Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Theodoret. graec. affect. cur. p. 176, 21. οἱ δὲ ⟨ἀπὸ⟩ τῆς Ποικίλης μέσην τινὰ ὁδὸν ὥδευσαν· τοῖς γὰρ ἀδιαφόροις τὸν γάμον καὶ τὴν παιδογονίαν συνέζευξαν.

Alexander Aphrod. Quaest. IV 1 p. 119, 23 Bruns. πῶς γὰρ οὐκ ἀπεμφαῖνον τὸ ὁμοῦ μὲν λέγειν ἡμᾶς ὑπὸ τῆς φύσεως πρὸς τοῦτο (scil. τὸ ζῆν) οἰκειοῦσθαι καὶ τῆς ἑαυτῶν σωτηρίας χάριν ποιεῖν πάντα, ὁμοῦ δὲ μὴ λέγειν [ἡμᾶς] ὡς πρὸς ἀγαθὸν αὐτὸ τὴν φύσιν ἡμᾶς οἰκειοῦν.

Cf. ibid. p. 118, 23εἰ τὸ εὖ πλεῖν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ πλεῖν οὔτε ἀγαθὸν οὔτε κακόν· καὶ εἰ τὸ εὖ ζῆν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ ζῆν οὔτ’ ἀγαθὸν οὔτε κακόν (Addit ipse Alexander: ἢ οὐκ ἀληθὲς τὸ τὰς δυνάμεις τῶν ἀντικειμένων ἀδιαφόρους εἶναι καὶ μέσας;).

Seneca ep. 85, 30. Quod malum est nocet. quod nocet deteriorem facit. dolor et paupertas deteriorem non faciunt: ergo mala non sunt.

Plutarchus de Stoic. repugn. cp. 14 p. 1039e f. ἐν αὐτοῖς τούτοις (scil. ἐν τοῖς περὶ τοῦ Προτρέπεσθαι) ποτὲ μὲν τοῦ Ἀντισθένους ἐπαινῶν φαίνεται τὸ Δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον· καὶ τοῦ Τυρταίου τὸ (B. P. L. II p. 20) Πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου· - - - ποτὲ δὲ τὸν Θέογνιν ἐπανορθούμενος, Οὐκ ἔδει, φησίν, εἰπεῖν·

Χρὴ πενίην φεύγοντα (Theogn. 175)
μᾶλλον δὲ·
Χρὴ κακίαν φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων.

Plutarchus de comm. not. cp. 22 p. 1069d. Τὸν τοίνυν Θέογνιν αὐτοὶ παντελῶς ἀγεννῆ καὶ μικρὸν ἡγοῦνται λέγοντα

(Theogn. 175) Χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον, ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων·
οὕτως ἀποδειλιῶντα πρὸς τὴν πενίαν ἀδιάφορον οὖσαν.