Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plutarchus de comm. not. cp. 4 p. 1060 c.Stoicos dicit: τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας καὶ μήθ’ ὑγίειαν μήτ’ εὐεξίαν μήτε κάλλος μήτ’ ἰσχὺν ἡγουμένους αἱρετὰ μηδ’ ὠφέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμπληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν πρὸς ἃ δ’ οἰκειοῦν ἡμᾶς τὴν φύσιν - - καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτοντας εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.
Alexander Aphrod. comm. in Aristot. Topica I p. 43. Ald. p. 79, 5 Wal. καὶ πότερον ἡ ὑγίεια ἀγαθὸν ἢ οὔ, ὡς Χρύσιππος λέγει.