Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Galenus de Hipp. et Plat. plac. VII (642 M. K.). μὴ τοίνυν ὡς διὰ βακτηρίας τοῦ πέριξ ἀέρος ὁρᾶν ἡμᾶς οἱ Στωϊκοὶ λεγέτωσαν.
Aëtius Plac. IV 15, 3 (DDG p. 406, 4). Χρύσιππος κατὰ τὴν συνέντασιν τοῦ μεταξὺ ἀέρος ὁρᾶν ἡμᾶς, νυγέντος μὲν ὑπὸ τοῦ ὁρατικοῦ (Stob. ὀπτικοῦ) πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς κόρης διήκει, κατὰ δὲ τὴν πρὸς τὸν περικείμενον ἀέρα ἐπιβολὴν ἐντείνοντος αὐτὸν κωνοειδῶς, ὅταν ᾖ ὁμογενὴς ὁ ἀήρ. προχέονται δὲ ἐκ τῆς ὄψεως ἀκτῖνες πύριναι, οὐχὶ μέλαιναι καὶ ὀμιχλώδεις· διόπερ ὁρατὸν εἶναι τὸ σκότος.
Diogenes Laërt. VII 157 ὁρᾶν δὲ τοῦ μεταξὺ τῆς ὁράσεως καὶ τοῦ ὑποκειμένου φωτὸς ἐντεινομένου κωνοειδῶς, καθά φησι Χρύσιππος ἐν δευτέρᾳ τῶν φυσικῶν καὶ Ἀπολλόδωρος. γίνεσθαι μέντοι τὸ κωνοειδὲς τοῦ ἀέρος πρὸς τῇ ὄψει, τὴν δὲ βάσιν πρὸς τῷ ὁρωμένῳ· ὡς διὰ βακτηρίας οὖν τοῦ ταθέντος ἀέρος τὸ βλεπόμενον ἀναγγέλλεσθαι.
Alexander Aphrod. de anima libri mant. p. 131, 30 Bruns. ἔτι διὰ τί ἐκ μὲν φωτὸς τὰ ἐν σκότῳ ὄντα οὐχ ὁρᾶται, ἐκ δὲ σκότους τὰ ἐν τῷ φωτί; τὸ γὰρ λέγειν, τὸν μὲν πεφωτισμένον ἀέρα τῷ διακεκρίσθαι μᾶλλον ἔχειν ἰσχὺν καὶ δύνασθαι τῇ ἐπερείσει τὴν αἴσθησιν κινεῖν, τὸν δὲ ἀφώτιστον τῷ κεχαλάσθαι μὴ δύνασθαι ὑπὸ τῆς ὄψεως συνεντείνεσθαι, καίτοι πυκνότερον ὄντα τοῦ πεφωτισμένου, πῶς πιθανόν;
Aëtius Plac. IV 15, 2. Οἱ Στωϊκοὶ ὁρατὸν εἶναι τὸ σκότος. ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα εἰς αὐτὸ αὐγήν· καὶ οὐ ψεύδεται ἡ ὅρασις· βλέπεται γὰρ ταῖς ἀληθείαις ὅτι ἐστὶ σκότος.
Galenus de symptomatum causis I 2 Vol. VII p. 98 K. (de oculorum morbis locutus:) οὕτω δὲ καὶ τὸ πνεῦμα τὸ ψυχικὸν ἢ ἀκιβῶς ἐστι καθαρόν, οἷός περ ὁ αἰθήρ, ἢ ὑγρὸν καὶ θολερὸν ὁμίχλης δίκην· καὶ κατὰ τὸ ποσὸν τῆς οὐσίας ἤτοι πλέον ἢ ἔλαττον. ἐὰν μὲν οὖν ἅμα πολύ τε καὶ αἰθερῶδες ὑπάρξῃ, καὶ τὰ πλεῖστον ἀπέχοντα θεᾶται καὶ ἀκριβῆ τὴν διάγνωσιν αὐτῶν ποιεῖται. ἐὰν δὲ ὀλίγον μὲν ᾖ, καθαρὸν δέ, τὰ μὲν ἐγγὺς ἀκριβῶς διαγινώσκει, τὰ πόρρωθεν δὲ οὐχ ὁρᾷ· ἐὰν δὲ ὑγρότερόν τε ἅμα καὶ πολὺ τύχῃ, μέχρι μὲν πλείστου, οὐκ ἀκριβῶς δ’ ὁρᾷ· ὥσπερ γε καὶ εἰ ὑγρόν τε ἅμα καὶ ὀλίγον εἴη, οὔτ’ ἀκριβῶς οὔτ’ ἄχρι πλείστου ὁρᾷ.
