Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Stobaeus ecl. II 70, 21 W. τῶν δὲ περὶ ψυχὴν ἀγαθῶν τὰ μὲν εἶναι διαθέσεις, τὰ δὲ ἕξεις μέν, διαθέσεις δ’ οὔ, τὰ δ’ οὔτε ἕξεις οὔτε διαθέσεις. διαθέσεις μὲν τὰς ἀρετὰς πάσας, ἕξεις δὲ μόνον καὶ οὐ διαθέσεις τὰ ἐπιτηδεύματα ὡς τὴν μαντικὴν καὶ τὰ παραπλήσια· οὔτε δὲ ἕξεις οὔτε διαθέσεις τὰς κατ’ ἀρετὰς ἐνεργείας, οἷον φρονίμευσιν καὶ τὴν τῆς σωφροσύνης κτῆσιν καὶ τὰ παραπλήσια. ὁμοίως δὲ καὶ τῶν περὶ ψυχὴν κακῶν τὰ μὲν εἶναι διαθέσεις, τὰ δ’ ἕξεις μέν, διαθέσεις δ’ οὔ, τὰ δὲ οὔτε ἕξεις οὔτε διαθέσεις. διαθέσεις μὲν τὰς κακίας πάσας, ἕξεις δὲ μόνον τὰς εὐκαταφορίας, οἷον τὴν φθονερίαν, τὴν ἐπιλυπίαν καὶ τὰ ὅμοια καὶ ἔτι τὰ νοσήματα καὶ ἀῤῥωστήματα, οἷον φιλαργυρίαν, οἰνοφλυγίαν καὶ τὰ παραπλήσια. οὔτε ⟨δ’⟩ ἕξεις οὔτε διαθέσεις τὰς κατὰ κακίας ἐνεργείας, οἷον ἀφρόνευσιν, ἀδίκευσιν καὶ τὰ ταύταις παραπλήσια.
Diog. Laërt. VII 98. ἔτι τῶν περὶ ψυχὴν ἀγαθῶν τὰ μέν εἰσιν ἕξεις, τὰ δὲ διαθέσεις, τὰ δ’ οὔτε ἕξεις οὔτε διαθέσεις· διαθέσεις μὲν αἱ ἀρεταί, ἕξεις δὲ τὰ ἐπιτηδεύματα, οὔτε δὲ ἕξεις οὔτε διαθέσεις αἱ ἐνέργειαι.