Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Diog. Laërt. VII 91. διδακτήν τε εἶναι αὐτὴν (λέγω δὲ τὴν ἀρετὴν) καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Τέλους φησί - - - ὅτι δὲ διδακτή ἐστι δῆλον ἐκ τοῦ γίνεσθαι ἀγαθοὺς ἐκ φαύλων.
Clemens Al. Strom, VII 3 p. 839 Pott. οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες οὔτε γενομένοις ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν φυσικῶς ὕστερον ἐπιγίγνεται· ἐπεὶ οὐδ’ ἂν ἦν ἔθ’ ἑκούσιον οὐδὲ ἐπαινετόν· οὐδὲ μὴν ἐκ τῆς τῶν συμβάντων [καὶ] ἐπιγενομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή· σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίγνεται τὸν τρόπον· οὐ μὴν οὐδὲ ἐκ τέχνης τινὸς ἤτοι τῶν ποριστικῶν ἢ τῶν περὶ τὸ σῶμα θεραπευτικῶν ἡ γνῶσις περιγίγνεται· ἀλλ’ οὐδ’ ἐκ παιδείας τῆς ἐγκυκλίου etc.
Clemens Al. Strom. I p. 336 Pott. οὐ γὰρ φύσει, μαθήσει δὲ οἱ καλοὶ κἀγαθοὶ γίνονται, καθάπερ ἰατροὶ καὶ κυβερνῆται.
paulo post: τὸ δ’ ἄλλους παρ’ ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν ἐπιτηδεύματα μέν τινα τῶν οὕτω πεφυκότων παρὰ τοὺς ἑτέρους ἐνδείκνυται· τελειότητα δὲ κατ’ ἀρετὴν οὐδ’ ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἱ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλοκἀγαθίας ἤνυσαν· καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί. Φύσει δ’ αὖ κοινωνικοὺς καὶ δικαίους ὁ θεὸς ἡμᾶς ἐδημιούργησεν, ὅθεν οὐδὲ τὸ δίκαιον ἐκ μόνης φαίνεσθαι τῆς θέσεως ῥητέον· ἐκ δὲ τῆς ἐντολῆς ἀναζωπυρεῖσθαι τὸ τῆς δημιουργίας ἀγαθὸν νοητέον, μαθήσει παιδευθείσης τῆς ψυχῆς ἐθέλειν αἱρεῖσθαι τὸ κάλλιστον.
Plutarchus de Stoic. repugn. cp. 13 p. 1038e. Ἔτι τὸ μὲν λέγειν αὐτὸν ἐν τῷ περὶ τοῦ Διὸς αὔξεσθαι τὰς ἀρετὰς καὶ διαβαίνειν ἀφίημι, μὴ δόξω τῶν ὀνομάτων ἐπιλαμβάνεσθαι, καίτοι πικρῶς ἐν τῷ γένει τούτῳ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοῦ Χρυσίππου δάκνοντος.