Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Proclus in Hesiod. Op. et Dies v. 105. οὐ δυνατόν ἐστι τὸν τοῦ Διὸς νοῦν ἐκκλῖναι, ὅ ἐστι τὴν εἱμαρμένην· ταύτην γὰρ οἱ Στωϊκοὶ Διὸς νοῦν προσηγορεύκασι.

Scholia Hesiod. Theog. v. 411. Ἑκάτην τέκε. —  — οὕτω δὲ λέγεται διὰ τὸ ἑκάστου προνοεῖσθαι. τῶν γὰρ ἐν γῇ καὶ ἐν θαλάσσῃ πάντων ἔχει τὴν ἐξουσίαν ἡ εἱμαρμένη. ὡς γὰρ θεᾷ πάντες εὔχονται τῇ Μοίρᾳ.

Scholia in Hom. Iliad. Θ 69. Οἱ Στωϊκοὶ δέ φασιν ὡς ταὐAugustinus τὸν εἱμαρμένη καὶ Ζεύς.

de civ. dei V 8. Qui vero non astrorum

constitutionem, sicuti est cum quidque concipitur vel nascitur vel inchoatur, sed omnium conexionem seriemque causarum, qua fit omne quod fit, fati nomine appellant: non multum cum eis de verbi controversia laborandum atque certandum est, quandoquidem ipsum causarum ordinem et quandam conexionem Dei summi tribuunt voluntati et potestati, qui optime et veracissime creditur et cuncta scire, antequam fiant, et nihil inordinatum relinquere: a quo sunt omnes potestates, quamvis non sint ab illo omnium voluntates. Ipsam itaque praecipue Dei summi voluntatem, cuius potestas insuperabiliter per cuncta porrigitur, eos appellare fatum, sic probatur.

Chalcidius in Timaeum cp. l44. Itaque nonnulli putant, praesumi differentiam providentiae fatique cum reapse una sit. quippe providentiam dei fore voluntatem. voluntatem porro eius seriem esse causarum. et ex eo quidem, quia voluntas, providentia est, porro quia eadem eries causarum est, fatum cognominatam. Ex quo fieri, ut quae secumdum fatum sunt etiam ex providentia sint. eodemque modo quae secundum providentiam ex fato, ut putat Chrysippus. alii vero, quae quidem ex providentiae auctoritate, fataliter quoque provenire, nec tamen quae fataliter ex providentia, ut Cleanthes

Plotinus Ennead. III lib. I 4 (Vol. I p. 164 Mü.). ἀλλ’ ἆρα μία τις ψυχὴ διὰ παντὸς διήκουσα περαίνει τὰ πάντα, ἑκάστου ταύτῃ κινουμένου, ὡς μέρους, ᾗ τὸ ὅλον ἄγει; φερομένων δὲ ἐκεῖθεν τῶν αἰτίων ἀκολουθεῖν ἀνάγκη τὴν [του] τῶν ἐφεξῆς συνέχειαν καὶ συμπλοκὴν ⟨καὶ⟩ εἱμαρμένην· οἷον εἰ, φυτοῦ ἐκ ῥίζης τὴν ἀρχὴν ἔχοντος, τὴν ἐντεῦθεν ἐπὶ πάντα διήκουσαν αὐτοῦ τὰ μέρη ποίησίν τε καὶ πεῖσιν καὶ πρὸς ἄλληλα συμπλοκὴν διοίκησιν μίαν καὶ οἷον εἱμαρμένην τοῦ φυτοῦ τις εἶναι λέγοι.

Plutarchus de Stoic. repugn. cp. 47 p. 1056d. Οὐδὲ γὰρ ἅπαξ ἢ δίς, ἀλλὰ πανταχοῦ, μᾶλλον δ’ ἐν πᾶσι τοῖς Φυσικοῖς γέγραφε ταῖς μὲν κατὰ μέρος φύσεσι καὶ κινήσεσιν ἐνστήματα πολλὰ γίνεσθαι καὶ κωλύματα, τῇ δὲ τῶν ὅλων μηδέν (quae stulta esse Plutarchus evincere studet).

