Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Philo quaest. et solut. in Genesin IV 11 (p. 254 Aucher). Ad interrogationem ergo respondet (scil. intellectus): Ecce virtus non tantum in me intellectu est, verum etiam in vacuo securoque tabernaculo corporis, extendens se usque ad sensus aliaque instrumenta partialia. Nam video secundum virtutem et audio, olfacio, gusto, tango ceterosque motus exerceo secundum prudentiam, castitatem, fortitudinem et iustitiam.
Stobaeus ecl. II 100, 15 W. Τὴν δ’ ἀρετὴν πολλοῖς ὀνόμασι προσαγορεύουσιν. Ἀγαθόν τε γὰρ λέγουσιν αὐτήν, ὅτι ἄγει ἡμᾶς ἐπὶ τὸν ὀρθὸν βίον· καὶ ἀρεστόν, ὅτι δοκιμαστόν ἐστιν ἀνυπόπτως· καὶ πολλοῦ
ἄξιον, ⟨ὅτι⟩ ἀνυπέρβλητον ἔχει τὴν ἀξίαν· καὶ σπουδαῖον, ἄξιον γὰρ εἶναι πολλῆς σπουδῆς· καὶ ἐπαινετόν, εὐλόγως γὰρ ἄν τις αὐτὴν ἐπαινοίη· καὶ καλόν, ὅτι πρὸς ἑαυτὴν καλεῖν πέφυκε τοὺς ὀρεγομένους αὐτῆς· καὶ συμφέρον, φέρειν γὰρ τοιαῦτα ἃ συντείνει πρὸς τὸ εὖ ζῆν· καὶ χρήσιμον, ὅτι ἐν τῇ χρείᾳ ὠφέλιμόν ἐστι· καὶ αἱρετόν, συμβαίνειν γὰρ ἀπ’ αὐτῆς ἃ εὐλόγως ἔστιν αἱρεῖσθαι· καὶ ἀναγκαῖον, ὅτι παροῦσά τε ὠφελεῖ καὶ μὴ παρούσης οὐκ ἔστιν ὠφελεῖσθαι· καὶ λυσιτελές, τὰς γὰρ ἀπ’ αὐτῆς ὠφελείας κρείττους εἶναι τῆς πραγματείας τῆς εἰς ταύτας συντεινούσης· καὶ αὔταρκες, ἐξαρκεῖν γὰρ τῷ ἔχοντι· καὶ ἀνενδεές, ὅτι ἐνδείας ἀπαλλάττει πάσης· καὶ ἀποχρῶν διὰ τὸ ἐν τῇ χρήσει ἱκανὸν εἶναι καὶ διατείνειν εἰς πᾶσαν τὴν κατὰ τὸν βίον χρείαν.