Gellius Noct. Att. V 16, 2. Stoici causas esse videndi dicunt radiorum ex oculis in ea, quae videri queunt, emissionem aërisque simul intentionem.
Diogenes Laërt. VII 158. ἀκούειν δὲ ⟨ἡμᾶς⟩ τοῦ μεταξὺ τοῦ [τε] φωνοῦντος καὶ τοῦ ἀκούοντος ἀέρος πληττομένου σφαιροειδῶς, εἶτα κυματουμένου καὶ ταῖς ἀκοαῖς προσπίπτοντος, ὡς κυματοῦται τὸ ἐν τῇ δεξαμενῇ ὕδωρ κατὰ κύκλους ὑπὸ τοῦ ἐμβληθέντος λίθου.
Alexander Aphrod. de anima libri mant. p. 118, 25 Bruns. ἔτι εἰ τὸ γεννητικὸν μόριον ψυχικόν φασίν, τοῦτο δὲ ὑπὸ τὸ φυτικόν, εἴη ἂν καὶ τὸ φυτικὸν πᾶν ψυχικόν.
Philo de incorr. mundi p. 256, 7. καὶ γὰρ εὔηθες, ἄνθρωπον ζῶντα μὲν ὀγδόῳ μέρει ψυχῆς, ὃ καλεῖται γόνιμον, πρὸς τὴν τοῦ ὁμοίου σπορὰν χρῆσθαι, τελευτήσαντα δὲ ὅλῳ ἑαυτῷ. θάνατος γὰρ οὔτι ζωῆς ἀνυσιμώτερος (Sunt verba Stoici cuiusdam, fortasse Panaetii, contra Chrysippum disputantis). cf. Tertullian. de anima c. 14.
Galenus de causis pulsuum IV 3 Vol. IX p. 159 K. διαχεῖται γὰρ τὸ θερμὸν τοῖς ἡδομένοις εἰς ἅπαν τὸ σῶμα καὶ ἡ ἐκτὸς αὐτοῦ κρατεῖ κίνησις, ὥσπερ τοῖς λυπουμένοις ἡ ἐντός.
Galenus de locis affectis V 1 Vol. VIII p. 301 K, καὶ μὴν καὶ καθ’ ἕτερόν τινα τρόπον ἐπὶ — — ἀλγήμασίν τε σφοδροῖς καὶ φόβοις ἰσχυροῖς ἡδοναῖς τε μεγίσταις ἀποθνήσκουσί τινες. ὅσοις γὰρ ἀσθενής ἐστιν ὁ ζωτικὸς τόνος ἰσχυρά τε πάθη ψυχικὰ πάσχουσιν ἐξ ἀπαιδευσίας, εὐδιάλυτος τούτοις ἐστὶν ἡ τῆς ψυχῆς οὐσία. τῶν τοιούτων ἔνιοι καὶ διὰ λύπην ἀπέθανον, οὐ μὴν εὐθέως, ὥσπερ ἐν τοῖς προειρημένοις. ἀνὴρ δ’ οὐδεὶς μεγαλόψυχος οὔτ’ ἐπὶ λύπαις οὔτ’ ἐπὶ τοῖς ἄλλοις ὅσα λύπης ἰσχυρότερα θανάτῳ περιέπεσεν. ὅ τε γὰρ τόνος τῆς ψυχῆς αὐτοῖς ἰσχυρός ἐστι τά τε παθήματα σμικρά.
Galenus de locis affectis IV 3 Vol. VIII p. 233 K. ἕπεται δὲ καὶ σφοδραῖς ὀδύναις τὸ πάθος τοῦτο, καταπίπτοντος ἐν αὐταῖς τοῦ κατὰ τὸ ψυχικὸν πνεῦμα τόνου.
Galenus de sanitate tuenda II 9 Vol. VI p. 138 K. ὁ μέν γε θυμὸς οὐδ’ ἀπλῶς αὔξησις, ἀλλ’ οἷον ζέσις κατὰ τὴν καρδίαν θερμοῦ· διὸ καὶ τὴν οὐσίαν αὐτοῦ τῶν φιλοσόφων οἱ δοκιμώτατοι τοιαύτην εἶναί φασι. συμβεβηκὸς γάρ τι καὶ οὐκ οὐσία τοῦ θυμοῦ ἐστιν ἡ τῆς ἀντιτιμωρήσεως ὄρεξις. Cf. de morborum causis 2 Vol. VII p. 4 K.