Alexander Aphrod. de fato cp. 9 p. 175, 7 Bruns. Καίτοι πῶς οὐκ ἄτοπα καὶ παρὰ τὰ ἐναργῆ καὶ μέχρι τούτου τὴν ἀνάγκην προεληλυθέναι λέγειν, ὡς μήτε κινηθῆναί τινα δύνασθαι κίνησίν τινα, μήτε κινῆσαί τι τῶν αὑτοῦ μερῶν, ἣν κίνησιν καὶ μὴ κινεῖσθαι τότε οἷόν τε ἦν, ἀλλὰ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν δακτύλου τινὸς ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα ἤ τι τῶν τοιούτων προηγουμέναις τισὶν αἰτίαις ἑπόμενον ἄλλως ὑφ’ ἡμῶν μὴ δύνασθαι γίνεσθαί ποτε etc.

Plutarchus de Stoic. repugn. cp. 34 p. 1049f. Πρῶτον γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως τὸ ἀΐδιον τῆς κινσεως κυκεῶνι παρεικάσας, ἄλλα ἄλλως στρέφοντι καὶ ταράσσοντι τῶν γινομένων, ταῦτ’ εἴρηκεν· Οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτ’ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν τὴν ἰδίαν νοσοῦντες, εἴτε πεπηρωμένοι, εἴτε γραμματικοὶ γεγονότες ἢ μουσικοί. Καὶ πάλιν μετ’ ὀλίγον· Κατὰ τοῦτον δὲ τὸν λόγον τὰ παραπλάσια ἐροῦμεν καὶ περὶ τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας, καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτεχνιῶν, ὡς ἔφην. Καὶ μετ’ ὀλίγον ἅπασαν ἀναιρῶν ἀμφιβολίαν· Ούθὲν γὰρ ἔστιν ἄλλως τῶν κατὰ μέρος γενέσθαι οὐδὲ τοὐλάχιστον, ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης λόγον. Ὅτι δ’ ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπ’ αὐτῶν· καὶ τὸ (Α 5) Διὸς δ’ ἐτελείετο βουλή, τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς, ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθ’ ἣν πάντα διοικεῖται. p. 1050 c. ὁ δὲ Χρύσιππος ἀναπεπταμένην παῤῥησίαν αὐτῇ (scil. τῇ κακίᾳ) δίδωσιν, ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθ’ εἱμαρμένην, ἀλλὰ καὶ κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην. Ἔτι δὲ καὶ ταῦτα ὁρᾶται κατὰ λέξιν οὕτως ἔχοντα· Τῆς γὰρ κοινῆς φύσεως εἰς πὰντα διατεινούσης, δεήσει πᾶν τὸ ὁπωσοῦν γινόμενον ἐν τῷ ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατ’ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ τὸ ἑξῆς ἀκωλύτως· διὰ τὸ μήτ’ ἔξωεἶναι θεν τὸ ἐνστησόμενον τῇ οἰκονομίᾳ, μήτε τῶν μερῶν μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως ⟨ἢ⟩ κατὰ τὴν κοινὴν φύσιν. (Τίνες οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ νοσήματα, φιλαργυρίαι, φιληδονίαι, φιλοδοξίαι, δειλίαι, ἀδικίαι· κινήσεις δὲ μοιχεῖαι, κλοπαί, προδοσίαι, ἀνδροφονίαι, πατροκτονίαι. Τούτων οἴεται Χρύσιππος οὔτε μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν etc.). Plut. de comm. not. cp. 34 p. 1076 e. εἰ δέ, ὥς φησι Χρύσιππος, οὐδὲ τοὐλάχιστόν ἐστι τῶν μερῶν ἔχειν ἄλλως ἀλλ’ ἢ κατὰ τὴν τοῦ Διὸς βούλησιν, ἀλλὰ πᾶν μὲν ἔμψυχον οὕτως ἴσχεσθαι καὶ οὕτω κινεῖπέφυκεν, σθαι ὡς ἐκεῖνος ἄγει κἀκεῖνος ἐπιστρέφει καὶ ἴσχει καὶ διατίθησιν etc. Plut. de Stoic. repugn. cp. 47 p. 1056c. τέλος δέ φησι μηδὲν

ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον, ὃν τῇ εἱμαμένῃ τὸν αὐτὸν εἶναι.

