Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Stobaeus ecl. II 80, 22. τῶν δὲ προηγμένων τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, τὰ δ’ ἐκτός. περὶ ψυχὴν μὲν εἶναι τὰ τοιαῦτα· εὐφυΐαν, προκοπήν, μνήμην, ὀξύτητα διανοίας, ἕξιν καθ’ ἥν ἐπίμονοί
εἰσιν ἐπὶ τῶν καθηκόντων καὶ τέχνας ὅσαι δύνανται συνεργεῖν ἐπὶ πλεῖον πρὸς τὸν κατὰ φύσιν βίον· περὶ σῶμα δ’ εἶναι προηγμένα ὑγίειαν, εὐαισθησίαν καὶ τὰ παραπλήσια τούτοις· τῶν δ’ ἐκτὸς γονεῖς, τέκνα, κτῆσιν σύμμετρον, ἀποδοχὴν παρὰ ἀνθρώπων.τῶν δ’ ἀποπροηγμένων περὶ ψυχὴν μὲν εἶναι τὰ ἐναντία τοῖς εἰρημένοις· περὶ σῶμα δὲ καὶ ἐκτὸς τὰ ὁμοίως ἀντιτιθέμενα τοῖς εἰρημένοις περί τε σῶμα καὶ τοῖς ἐκτὸς προηγμένοις.
οὔτε δὲ προηγμένα οὔτ’ ἀποπροηγμένα περὶ ψυχὴν ⟨μὲν⟩ φαντασίαν καὶ συγκατάθεσιν καὶ ὅσα τοιαῦτα· περὶ δὲ σῶμα λευκότητα καὶ μελανότητα καὶ χαροπότητα καὶ ἡδονὴν πᾶσαν καὶ πόνον καὶ εἴ τι ἄλλο τοιοῦτο. τῶν δ’ ἐκτὸς οὔτε προηγμένα ⟨οὔτε ἀποπροηγμένα⟩ εἶναι τὰ τοιαῦτα, ὅσα εὐτελῆ ὄντα καὶ μηδὲν χρήσιμον προσφερόμενα μικρὰν παντελῶς ἔχει τὴν ἀφ’ αὑτῶν χρείαν.
τῆς δὲ ψυχῆς οὔσης κυριωτέρας τοῦ σώματος καὶ πρὸς τὸ κατὰ φύσιν ζῆν φασὶ τὰ περὶ τὴν ψυχὴν κατὰ φύσιν ὄντα καὶ προηγμένα πλείονα τὴν ἀξίαν ἔχειν τῶν περὶ σῶμα καὶ τῶν ἐκτός, οἷον εὐφυΐαν ψυχῆς πρὸς ἀρετὴν ὑπεράγειν τῆς τοῦ σώματος εὐφυΐας καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων ἔχειν.
Plutarchus de Stoic. repugn. cp. 30 p. 1048a. Ἐν δὲ τῷ πρώτῳ περὶ Ἀγαθῶν τρόπον τινὰ συγχωρεῖ καὶ δίδωσι τοῖς βουλομένοις τὰ προηγμένα καλεῖν ἀγαθά, καὶ κακὰ τἀναντία, ταύταις ταῖς λέξεσιν· Εἴ τις βούλεται κατὰ τὰς τοιαύτας παραλλαγὰς τὸ μὲν ἀγαθὸν αὐτῶν λέγειν (sc. τῶν ἀδιαφόρων), τὸ δὲ κακόν, ἐπὶ ταῦτα φερόμενος τὰ πράγματα καὶ μὴ ἄλλως ἀποπλανώμενος * ἐν μὲν τοῖς σημαινομένοις οὐ διαπίπτοντος αὐτοῦ, τὰ δ’ ἄλλα στοχαζομένου τῆς κατὰ τὰς ὀνομασίας συνηθείας.