Chalcidius ad Timaeum cp. 220. Stoici vero cor quidem sedem esse principalis animae partis consentiunt, nec tamem sanguinem, qui cum corpore nascitur. Spiritum quippe animam esse Zenon quaerit hactenus· quo recedente a corpore moritur animal, hoc certe anima est. naturali porro spiritu recedente moritur animal: naturalis igitur spiritus anima est. Item Chrysippus: una et eadem, inquit, certe re spiramus et vivimus. spiramus autem naturali spiritu: ergo etiam vivimus eodem spiritu. vivimus autem anima naturalis igitur spiritus anima esse invenitur. Haec igitur, inquit, octo in partes divisa invenitur. constat enim e principali et quinque sensibus, etiam vocali substantia et serendi procreandique potentia. Porro animae partes velut ex capite fontis cordis sede manantes per universum corpus porriguntur omniaque membra usque quaque vitali spiritu complent reguntque et moderantur innumerabilibus diversisque virtutibus nutriendo, adolendo, movendo, motibus localibus instruendo, sensibus compellendo ad operandum, totaque anima sensus, qui sunt eius officia, velut ramos ex principali parte illa tamquam trabe pandit, futuros eorum quae sentiunt nuntios, ipsa de iis quae nuntiaverint iudicat ut rex. Ea porro quae sentiuntur composita sunt, utpote corpora, singulique item sensus unum quiddam sentiunt. hic colores, sonus alius, ast ille sucorum sapores discernit, hic vapores
odoraminum, ille asperum levigationemque tactu. aque haec omnia ad praesens. neque tamen praeteritorum meminit sensus ullus nec suspicatur futura. Intimae vero deliberationis et considerationis proprium cuiusque sensus intelligere passionem et ex iis quae nuntiant colligere quid sit illud, et praesens quidem accipere, absentis autem meminisse, futurum item providere. Definit idem intimam mentis deliberationem sic: intimus est motus animae vis rationabilis. Habent quippe etiam muta vim animae principalem, qua discernunt cibos, imaginantur, declinant insidias, praerupta et praecipitia supersiliunt, necessitudinem recognoscunt, non tamen rationabilem, quin potius naturalem. Solus vero homo ex mortalibus principali mentis bono, hoc est ratione, utitur, ut ait idem Chrysippus. Sicut aranea in medietate cassis omnia filorum tenet pedibus exordia, ut, cum quid ex bestiolis plagas incurrerit ex quacunque parte, de proximo sentiat, sic animae principale, positum in media sede cordis, sensuum exordia retinere, ut cum quid nuntiabunt de proximo recognoscat. Vocem quoque dicunt e penetrali pectoris, id est corde mitti, gremio cordis niente spiritu, qua nervis obsitus limes interiectus cor a pulmone secernit utroque et vitalibus ceteris, quo faucium angustias arietante formanteque lingua et ceteris vocalibus organis articulatos edi sonos, sermonis elementa: quo quidem interpretis mentis arcani motus aperiantur. id porro principale animae vocat.Tertullianus de anima cp. 15 (postquam pluribus evicit principale animae in corde esse). Etiam Protagoras, etiam Apollodorus et Chrysippus haec sapiunt.
Galenus de Hipp. et Plat. plac. V 1 (155) p. 404 Mü. Ὁ περὶ τῶν παθῶν τῆς ψυχῆς λόγος ἀναγκαῖος μὲν ἦν ἡμῖν ἐσκέφθαι καὶ δι’ ἑαυτόν· ἀναγκαιότερον δὲ ἐποίησαν αὐτὸν οἱ περὶ τὸν Χρύσιππον εἰς ἀπόδειξιν τοῦ περιέχοντος τόπου τὸ τῆς ψυχῆς ἡγεμονοῦν προσχρησάμενοι. δείξαντες γάρ, ὡς μὲν αὐτοὶ νομίζουσιν, ἅπαντα τὰ πάθη συνιστάμενα κατὰ τὴν καρδίαν, ὡς δὲ τἀληθὲς ἔχει, τὰ κατὰ μόνον τὸν θυμόν, ἔπειτα προσλαβόντες, ὡς ἔνθα ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ καὶ τὸ λογιζόμενον αὐτῆς, οὕτως ἤδη περαίνουσιν, ἐν τῇ καρδίᾳα τὸ λογιστικὸν ὑπάρχειν.
