Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Alexander Aphrod. Comm. in Aristot. Topica II p. 107 Ald. p. 201, 21 Wal. εἰ γὰρ τοῦτο, δόξει καλῶς ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς λέγεσθαι· τὸ διὰ κακοῦ γινόμενον οὐκ ἔστιν ἀγαθόν· πλοῦτος δὲ καὶ διὰ πορνοβοσκίας κακοῦ ὄντος γίνεται· οὐκ ἄρα ὁ πλοῦτος ἀγαθόν.
Plutarchus de Stoic. repugn. cp. 20 p. 1043 e. Καίτοι πολλαχοῦ μὲν ἀποκναίει ταῦτ’ ἐπαινῶν· (Eur. inc. fab. fr. 884 N)
Ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων, Δήμητρος ἀκτῆς πώματος θ’ ὑδρηχόου;ἐν δὲ τοῖς περὶ Φύσεως λέγει τὸν σοφὸν εἰ τὴν μεγίστην οὐσίαν ἀποβάλοι, δραχμὴν μίαν ἐκβεβληκέναι δόξειν.
Plutarchus de Stoic. repugn. cp. 30 p. 1048 b. Ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως μακαρίζεσθαί φησιν ἐνίους βασιλεύοντας καὶ πλουτοῦντας, ὅμοιον εἰ χρυσαῖς ἀμίσι χρώμενοι καὶ χρυσοῖς κρασπέδοις ἐμακαρίζοντο· τῷ δ’ ἀγαθῷ τὸ τὴν οὐσίαν ἀποβαλεῖν οἱονεὶ δραχμὴν ἀποβαλεῖν καὶ τὸ νοσῆσαι οἷον προσκόψαι.
Plutarchus de comm. not. cp. 22 p. 1069 c. ἀνωφελῶν πραγμάτων
καὶ ἀδιαφόρων· τοιαῦτα γὰρ τὰ κατὰ φύσιν, καὶ τὰ ἐκτὸς ἔτι μᾶλλον· εἴγε κρασπέδοις καὶ ἀμίσι χρυσαῖς, καὶ νὴ Δία ληκύθοις, ὅταν τύχωσι, παραβάλλουσι τὸν μέγιστον πλοῦτον.Cicero de finibus III 17. In principiis autem naturalibus plerique Stoici non putant voluptatem esse ponendam.
Sextus adv. math. XI 73. οἷον τὴν ἡδονὴν ὁ μὲν Ἐπίκουρος ἀγαθὸν εἶναί φησιν, ὁ δὲ εἰπὼν μανείην μᾶλλον ἢ ἡσθείην κακόν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ἀδιάφορον καὶ οὐ προηγμένον, ἀλλὰ Κλεάνθης μὲν μήτε κατὰ φύσιν αὐτὴν εἶναι μήτε ἀξίαν ἔχειν ἐν τῷ βίῳ, καθάπερ δὲ τὸ κάλλυντρον κατὰ φύσιν μὴ εἶναι, ὁ δὲ Ἀρχέδημος κατὰ φύσιν μὲν εἶναι ὡς τὰς ἐν μασχάλῃ τρίχας, οὐχὶ δὲ καὶ ἀξίαν ἔχειν, Παναίτιος δὲ τινὰ μὲν κατὰ φύσιν ὑπάρχειν, τινὰ δὲ παρὰ φύσιν.