Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plutarchus de comm. not. cp. 7 p. 1061c. ὁ γὰρ σοφὸς αὐτοῖς καὶ φρόνιμος ἐν πολλαῖς καταλήψεσι καὶ μνήμαις καταλήψεων γεγονὼς ὀλίγας πρὸς αὑτὸν ἡγεῖται· τῶν τ’ ἄλλων οὐ πεφροντικὼς οὐδ’ ἔλαττον ἔχειν οὐδὲ πλέον οἴεται, μνημονεύων ὅτι πέρυσι κατάληψιν ἔλαβε πταρνυμένου Δίωνος ἢ σφαιρίζοντος Θέωνος. καίτοι πᾶσα κατάληψις ἐν τῷ σοφῷ καὶ μνήμη τὸ ἀσφαλὲς ἔχουσα καὶ βέβαιον εὐθύς ἐστιν ἐπιστήμη καὶ ἀγαθὸν μέγα καὶ μέγιστον.
Anecdota graeca Paris. ed. Cramer Vol. I p. 171 (Quomodo homines boni et mali fiant?). Ἀριστοτέλης δὲ φύσει καὶ ἔθει καὶ λόγῳ· ἀμέλει καὶ οἱ Στωϊκοί· τέχνη γὰρ ἡ ἀρετή. πᾶσα δὲ τέχνη σύστημα ἐκ θεωρημάτων συγγεγυμνασμένων· καὶ κατὰ μὲν τὰ θεωρήματα ὁ λόγος· κατὰ δὲ τὴν συγγυμνασίαν τὸ ἔθος· φύσει δὲ πάντες πρὸς ἀρετὴν γεννώμεθα, καθ’ ὅσον ἀφορμὰς ἔχομεν etc.
Plutarchus de Stoic. repugn. cp. 31 p. 1048d. εἴπερ οὖν ὁ θεὸς ἀρετὴν μὲν οὐ δίδωσιν ἀνθρώποις, ἀλλὰ τὸ καλὸν αὐθαίρετόν ἐστιν etc. Καίτοι εἰ μὲν δύνανται τὴν ἀρετὴν παρέχειν οἱ θεοί, οὔκ εἰσι χρηστοὶ μὴ παρέχοντες· εἰ δὲ μὴ δύνανται ποιεῖν ἀγαθούς, οὐδ’ ὠφελεῖν δύνανται, μηδενός γε τῶν ἄλλων ὄντος ἀγαθοῦ μηδ’ ὠφελίμου, τὸ δὲ τοὺς ἄλλως γενομένους ἀγαθοὺς κρίνειν κατ’ ἀρετὴν ἢ ἰσχὺν οὐδέν ἐστι· καὶ γὰρ τοὺς θεοὺς οἱ ἀγαθοὶ κρίνουσι κατ’ ἀρετὴν καὶ ἰσχύν· ὥστε μηδὲν μᾶλλον ὠφελεῖν ἢ ὠφελεῖσθαι τοὺς θεοὺς ὑπὸ τῶν ἀνθρώπων.
Lactant. div. instit. VI 9. Si autem virtus (ut ab his rectissime dicitur) capessenda est, quia constet ad eam nasci hominem etc.
Simplicius in Aristot. categ. f. 62 Γ ed. Bas. καὶ γὰρ οἱ ἀπὸ τῆς Στοᾶς πρὸς μὲν τὰς τέχνας ἐπιτηδειότητα μόνην ἀπέλιπον τὴν ἁπλῶς οὑτωσὶ θεωρουμένην, πρὸς δὲ τὰς ἀρετὰς τὴν ἀξιόλογον προκοπὴν ἐκ φύσεως προϋπάρχειν ἀπεφήναντο, ἣν καὶ οἱ ἀπὸ τοῦ Περιπάτου φυσικὴν ἀρετὴν ἐκάλουν.
Origenes contra Celsum VIII 52 Vol. II p. 267, 15 Kö. (p. 780 Del.). οὐδὲ γὰρ τὰς κοινὰς ἐννοίας περὶ καλῶν καὶ αἰσχρῶν καὶ δικαίων ⟨καὶ ἀδίκων⟩ εὕροι τις ἂν πάντως ἀπολωλεκότας.
Seneca ep. 49, 11. dociles natura nos edidit et rationem dedit imperfectam, sed quae perfici posset.
Cicero de legibus I 9, 27. ipsam per se naturam longius progredi, quae etiam nullo docente, profecta ab iis, quorum ex prima et inchoata intelligentia genera cognovit, confirmat ipsa per se rationem et perficit.
