Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plutarchus de Stoic. repugn. cp. 13 p. 1038f. Ἐπαινεῖν δὲ μὴ πᾶν τὸ πραττόμενον κατ’ ἀρετὴν κελεύων, ἐμφαίνει τινὰ τῶν κατορθωμάτων διαφοράν· λέγει δὲ οὕτως ἐν τῷ περὶ τοῦ Διός· Ἔργων γὰρ κατὰ τὰς ἀρετὰς ὄντων οἰκείων, ἔστι τὰ προενεχθέντα καὶ τούτων· οἷον ἀνδρείως τὸν δάκτυλον ἐκτεῖναι, καὶ ἐγκρατῶς ἀποσχέσθαι δυσθανατώσης γραός, καὶ ἀπροπτώτως ἀκοῦσαι τοῦ τὰ τρία τέσσαρα [μὴ] εἶναι τελέως, τίνα ἐμφαίνει ψυχρίαν ὁ διὰ τῶν τοιούτων ἐπαινεῖν τινας ἐγχειρῶν καὶ ἐγκωμιάζειν;
Plutarchus de Stoic. repugn. cp. 13 p. 1039a. Ὅμοια δ’
εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ θεῶν· Ἔτι γὰρ οἶμαι, φησί, τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων ἀπ’ ἀρετῆς, οἷον δυσθανατώσης γραὸς ἀποσχέσθαι, καὶ καρτερῶς ὑπομεῖναι μυίας δηγμόν.Plutarchus de comm. not. cp. 6 p. 1061 a. Λέγει δὲ καὶ Χρύσιππος ἐν τῷ περὶ τοῦ Διὸς συγγράμματι καὶ τῷ τρίτῳ περὶ θεῶν, ψυχρὸν εἶναι καὶ ἄτοπον καὶ ἀλλότριον τὰ τοιαῦτα τῶν ἀπ’ ἀρετῆς συμβαινόντων ἐπαινεῖν, ὅτι δῆγμα μυίας ἀνδρείως ὑπέμεινε καὶ δυσθανατώσης γραὸς ἀπέσχετο σωφρόνως.