Galenus de Hipp. et Plat. plac. II 5 (99. 100) p. 208 Mü. καὶ τοῦτο βούλεταί γε Ζήνων καὶ Χρύσιππος ἅμα τῷ σφετέρῳ χορῷ παντί, διαδίδοσθαι τὴν ἐκ τοῦ προσπεσόντος ἔξωθεν ἐγγινομένην τῷ μορίῳ κίνησιν εἰς τὴν ἀρχὴν τῆς ψυχῆς, ἵν’ αἴσθηται τὸ ζῷον.
Galenus de Hipp. et Plat. plac. II 2 p. 170 Mü. τὰ γὰρ ἰδιώτικά τε καὶ ῥητορικὰ λήμματα αἰδοῦνται (sc. οἱ περὶ Ἀριστοτέλην) παραλαμβάνειν εἰς ἀποδείξεις ἐπιστημονικάς, ὧν πέπλησται τὰ Χρυσίππου βιβλία, ποτὲ μὲν ἰδιώτας ἐπικαλούμενα μάρτυρας ὧν ὑποτίθεται λημμάτων, ἔστι δ’ ὅτε ποιητάς, ἢ τὴν βελτίστην ἐτυμολογίαν, ἤ τι ἄλλο τοιοῦτον, ἃ περαίνει μὲν οὐδέν, ἀναλίσκει δὲ καὶ κατατρίβει μάτην ἡμῶν τὸν χρόνον αὐτὸ τοῦτο μόνον ἐνδεικνυμένων αὐτοῖς, ὡς οὐκ ἔστιν ἐπιστημονικὰ τὰ τοῦ συμπεράσματος λήμματα, μετὰ ταῦτα δὲ καὶ συγκαταβαινόντων τε καὶ συμπαλαιόντων αὐτοῖς ὑπὲρ τοῦ δεῖξαι καὶ τοὺς ἰδιώτας καὶ τοὺς ποιητὰς οὐδὲν ἧττον ἡμῖν ἢ ἐκείνοις μαρτυροῦντας, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον etc. — — ἐν ἑτέρᾳ πραγματεία δέδεικταί μοι τῇ περὶ ὀνομάτων ὀρθότητος, ἔνθα καὶ περὶ τῆς ἐγὼ φωνῆς ἐπέδειξα τὸν Χρύσιππον ἐτυμολογοῦντα ψευδῶς. τί μὲν οὖν ἔτι δεοίμην ὑπὲρ τῶν αὐτῶν ἐνταῦθα διεξιέναι; Χρυσίππῳ μὲν γὰρ καὶ τοῦτο φίλον, οὐ δὶς ἢ τρίς, ἀλλὰ καὶ τετράκις ἐνίοτε καὶ πεντάκις ὑπὲρ τῶν αὐτῶν ἐν διαφερούσαις πραγματείαις διέρχεσθαι· φυλάξαιτο δ’ ἄν τις αὐτὸ τῶν χρόνου φειδομένων.
Galenus de Hipp. et Plat. III 5 (123) p. 293 Mü. ἀφέμενος οὖν ἤδη τῶν προγεγραμμένων ἐπὶ τὰ ἐφεξῆς τρέψομαι, δι’ ὧν ὁ Χρύσιππος ἄρχεται παρατίθεσθαι τὰς τῶν ποιητῶν μαρτυρίας, μεταξὺ παρεντιθεὶς αὐτῶν ὀλίγους λόγους ἑαυτοῦ, πολλάκις μὲν ὥσπερ ἐξήγησιν ὧν ἡ ῥῆσις βούλεται, πολλάκις δ’ ὥσπερ ἐπιτομήν τινα καὶ οἷον καθόλου τι κεφάλαιον. ἀρξάμενος οὖν ἀπό τινος Ἐμπεδοκλείου ῥήσεως ἐξηγεῖταί τε αὐτὴν καί τινων κατὰ τὴν ἐξήγησιν ἀξιολογωτέρων ἄρχεται λόγων, ἐν οἷς ἐστι καὶ ὁ περὶ τῆς φωνῆς, οὗ κατὰ τὸ δεύτερον ἐμνημόνευσα τῶνδε τῶν ὑπομνημάτων, ibi enim graviores Chrysippi voces se refutavisse, plane futilibus omissis. δόξαν δὲ τοῖς ἑταίροις ἄμεινον εἶναι μηδ’ ὅσα παντάπασιν ἠδολέσχηται τῷ Χρυσίππῳ μηδὲ ταῦθ’ ὑπερβῆναι παντελῶς, ἀλλ’ ἐπισημήνασθαί τε τὴν ἀτοπίαν αὐτῶν, — — διὰ τοῦτο προσέθηκα πάντα ταῦτα. — — περὶ μὲν δὴ τῆς φωνῆς οὐδὲν ἔτι δέομαι λέγειν — — ὅσα δὲ ἐφεξῆς ἔτι τοῦ περὶ ταύτης λόγου