Clemens Al. Strom. IV 6 p. 575 Pott. τὴν δὲ μεταστροφὴν τὴν ἐπὶ τὰ θεῖα οἱ μὲν Στωϊκοὶ ἐκ μεταβολῆς φασὶ γίνεσθαι, μεταβαλλούσης τῆς ψυχῆς εἰς σοφίαν.
Philo quis rer. div. heres § 299 Vol. III p. 68, 7 Wendl. πρῶτος μὲν γὰρ ἀριθμὸς καθ’ ὃν οὔτε ἀγαθῶν οὔτε κακῶν ἔννοιαν λαβεῖν ἔστιν, ἀτυπώτου τῆς ψυχῆς ὑπαρχούσης, δεύτερος δὲ καθ’ ὃν φορᾷ τῶν ἁμαρτημάτων χρώμεθα, τρίτος δ’ ἐν ᾧ θεραπευόμεθα, τὰ νοσερὰ διωθούμενοι καὶ τὴν ἀκμὴν τῶν παθῶν ἀφηβῶντες, τέταρτος δὲ ἐν ᾧ παντελοῦς ὑγιείας καὶ ῥώσεως μεταποιούμεθα, ὁπότε ἀποστρεφόμενοι τὰ φαῦλα τοῖς καλοῖς ἐγχειρεῖν δοκοῦμεν, πρότερον δὲ οὐκ ἔξεστι.
Diog. Laërt. VII 91. διδακτήν τε εἶναι αὐτὴν (λέγω δὲ τὴν ἀρετὴν) καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Τέλους φησί - - - ὅτι δὲ διδακτή ἐστι δῆλον ἐκ τοῦ γίνεσθαι ἀγαθοὺς ἐκ φαύλων.
Clemens Al. Strom, VII 3 p. 839 Pott. οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες οὔτε γενομένοις ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν φυσικῶς ὕστερον ἐπιγίγνεται· ἐπεὶ οὐδ’ ἂν ἦν ἔθ’ ἑκούσιον οὐδὲ ἐπαινετόν· οὐδὲ μὴν ἐκ τῆς τῶν συμβάντων [καὶ] ἐπιγενομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή· σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίγνεται τὸν τρόπον· οὐ μὴν οὐδὲ ἐκ τέχνης τινὸς ἤτοι τῶν ποριστικῶν ἢ τῶν περὶ τὸ σῶμα θεραπευτικῶν ἡ γνῶσις περιγίγνεται· ἀλλ’ οὐδ’ ἐκ παιδείας τῆς ἐγκυκλίου etc.
Clemens Al. Strom. I p. 336 Pott. οὐ γὰρ φύσει, μαθήσει δὲ οἱ καλοὶ κἀγαθοὶ γίνονται, καθάπερ ἰατροὶ καὶ κυβερνῆται.
paulo post: τὸ δ’ ἄλλους παρ’ ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετὴν ἐπιτηδεύματα μέν τινα τῶν οὕτω πεφυκότων παρὰ τοὺς ἑτέρους ἐνδείκνυται· τελειότητα δὲ κατ’ ἀρετὴν οὐδ’ ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἱ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλοκἀγαθίας ἤνυσαν· καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί. Φύσει δ’ αὖ κοινωνικοὺς καὶ δικαίους ὁ θεὸς ἡμᾶς ἐδημιούργησεν, ὅθεν οὐδὲ τὸ δίκαιον ἐκ μόνης φαίνεσθαι τῆς θέσεως ῥητέον· ἐκ δὲ τῆς ἐντολῆς ἀναζωπυρεῖσθαι τὸ τῆς δημιουργίας ἀγαθὸν νοητέον, μαθήσει παιδευθείσης τῆς ψυχῆς ἐθέλειν αἱρεῖσθαι τὸ κάλλιστον.
Plutarchus de Stoic. repugn. cp. 13 p. 1038e. Ἔτι τὸ μὲν λέγειν αὐτὸν ἐν τῷ περὶ τοῦ Διὸς αὔξεσθαι τὰς ἀρετὰς καὶ διαβαίνειν ἀφίημι, μὴ δόξω τῶν ὀνομάτων ἐπιλαμβάνεσθαι, καίτοι πικρῶς ἐν τῷ γένει τούτῳ καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοῦ Χρυσίππου δάκνοντος.