Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plutarchus de Stoic. repugn. cp. 23 p. 1045e. Ἐν δὲ τῷ ἕκτῳ περὶ Καθήκοντος εἶναί τινα φήσας πράγματα μὴ πάνυ πολλῆς ἄξια [ὄντα] πραγματείας μηδὲ προσοχῆς ἀφιέναι περὶ ταῦτα τῇ ὡς ἔτυχεν ἐπικλίσει τῆς διανοίας οἴεται δεῖν τὴν αἵρεσιν ἀποκληρώσαντας· Οἷον, φησίν, εἰ τῶν δοκιμαζόντων τάσδε τινὰς δραχμὰς δύο ἐπὶ τοσόνδε, οἱ μὲν τήνδε οἱ δὲ τήνδε φαῖεν εἶναι καλήν, δέοι δὲ μίαν αὐτῶν λαβεῖν· τηνικαῦτα ἀφέντες τὸ ἐπὶ πλεῖον

ἐπιζητεῖν, ἣν ἔτυχε ληψόμεθα, κατ’ ἄδηλόν τινα ἀποκληρώσαντες αὐτὰς λόγον, καὶ εἰ μάλιστα τὴν μοχθηρὰν ληψόμεθα αὐτῶν.

Plutarchus de Stoic. repugn. cp. 11 p. 1037f. Καὶ μὴν ἡ ὁρμή, κατά γ’ αὐτὸν (sc. Χρύσιππον), τοῦ ἀνθρώπου λόγος ἐστὶ προστακτικὸς αὐτῷ τοῦ ποιεῖν, ὡς ἐν τῷ περὶ Νόμου γέγραφεν. Οὐκοῦν καὶ ἡ ἀφορμὴ λόγος ἀπαγορευτικὸς καὶ ἡ ἔκκλισις· ⟨ἡ δὲ εὐλάβεια⟩ εὔλογος ἔκκλισις· καὶ ἡ εὐλάβεια τοίνυν λόγος ἐστὶν ἀπαγορευτικὸς τῷ σοφῷ· τὸ γὰρ εὐλαβεῖσθαι σοφῶν ἴδιον, οὐ φαύλων ἐστίν. Εἰ μὲν οὖν ἕτερον ἐστὶν ὁ τοῦ σοφοῦ λόγος καὶ ἕτερον ὁ νόμος, μαχόμενον τῷ νόμῳ λόγον οἱ σοφοὶ τὴν εὐλάβειαν ἔχουσιν· εἰ δ’ οὐκ ἄλλο τι νόμος ἐστὶν ἢ ὁ τοῦ σοφοῦ λόγος, εὕρηται νόμος ἀπαγορευτικὸς τοῖς σοφοῖς τοῦ ποιεῖν ἃ εὐλαβοῦνται.