Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Philo Leg. Alleg. III § 177 Vol. I p. 152, 14 Wendl. Ἀρέσκει γὰρ αὐτῷ (scil. Moysi) τὰ μὲν προηγούμενα ἀγαθὰ αὐτοπροσώπως αὐτὸν τὸν Ὄντα διδόναι, τὰ δεύτερα δὲ τοὺς ἀγγέλους καὶ λόγους αὐτοῦ· δεύτερα δ’ ἐστίν, ὅσα περιέχει κακῶν ἀπαλλαγήν.

Diog. Laërt. VII 102. τῶν δὲ ὄντων φασὶ τὰ μὲν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, τὰ δὲ οὐδέτερα - - - οὐδέτερα δὲ ὅσα μήτε ὠφελεῖ μήτε βλάπτει· οἷον ζωή, ὑγίεια, ἡδονή, κάλλος, ἰσχύς, πλοῦτος, εὐδοξία, εὐγένεια· καὶ τὰ τούτοις ἐναντία, θάνατος, νόσος, πόνος, αἶσχος, ἀσθένεια, πενία, ἀδοξία, δυσγένεια καὶ τὰ τούτοις παραπλήσια· καθά φησιν Ἑκάτων ἐν ἑβδόμῳ περὶ τέλους καὶ Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ καὶ Χρύσιππος. μὴ γὰρ εἶναι ταῦτα ἀγαθά, ἀλλ’ ἀδιάφορα, κατ’ εἶδος προηγμένα· ὡς γὰρ ἴδιον θερμοῦ τὸ θερμαίνειν, οὐ τὸ ψύχειν, οὕτω καὶ ἀγαθοῦ τὸ ὠφελεῖν, οὐ τὸ βλάπτειν. οὐ μᾶλλον δὲ ὠφελεῖ ἢ βλάπτει ὁ πλοῦτος καὶ ἡ ὑγίεια· οὐκ ἄρα ἀγαθὸν οὔτε πλοῦτος οὔτε ὑγίεια· ἔτι τέ φασιν· ᾧ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτο οὐκ ἔστιν ἀγαθόν· πλούτῳ δὲ καὶ ὑγιείᾳ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι· οὐκ ἄρα ἀγαθὸν πλοῦτος καὶ ὑγίεια.

ibid. 104. ὠφελεῖν δέ ἐστι κινεῖν ἢ ἴσχειν κατ’ ἀρετήν· βλάπτειν δὲ κινεῖν ἢ ἴσχειν κατὰ κακίαν.