τὸν Δία τοῦ Δίωνος, ὠφελεῖσθαί τε ὁμοίως ὑπ’ ἀλλήλων τὸν Δία καὶ τὸν Δίωνα, σοφοὺς ὄντας, ὅταν ἕτερος θατέρου τυγχάνῃ κινουμένου.

Alexander Aphrod. de fato cp. 37 p. 211, 13 Bruns. οὐ γὰρ τὰς αὐτὰς ἀρετὰς οἷόν τε λέγειν εἶναι τῶν τε ἀνθρώπων καὶ τῶν θεῶν· οὔτε γὰρ ἄλλως ἀληθὲς τὸ τὰς τῶν τοσοῦτον ἀλλήλων κατὰ τὴν φύσιν διεστώτων τὰς αὐτὰς τελειότητάς τε καὶ ἀρετὰς λέγειν, οὔθ’ οἱ πρὸς αὐτῶν (scil. a Chrysippo) περὶ αὐτῶν λεγόμενοι λόγοι εὔλογόν τι ἐν αὑτοῖς ἔχουσιν.

Origenes contra Celsum VI 48 Vol. II p. 119, 16 Kö. (p. 670 Delarue). εἶτα ἐὰν μὲν τὴν αὐτὴν ἀρετὴν λέγοντες ἀνθρώπου καὶ θεοῦ οἱ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι μὴ εὐδαιμονέστερον λέγωσιν εἶναι τὸν ἐπὶ πᾶσι θεὸν τοῦ ἐν ἀνθρώποις κατ’ αὐτοὺς σοφοῦ, ἀλλ’ ἴσην εἶναι τὴν ἀμφοτέρων εὐδαιμονίαν Κέλσος οὐ καταγελᾷ etc.

Origenes contra Celsum IV 29 Vol. I p. 298, 27 (p. 522 Del.). ὥστε καὶ ἡ αὐτὴ ἀρετὴ ἀνθρώπου καὶ θεοῦ.

Clemens Al. Strom. VII 14 p. 886 Pott. οὐ γὰρ καθάπερ οἱ Στωϊκοὶ ἀθέως πάνυ τὴν αὐτὴν ἀρετὴν ἀνθρώπου λέγομεν καὶ θεοῦ.

Themistius Orat. II p. 27c. Εἰ δ’ αὖ φήσειέ τις κολακείαν εἶναι τῷ Πυθίῳ παραβάλλειν τὸν βασιλέα, Χρύσιππος μὲν ὑμῖν καὶ Κλεάνθης οὐ συγχωρήσει καὶ ὅλον ἔθνος φιλοσοφίας, ὁ ἐκ τῆς ποικίλης χορός, οἱ φάσκοντες εἶναι τὴν αὐτὴν ἀρετὴν καὶ ἀλήθειαν ἀνδρὸς καὶ θεοῦ.

Proclus in Platonis Timaeum p. 106 F. Schn. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ τὴν αὐτὴν ἀρετὴν εἶναι θεῶν καὶ ἀνθρώπων εἰρήκασι, πολλοῦ δεόντες τῆς τοῦ Πλάτωνος ὁσιότητος εἶναι ζηλωταὶ καὶ τῆς Σωκρατικῆς μετριότητος.