Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Seneca epistul. ad. Lucil. 31, 8. Huc et illud accedat, ut perfecta virtus sit aequalitas ac tenor vitae per omnia consonans sibi, quod non potest esse, nisi rerum scientia contingit et ars, per quam humana ac divina noscantur.

Seneca ep. 76, 9. In homine quid proprium est? ratio: hac antecedit animalia, deos sequitur. ratio ergo perfecta proprium bonum est, cetera illi cum animalibus satisque communia sunt.

ibid. 10. Quid in homine proprium? ratio. haec recta et consummata felicitatem hominis implevit. ergo si omnis res, cum bonum suum perfecit, laudabilis est et ad finem naturae suae pervenit, homini autem suum bonum ratio est, si hanc perfecit, laudabilis est et finem naturae suae tetigit. haec ratio perfecta virtus vocatur eademque honestum est. Id itaque unum bonum est in homine, quod unum hominis est.

Anonymus in Aristot. Eth. Nicom. (Comm. graec. Vol. XX) ed. Heylb. p. 128, 5. ἰστέον δὲ ὅτι καὶ πρὸ τῶν Στωϊκῶν ἦν ἡ δόξα αὕτη, ἡ τὰς ἀρετὰς ἐν ἀπαθείᾳ τιθεῖσα.

Philo Leg. Alleg. I § 56 Vol. I p. 75, 6 Wendl. (de arboribus horti Edem locutus). ἔστι δὲ ταῦτα αἵ τε κατὰ μέρος ἀρεταὶ καὶ αἱ κατ’

αὐτὰς ἐνέργειαι, καὶ τὰ κατορθώματα καὶ τὰ λεγόμενα παρὰ τοῖς φιλοσοφοῦσι καθήκοντα. § 57. ἔνιαι γὰρ τῶν τεχνῶν θεωρητικαὶ μέν εἰσιν, οὐ πρακτικαὶ δέ, γεωμετρία ἀστρονομία, ἔνιαι δὲ πρακτικαὶ μέν, οὐ θεωρητικαὶ δέ, τεκτονική, χαλκευτικὴ καὶ ὅσαι βάναυσοι λέγονται. ἡ δὲ ἀρετὴ καὶ θεωρητική ἐστι καὶ πρακτική. καὶ γὰρ θεωρίαν ἔχει, ὁπότε καὶ ἡ ἐπ’ αὐτὴν ὁδὸς φιλοσοφία διὰ τῶν τριῶν αὐτῆς μερῶν, τοῦ λογικοῦ, τοῦ ἠθικοῦ, τοῦ φυσικοῦ. καὶ πρᾶξιν· ὅλου γὰρ τοῦ βίου ἐστὶ τέχνη ἡ ἀρετή, ἐν ᾧ καὶ αἱ σύμπασαι πράξεις. Ἀλλὰ καίτοι θεωρίαν ἔχουσα καὶ πρᾶξιν, πάλιν ἐν ἑκατέρῳ ὑπερβάλλει κατὰ τὸ κρεῖττον. Καὶ γὰρ ἡ θεωρία τῆς ἀρετῆς παγκάλη καὶ ἡ πρᾶξις καὶ ἡ χρῆσις περιμάχητος.

Simplicius in Aristot. categ. f. 58A ed. Bas. εἰ μὲν γὰρ ὡς οἱ Στωϊκοὶ ἀποδιδόασι δύναμίς ἐστιν ἡ πλειόνων ἐποιστικὴ συμπτωμάτων, ὡς ἡ φρόνησις τοῦ τε φρονίμως περιπατεῖν καὶ τοῦ φρονίμως διαλέγεσθαι, ἔσονται κατὰ τὸν τοιοῦτον διορισμὸν καὶ αἱ νῦν λεγόμεναι ἀδυναμίαι δυνάμεις· καὶ γὰρ αἱ ἀτεχνίαι πλείονα διαπτώματα ἐπιφέρουσιν. εἰ μέντοι κατ’ ἄλλην διάταξιν τῶν Στωϊκῶν λέγοιτο δύναμις ἡ πλειόνων ἐποιστικὴ συμπτωμάτων καὶ κατακρατοῦσα τῶν ὑποτασσομένων ἐνεργειῶν, καὶ οὕτως ἐφαρμόττει ὁ τοῦ Πλωτίνου ὅρος. καὶ γὰρ ἡ κακία ἀδυναμία οὖσα κατὰ τὸν τῶν Στωϊκῶν ὅρον κατακρατεῖ τῶν οἰκείων ἐνεργειῶν· καὶ αἱ μέσαι τέχναι, ὡς ἂν ἀποπίπτουσαι τοῦ βεβαίως ἐνεργεῖν, ὅμως τοιαῦταί εἰσιν, ἀφ’ ὧν τὸ ἔχον δύναται ἃ δύναται, ὥστε αἱ τοιαῦται ἀδυναμίαι περιέχονται ἐν τῇ κατὰ τὴν ποιότητα δυνάμει.

