Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Clem. Al. Strom. VII 7 p. 853 Pott. ὧν μὲν οὖν αἱ ὀρέξεις εἰσὶ καὶ ἐπιθυμίαι καὶ ὅλως εἰπεῖν αἱ ὁρμαὶ τούτων εἰσὶ καὶ αἱ εὐχαί· διόπερ οὐδεὶς ἐπιθυμεῖ πόματος, ἀλλὰ τοῦ πιεῖν τὸ ποτόν· οὐδὲ μὴν κληρονομίας, ἀλλὰ τοῦ κληρονομῆσαι· οὑτωσὶ δὲ οὐδὲ γνώσεως ἀλλὰ τοῦ γνῶναι· οὐδὲ γὰρ πολιτείας ὀρθῆς, ἀλλὰ τοῦ πολιτεύεσθαι· τούτων οὖν αἱ εὐχαί, ὧν καὶ αἰτήσεις· καὶ τούτων αἱ αἰτήσεις ὧν καὶ ἐπιθυμίαι· τὸ δὲ εὔχεσθαι καὶ ὀρέγεσθαι καταλλήλως γίγνεσθαι εἰς τὸ ἔχειν τὰ ἀγαθὰ καὶ τὰ παρακείμενα ὠφελήματα.
Plutarchus de Stoic. repugn. cp. 47 p. 1057a. Καὶ μὴν ἔν γε τοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς ἀγῶσιν ὁ πλεῖστος λόγος αὐτῷ τε Χρυσίππῳ καὶ Ἀντιπάτρῳ περὶ τίνος γέγονε; περὶ τοῦ μήτε πράττειν μήτε ὁρμᾶν ἀσυγκαταθέτως, ἀλλὰ πλάσματα λέγειν καὶ κενὰς ὑποθέσεις τοὺς ἀξιοῦντας, οἰκείας φαντασίας γενομένης, εὐθὺς ὁρμᾶν μὴ εἴξαντας μηδὲ συγκαταθεμένους. Αὖθις δέ φησι Χρύσιππος, καὶ τὸν θεὸν ψευδεῖς ἐμποιεῖν φαντασίας, καὶ τὸν σοφόν, οὐ συγκατατιθεμένων οὐδ’ εἰκόντων δεομένους ἡμῶν, ἀλλὰ πραττόντων μόνον καὶ ὁρμώντων ἐπὶ τὸ φαινόμενον· ἡμᾶς δὲ φαύλους ὄντας, ὑπ’ ἀσθενείας συγκατατίθεσθαι ταῖς τοιαύταις φαντασίαις. - - p. 1057 b. Ὁ γὰρ οὐ δεόμενος συγκατατιθεμένων ἀλλὰ πραττόντων μόνον, οἷς ἐνδίδωσι τὰς φαντασίας, εἴτε θεὸς εἴτε σοφός, οἶδεν ὅτι πρὸς τὸ πράττειν ἀρκοῦσιν αἱ φαντασίαι καὶ παρέλκουσιν αἱ συγκαταθέσεις· [ὡς] εἰ δὲ γιγνώσκων ὅτι πρακτικὴν ὁρμὴν οὐ παρίστησι φαντασία δίχα συγκαταθέσεως, ψευδεῖς ἐνεργάζεται καὶ πιθανὰς φαντασίας, ἑκὼν αἴτιός ἐστι τοῦ προπίπτειν καὶ ἁμαρτάνειν ἀκαταλήπτοις συγκατατιθεμένους.
Diog. Laërt. VII 85. Τὴν δὲ πρώτην ὁρμήν φασι τὸ ζῷον ἴσχειν ἐπὶ τὸ τηρεῖν ἐαυτό, οἰκειούσης αὐτῷ τῆς φύσεως ἀπ’ ἀρχῆς· καθά φησιν ὁ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Τελῶν, πρῶτον οἰκεῖον λέγων εἶναι παντὶ ζῴῳ τὴν αὑτοῦ σύστασιν καὶ τὴν ταύτης συνείδησιν. οὔτε γὰρ ἀλλοτριῶσαι εἰκὸς ἦν αὑτῷ τὸ ζῶον, οὔτε ποιήσασαν αὐτὸ μήτε ἀλλοτριῶσαι μήτε [οὐκ] οἰκειῶσαι. ἀπολείπεται τοίνυν λέγειν, συστησαμένην αὐτὸ οἰκειῶσαι πρὸς ἑαυτό. οὕτω γὰρ τά τε βλάπτοντα διωθεῖται καὶ τὰ οἰκεῖα προσίεται. ὃ δὲ λέγουσί τινες, πρὸς ἡδονὴν γίγνεσθαι τὴν πρώτην ὁρμὴν τοῖς ζῴοις, ψεῦδος ἀποφαίνουσιν. ἐπιγέννημα γὰρ φασίν, εἰ ἄρα ἐστίν, ἡδονὴν εἶναι, ὅταν αὐτὴν καθ’ αὑτὴν ἡ φύσις ἐπιζητήσασα τὰ ἐναρμόζοντα τῇ συστάσει ἀπολάβῃ· ὃν τρόπον ἀφιλαρύνεται τὰ ζῷα καὶ θάλλει τὰ φυτά. οὐδέν τε, φασί, διήλλαξεν ἡ φύσις ἐπὶ τῶν φυτῶν καὶ ἐπὶ τῶν ζῴων, ὅτε χωρὶς ὁρμῆς καὶ αἰσθήσεως κἀκεῖνα οἰκονομεῖ, καὶ ἐφ’ ἡμῶν τινα φυτοειδῶς γίνεται. ἐκ περιττοῦ δὲ τῆς ὁρμῆς τοῖς ζῴοις ἐπιγενομένης, ᾗ συγχρώμενα πορεύεται πρὸς τὰ οἰκεῖα, τούτοις μὲν τὸ κατὰ φύσιν τῷ κατὰ τὴν ὁρμὴν διοικεῖσθαι· τοῦ δὲ λόγου τοῖς λογικοῖς κατὰ τελειοτέραν προστασίαν δεδομένου τὸ κατὰ λόγον ζῆν ὀρθῶς γίνεσθαι ⟨τού⟩τοις κατὰ φύσιν. τεχνίτης γὰρ οὗτος ἐπιγίνεται τῆς ὁρμῆς.
Plutarchus de Stoic. repugn. cp. 12 p. 1038b. Πῶς οὖν ἀποκναίει πάλιν (sc. Chrysippus) ἐν παντὶ βιβλίῳ φυσικῷ, νὴ Δία, καὶ ἠθικῷ γράφων ὡς οἰκειούμεθα πρὸς αὑτοὺς εὐθὺς γενόμενοι καὶ τὰ μέρη καὶ τὰ ἔκγονα τὰ ἑαυτῶν.