κατὰ τὸ τοῦ Χρυσίππου βιβλίον εἰρημένα, τούτων ἤδη μνημονεύσω. ἔστι δὲ τά τε κατὰ τὰς φορὰς τῶν χειρῶν, ὅταν ἐφαπτώμεθα τῶν στέρνων ἡμᾶς αὐτοὺς δεικνύντες, ἔτι τε τὰ κατὰ τὴν ἐγὼ φωνήν, ἃ δὴ κἀν τοῖς ἐτυμολογικοῖς εἶπεν, ἔχειν τι φάσκων αὐτὴν δεικτικὸν ἐκ τοῦ φαινομένου, διὰ τὸ κατὰ τὴν πρώτην ἐν αὐτῇ συλλαβήν ὡς ἐπὶ τὸ στῆθος ἀπάγεσθαι τήν τε κάτω γένυν καὶ τὸ χεῖλος. — — p. 295. ὅμοια δὲ τοῖς τοιούτοις ἐπιχειρήμασι καὶ τὰ κατὰ τὴν ἐτυμολογίαν εἰσὶ τοῦ τῆς καρδίας ὀνόματος, ἑξῆς τῶν
προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ πρῶτον περὶ ψυχῆς, ὧδέ πως ἔχοντα (sequ. verba). Dein Chr. summam totius doctrinae brevibus verbis attigisse refert. p. 296. ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος - πάντα. p. 297. ἑξῆς δὲ περί τε φωνῆς μνημονεύει καὶ νεύρων ἀρχῆς — — καὶ μετὰ ταῦτα τὴν ἀκάρδιος ἐξηγεῖται προσηγορίαν. — — p. 298. ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας. — — p. 303. ἀτόπως οὖν αὐτὸ κατὰ ταῦτα ἐξαχθησόμενον. — — p. 308. ἡψάμην σου τῆς καρδίας. — — p. 309. μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν ἑτέρα τις ἐφεξῆς ἐστιν ἐν ᾗ τοὺς ἀσπλάγχνους τε καὶ τοὺς οὐκ ἔχοντας ἐγκέφαλον ἐξηγεῖται. — — p. 309. κατὰ τοιάνδε μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον — — sequuntur quatuor alia fragmenta huic cohaerentia, p. 314. 15. ἐφεξῆς δὲ τοῖσδε πλῆθος ἐπῶν ὁ Χρύσιππος γράφει τῶν πλείστων ἑαυτῷ μαχομένων, ὡς ἔμπροσθεν ἔδειξα. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις κατὰ ταῦτ’ ἐναντιολογία τοῦ Χρυσίππου πρὸς ἑαυτόν, ἣν ἐν τῷ μετὰ τοῦτ’ ἐπιδείξω βιβλίῳ, καθ’ ὃ περὶ τῶν τῆς ψυχῆς παθῶν ἔγνωκα ποιήσασθαι τὸν λόγον. — — p. 315. ὁ δὲ ποιητὴς πλεονάζων - ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα - ὅτι δὲ τὸ θυμοειδὲς ἐνταῦθά πού ἐστι. — — p. 316. τὰ δ’ ὑπόλοιπα κατὰ τὸ Χρυσίππου βιβλίον ἐπιδραμών, ἐνταῦθά που καὶ αὐτὸς ἤδη καταπαύσω τὸν ἐνεστῶτα λόγον. μετὰ δὲ τὸ πλῆθος τῶν ἐπῶν ἐφεξῆς ὁ Χρύσιππος περί τε φωνῆς καὶ λόγου καὶ νεύρων ἀρχῆς, ὅσα τε τούτοις συνέζευκται διῆλθεν, ἃ δὴ καὶ μόνα τῶν κατὰ τὸ βιβλίον ἔπρεπεν ἀνδρὶ φιλοσόφῳ, περὶ ὧν καὶ ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ διεληλύθαμεν, ὑπερβάντες τὰ περιττῶς ἠδολεσχημένα. — — p. 317. Νυνὶ μέντοι - ἑξῆς προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον.