Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Diog. Laërt. VII 127. καὶ μὴν τὴν ἀρετὴν Χρύσιππος μὲν ἀποβλητήν, Κλεάνθης δὲ ἀναπόβλητον· ὁ μὲν ἀποβλητὴν διὰ μέθην καὶ μελαγχολίαν, ὁ δὲ ἀναπόβλητον διὰ βεβαίους καταλήψεις.

Simplicius in Aristot. categ. f. 102A ed. Bas. (ἐκ μὲν φαύλου σπουδαῖος γίνεται) τὸ δ’ ἀνάπαλιν οἱ Στωϊκοὶ οὐ διδόασιν. οὐκ εἶναι γάρ φασιν ἀποβλητὴν τὴν ἀρετήν.

ibid. B. Πρὸς δὴ ταῦτα ῥᾴδιον λέγειν, ὡς πρόχειρον εἴληπται τὸ ἀναπόβλητον εἶναι τὴν ἀρετήν. καὶ γὰρ Θεόφραστος περὶ τῆς μεταβολῆς αὐτῆς ἱκανῶς ἀπέδειξε καὶ Ἀριστοτέλει δοκεῖ, οὐκ ἀνθρώπειον εἶναι τὸ ἀναπόβλητον· ἔτι δὲ καὶ οἱ Στωϊκοὶ ἐν μελαγχολίαις καὶ κάροις καὶ ληθάργοις καὶ ἐν φαρμάκων λήψεσι συγχωροῦσιν ἀποβολὴν γίνεσθαι μεθ’ ὅλης τῆς λογικῆς ἕξεως καὶ αὐτῆς τῆς ἀρετῆς, κακίας μὲν οὐκ ἀντεισαγομένης, τῆς δὲ βεβαιότητος χαλωμένης καὶ εἰς ἣν λέγουσιν ἕξιν μέσην οἱ παλαιοὶ μεταπιπτούσης.