Servius ad Verg. Aeneid. III 90. Visa repente: Stoicos et Academicos secutus est, qui dicunt ea quae contra naturam sunt non fieri, sed fieri videri: unde magica ars omnis exclusa est, sicut Plinius Secundus docet in Naturali Historia.

Diogenianus apud Eusebium praep. evang. IV 3 p. 136. [ἐξαρκεῖν ἔμοιγε ἡγοῦμαι καὶ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων προῤῥήσεως κατασκευασθέντα. γράφει δ’ οὖν πρὸς αὐτὸν ὁ συγγραφεὺς ἀπελέγχων ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην etc.] Φέρει δὲ καὶ ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ βιβλίῳ (scil. Chrysippus περὶ εἱμαρμένης) τοιαύτην τινά· μὴ γὰρ ἂν τὰς τῶν μάντεων προῤῥήσεις ἀληθεῖς εἶναί φησιν, εἰ μὴ πάντα ὑπὸ τῆς εἱμαρμένης περιείχοντο. - ὡς γὰρ ἐναργοῦς ὄντος τοῦ πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προῤῥήσεις ἢ ὡς μᾶλλον ἂν ὑπό τινος τούτου συγχωρηθέντος τοῦ πάντα γίνεσθαι καθ’ εἱμαρμένην —  — οὕτω τὴν ἀπόδειξιν ἡμῖν Χρύσιππος κεκόμικε, δι’ ἀλλήλων κατασκευάζων ἑκάτερα. τὸ μὲν γὰρ πάντα γίγνεσθαι καθ’ εἱμαρμένην ἐκ τοῦ μαντικὴν εἶναι δεικνύναι βούλεται, τὸ δὲ εἶναι μαντικὴν οὐκ ἂν ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ προλάβοι τὸ πάντα συμβαίνειν καθ’ εἱμαρμένην. p. 138. ἔπειτα εἰ καὶ καθ’ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντικὴν τῶν μελλόντων ἀπάντων εἶναι θεωρητικήν τε καὶ προαγορευτικήν, τὸ μὲν πάντα καθ’ εἱμαρμένην εἶναι συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο· διὸ καὶ μάλιστα δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν —  — εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ φυλαξαίμεθα, οὐκέτι πάντα δείξει συμβησόμενα καθ’ εἱμαρμένην, ἐφ’ ἡμῖν ὄντος τοῦ φυλάξασθαί τε καὶ μὴ φυλάξασθαι [quae ipsa quoque Chrysippi sententiam spectare videntur]. εἰ γὰρ καὶ τοῦτο κατηναγκάσθαι φήσει τις, ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱρμαρμένην, πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναιρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ φυλαξόμεθα, δῆλον ὡς, εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προαγορεύωσιν ἡμῖν. τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριάμου

καὶ αὐτὸς ὁ Χρύσιππός φησι πολλὰ μηχανησαμένων τῶν γονέων ὥστε ἀποκτεῖναι, ἵνα τὸ ἀπ’ αὐτῶν προῤῥηθὲν αὐτοῖς κακὸν φυλάξωντα, μὴ δυνηθῆναι. οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγορεύσεως φησιν εἶναι διὰ τὴν ἐκ τῆς εἱμαρμένης αἰτίαν.

Alexander Aphrod. de fato cp. 30 p. 200, 12 Bruns. τὸ δὲ λέγειν εὔλογον εἶναι τοὺς θεοὺς τὰ ἐσόμενα προειδέναι (ἄτοπον γὰρ τὸ λέγειν ἐκείνους ἀγνοεῖν τι τῶν ἐσομένων) καὶ τοῦτο λαμβάνοντας κατασκευάζειν πειρᾶσθαι δι’ αὐτοῦ τὸ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην οὔτε ἀληθὲς οὔτε εὔλογον.