Alexander Aphrod. de anima libri mant. p. 167, 4 Bruns. τὸ δὲ φάναι "ὥσπερ τὴν αὐλητικὴν παντὶ τῷ δοθέντι μέλει ὀρθῶς δύνασθαι χρῆσθαι, οὕτως καὶ τὴν ἀρετὴν παντὶ πράγματι" ὑγιὲς μέν ἐστι, προσδιασταλτέον δέ etc.

Alexander Aphrod. de anima libri mant. p. 167, 9 Bruns. ἔτι οὐκ ἐπεὶ πᾶσιν τοῖς πράγμασιν καλῶς χρῆται (scil. ἡ ἀρετή) ἤδη καὶ ἡ παντὸς χρῆσις εὐδαιμονική.

Proclus in Plat. Timaeum p. 18 C. Schneider. μειζόνως τὸ τῆς ἀρετῆς δείκνυσι μέγεθος ὁ πόλεμος τῆς εἰρήνης, ὡς καὶ τῆς κυβερνητικῆς αἱ τρικυμίαι καὶ ὁ κλύδων, καὶ ὅλως αἱ περιστάσεις, ὡς καὶ οἱ Στωϊκοὶ λέγειν εἰώθασι δὸς περίστασιν καὶ λάβε τὸν ἄνδρα. τὸ γὰρ ἀήττητον ὑπὸ τῶν τοὺς ἄλλους καταδουλουμένων τῆς ζωῆς δηλοῖ παντάπασιν ἀξίαν.

Philo quaest. et solut. in Genesin IV 11 (p. 254 Aucher). Ad interrogationem ergo respondet (scil. intellectus): Ecce virtus non tantum in me intellectu est, verum etiam in vacuo securoque tabernaculo corporis, extendens se usque ad sensus aliaque instrumenta partialia. Nam video secundum virtutem et audio, olfacio, gusto, tango ceterosque motus exerceo secundum prudentiam, castitatem, fortitudinem et iustitiam.

Stobaeus ecl. II 100, 15 W. Τὴν δ’ ἀρετὴν πολλοῖς ὀνόμασι προσαγορεύουσιν. Ἀγαθόν τε γὰρ λέγουσιν αὐτήν, ὅτι ἄγει ἡμᾶς ἐπὶ τὸν ὀρθὸν βίον· καὶ ἀρεστόν, ὅτι δοκιμαστόν ἐστιν ἀνυπόπτως· καὶ πολλοῦ

ἄξιον, ⟨ὅτι⟩ ἀνυπέρβλητον ἔχει τὴν ἀξίαν· καὶ σπουδαῖον, ἄξιον γὰρ εἶναι πολλῆς σπουδῆς· καὶ ἐπαινετόν, εὐλόγως γὰρ ἄν τις αὐτὴν ἐπαινοίη· καὶ καλόν, ὅτι πρὸς ἑαυτὴν καλεῖν πέφυκε τοὺς ὀρεγομένους αὐτῆς· καὶ συμφέρον, φέρειν γὰρ τοιαῦτα ἃ συντείνει πρὸς τὸ εὖ ζῆν· καὶ χρήσιμον, ὅτι ἐν τῇ χρείᾳ ὠφέλιμόν ἐστι· καὶ αἱρετόν, συμβαίνειν γὰρ ἀπ’ αὐτῆς ἃ εὐλόγως ἔστιν αἱρεῖσθαι· καὶ ἀναγκαῖον, ὅτι παροῦσά τε ὠφελεῖ καὶ μὴ παρούσης οὐκ ἔστιν ὠφελεῖσθαι· καὶ λυσιτελές, τὰς γὰρ ἀπ’ αὐτῆς ὠφελείας κρείττους εἶναι τῆς πραγματείας τῆς εἰς ταύτας συντεινούσης· καὶ αὔταρκες, ἐξαρκεῖν γὰρ τῷ ἔχοντι· καὶ ἀνενδεές, ὅτι ἐνδείας ἀπαλλάττει πάσης· καὶ ἀποχρῶν διὰ τὸ ἐν τῇ χρήσει ἱκανὸν εἶναι καὶ διατείνειν εἰς πᾶσαν τὴν κατὰ τὸν βίον χρείαν.

Philo quod det. potiori insidiari soleat § 72 Vol. I p. 274, 30 Wendl. Ἀποκναίουσι γοῦν ἡμῶν τὰ ὦτα (scil. οἱ σοφισταὶ) τὴν δικαιοσύνην κοινωνικόν, τὴν σωφροσύνην συμφέρον, τὴν ἐγκράτειαν ἀστεῖον, τὴν εὐσέβειαν ὠφελιμώτατον, τὴν ἄλλην ἀρετὴν ὑγιεινότατόν τε καὶ σωτήριον ἀποφαίνοντες· καὶ πάλιν τὴν ἀδικίαν ἄσπονδον, τὴν ἀκολασίαν νοσερόν, τὴν ἀσέβειαν ἔκθεσμον, τὴν ἄλλην κακίαν βλαβερώτατον διεξιόντες.

Plutarchus de Stoic. repugn. cp. 26 p. 1046c. ἐν πολλοῖς πάλιν εἴρηκεν, ὡς οὐδ’ ⟨ἂν⟩ τὸν δάκτυλον καθήκοι προτεῖναι χάριν ἀμεριαίας φρονήσεως, καθάπερ ἀστραπῆς διερχομένης. Ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπ’ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει, οὔτε πᾶν κατόρθωμα εἰς σεμνολογίαν, ἐπενήνοχε ταῦτα· Καὶ γὰρ εἰ μόνον μέλλοι ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὐδ’ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως.

Plutarchus de comm. not. cp. 8 p. 1062a. πάλιν οὐδὲν εἶναί φασιν ἀρετῆς ὄφελος ὀλιγοχρονίου· τί γάρ, ἂν μέλλοντι ναυαγεῖν εὐθὺς ἢ κατακρημνίζεσθαι φρόνησις ἐπιγένηται; τί δ’ ἂν ὁ Λίχας, ὑπὸ τοῦ Ἡρακλέους ἀποσφενδονώμενος, εἰς ἀρετὴν ἐκ κακίας μεταβάλῃ;

Plutarchus de Stoic. repugn. cp. 13 p. 1038f. Ἐπαινεῖν δὲ μὴ πᾶν τὸ πραττόμενον κατ’ ἀρετὴν κελεύων, ἐμφαίνει τινὰ τῶν κατορθωμάτων διαφοράν· λέγει δὲ οὕτως ἐν τῷ περὶ τοῦ Διός· Ἔργων γὰρ κατὰ τὰς ἀρετὰς ὄντων οἰκείων, ἔστι τὰ προενεχθέντα καὶ τούτων· οἷον ἀνδρείως τὸν δάκτυλον ἐκτεῖναι, καὶ ἐγκρατῶς ἀποσχέσθαι δυσθανατώσης γραός, καὶ ἀπροπτώτως ἀκοῦσαι τοῦ τὰ τρία τέσσαρα [μὴ] εἶναι τελέως, τίνα ἐμφαίνει ψυχρίαν ὁ διὰ τῶν τοιούτων ἐπαινεῖν τινας ἐγχειρῶν καὶ ἐγκωμιάζειν;

Plutarchus de Stoic. repugn. cp. 13 p. 1039a. Ὅμοια δ’

εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ θεῶν· Ἔτι γὰρ οἶμαι, φησί, τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων ἀπ’ ἀρετῆς, οἷον δυσθανατώσης γραὸς ἀποσχέσθαι, καὶ καρτερῶς ὑπομεῖναι μυίας δηγμόν.

Plutarchus de comm. not. cp. 6 p. 1061 a. Λέγει δὲ καὶ Χρύσιππος ἐν τῷ περὶ τοῦ Διὸς συγγράμματι καὶ τῷ τρίτῳ περὶ θεῶν, ψυχρὸν εἶναι καὶ ἄτοπον καὶ ἀλλότριον τὰ τοιαῦτα τῶν ἀπ’ ἀρετῆς συμβαινόντων ἐπαινεῖν, ὅτι δῆγμα μυίας ἀνδρείως ὑπέμεινε καὶ δυσθανατώσης γραὸς ἀπέσχετο σωφρόνως.

Plutarchus de comm. not. cp. 7 p. 1061c. ὁ γὰρ σοφὸς αὐτοῖς καὶ φρόνιμος ἐν πολλαῖς καταλήψεσι καὶ μνήμαις καταλήψεων γεγονὼς ὀλίγας πρὸς αὑτὸν ἡγεῖται· τῶν τ’ ἄλλων οὐ πεφροντικὼς οὐδ’ ἔλαττον ἔχειν οὐδὲ πλέον οἴεται, μνημονεύων ὅτι πέρυσι κατάληψιν ἔλαβε πταρνυμένου Δίωνος ἢ σφαιρίζοντος Θέωνος. καίτοι πᾶσα κατάληψις ἐν τῷ σοφῷ καὶ μνήμη τὸ ἀσφαλὲς ἔχουσα καὶ βέβαιον εὐθύς ἐστιν ἐπιστήμη καὶ ἀγαθὸν μέγα καὶ μέγιστον.

Anecdota graeca Paris. ed. Cramer Vol. I p. 171 (Quomodo homines boni et mali fiant?). Ἀριστοτέλης δὲ φύσει καὶ ἔθει καὶ λόγῳ· ἀμέλει καὶ οἱ Στωϊκοί· τέχνη γὰρ ἡ ἀρετή. πᾶσα δὲ τέχνη σύστημα ἐκ θεωρημάτων συγγεγυμνασμένων· καὶ κατὰ μὲν τὰ θεωρήματα ὁ λόγος· κατὰ δὲ τὴν συγγυμνασίαν τὸ ἔθος· φύσει δὲ πάντες πρὸς ἀρετὴν γεννώμεθα, καθ’ ὅσον ἀφορμὰς ἔχομεν etc.

Plutarchus de Stoic. repugn. cp. 31 p. 1048d. εἴπερ οὖν ὁ θεὸς ἀρετὴν μὲν οὐ δίδωσιν ἀνθρώποις, ἀλλὰ τὸ καλὸν αὐθαίρετόν ἐστιν etc. Καίτοι εἰ μὲν δύνανται τὴν ἀρετὴν παρέχειν οἱ θεοί, οὔκ εἰσι χρηστοὶ μὴ παρέχοντες· εἰ δὲ μὴ δύνανται ποιεῖν ἀγαθούς, οὐδ’ ὠφελεῖν δύνανται, μηδενός γε τῶν ἄλλων ὄντος ἀγαθοῦ μηδ’ ὠφελίμου, τὸ δὲ τοὺς ἄλλως γενομένους ἀγαθοὺς κρίνειν κατ’ ἀρετὴν ἢ ἰσχὺν οὐδέν ἐστι· καὶ γὰρ τοὺς θεοὺς οἱ ἀγαθοὶ κρίνουσι κατ’ ἀρετὴν καὶ ἰσχύν· ὥστε μηδὲν μᾶλλον ὠφελεῖν ἢ ὠφελεῖσθαι τοὺς θεοὺς ὑπὸ τῶν ἀνθρώπων.

Lactant. div. instit. VI 9. Si autem virtus (ut ab his rectissime dicitur) capessenda est, quia constet ad eam nasci hominem etc.

Simplicius in Aristot. categ. f. 62 Γ ed. Bas. καὶ γὰρ οἱ ἀπὸ τῆς Στοᾶς πρὸς μὲν τὰς τέχνας ἐπιτηδειότητα μόνην ἀπέλιπον τὴν ἁπλῶς οὑτωσὶ θεωρουμένην, πρὸς δὲ τὰς ἀρετὰς τὴν ἀξιόλογον προκοπὴν ἐκ φύσεως προϋπάρχειν ἀπεφήναντο, ἣν καὶ οἱ ἀπὸ τοῦ Περιπάτου φυσικὴν ἀρετὴν ἐκάλουν.

Origenes contra Celsum VIII 52 Vol. II p. 267, 15 Kö. (p. 780 Del.). οὐδὲ γὰρ τὰς κοινὰς ἐννοίας περὶ καλῶν καὶ αἰσχρῶν καὶ δικαίων ⟨καὶ ἀδίκων⟩ εὕροι τις ἂν πάντως ἀπολωλεκότας.