Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Galenus de foet. format. 4 K. IV 674. ed Bas. I 217. Τί ποτ’ οὖν ἔδοξε Χρυσίππῳ καὶ ἄλλοις πολλοῖς φιλοσόφοις Στωϊκοῖς τε καὶ Περιπατητικοῖς ἀποφήνασθαι περὶ καρδίας, ὡς πρώτη τε φύεται τῶν τοῦ ζώου μορίων, ὑπ’ αὐτῆς τε τἄλλα γίγνοιτο, καὶ ὡς τῷ πρώτως διαπλασθέντι καὶ φλεβῶν καὶ νεύρων ἀναγκαῖον ὑπάρχειν ἀρχήν; ibid. K. 677 οἱ δέ γε ἀποφηνάμενοι τὴν καρδίαν πρώτην διαπεπλάσθαι, μήτε φαινόμενον ἐξ ἀνατομῆς ἔχοντες εἰπεῖν, ἐξ οὗ τὴν ἀρχὴν τῆς εὑρέσεως ἐποιήσαντο, μήτε λογικήν τινα ἀπόδειξιν ἄλλην, ἑτέραν ἀφ’ ἑτέρας συνάπτουσιν ἄγνοιαν, ὑπὸ τῆς καρδίας τἄλλα γεγονέναι φάσκοντες, εἶναί τε ταύτην, ὥσπερ τῆς γενέσεως αὐτῶν, οὕτω καὶ τῆς διοικήσεως ἡγεμόνα. ibid. 6. K. 698. ed. Bas. I 221. πρώτην - ὑπόθεσιν — — ὑποτίθενται, τὴν καρδίαν ἁπάντων πρώτην γίγνεσθαι λέγοντες· δευτέραν δ’ ἐπὶ τῇδε, τἄλλα μόρια διαπλάττειν ἐκείνην, ὡς ἀπολλυμένου τοῦ διαπλάσαντος αὐτὴν καὶ μηκέτ’ ὄντος· εἶτ’ ἐφεξῆς ὡς ἀκόλουθον ἐπιφέροντες, ὅτι καὶ τὸ βουλευόμενον ἡμῶν μέρος τῆς ψυχῆς ἐν ταύτῃ καθέστηκεν· εἰ δὲ τὸ βουλευόμενον καὶ ⟨τὸ⟩ τῶν σιτίων, ὥς φασιν, καὶ πομάτων καὶ ἀφροδισίων καὶ χρημάτων ἐπιθυμοῦν, καὶ δηλαδὴ καὶ τὸ θυμούμενον καὶ φιλονεικοῦν etc.
Plutarchus de comm. not. cp. 44 p. 1083a. Ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπὸ Ἐπιχάρμου· τῶν δ’ ἐν Ἀκαδημείᾳ οἰομένων, μὴ πάνυ ῥᾴδιον μηδ’ αὐτόθεν ἕτοιμον εἶναι τὴν ἀπορίαν — — κατεβόησαν, ὡς τὰς προλήψεις ἀναιρούντων. — — p. 1083c. Οὕτω δέ πως τούτων λεγομένων καὶ τιθεμένων (praecedit Academicorum sententia περὶ αὐξήσεως) τί ἀξιοῦσιν οἱ πρόδικοι τῆς ἐναργείας οὗτοι καὶ κανόνες τῶν ἐννοιῶν; Ἕκαστον ἡμῶν δίδυμον εἶναι καὶ διφυᾶ καὶ διττόν — — δύο σώματα ταὐτὸν ἔχοντα χρῶμα, ταὐτὸν δὲ σχῆμα, ταὐτὸν δὲ βάρος καὶ τόπον ⟨τὸν αὐτόν, καὶ ταῦθʼ⟩ ὑπὸ μηδενὸς ἀνθρώπων ὁρώμενα πρότερον — — ὡς δύο ἡμῶν ἕκαστός ἐστιν ὑποκείμενα, τὸ μὲν οὐσία, τὸ δὲ ⟨ποιότης⟩· καὶ τὸ μὲν ἀεὶ ῥεῖ καὶ φέρεται, μήτ’ αὐξόμενον μήτε μειούμενον, μήτε ὅλως οἷόν ἐστι διαμένον, τὸ δὲ διαμένει καὶ αὐξάνεται καὶ μειοῦται καὶ πάντα πάσχει τἀναντία θατέρῳ, συμπεφυκὸς καὶ συνηρμοσμένον καὶ συγκεχυμένον, καὶ τῆς διαφορᾶς τῇ αἰσθήσει μηδαμοῦ παρέχον ἅψασθαι.
Plutarchus de Stoic. repugn. cp. 29 p. 1047b. Ἐν δὲ ταῖς Φυσικαῖς Θέσεσι περὶ τῶν ἐμπειρίας. καὶ ἱστορίας δεομένων
διακελευσάμενος τὴν ἡσυχίαν ἔχειν, ἂν μήτι κρείττον καὶ ἐναργέστερον ἔχωμεν λέγειν ἵνα, φησί, μήτε Πλάτωνι παραπλησίως ὑπονοήσωμεν, τὴν μὲν ὑγρὰν τροφὴν εἰς τὸν πλεύμονα φέρεσθαι, τὴν δὲ ξηρὰν εἰς τὴν κοιλίαν, μήτε ἕτερα παραπλήσια γεγονότα τούτοις διαπτώματα.Aëtius Plac. V 23, 1. Ἡράκλειτος καὶ οἱ Στωϊκοὶ ἄρχεσθαι τοὺς ἀνθρώπους τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται ὀῤῥός. καὶ γὰρ τὰ δένδρα ἄρχεται τότε τελειότητος, ὅταν ἄρχηται γεννᾶν τὰ σπέρματα, ἀτελῆ δέ ἐστιν ἄωρα καὶ ἄκαρπα ὄντα· τέλειος οὖν τότε ἄνθρωπος· περὶ δὲ τὴν δευτέραν ἑβδομάδα ἔννοια γίνεται καλοῦ τε καὶ κακοῦ καὶ τῆς διδασκαλίας αὐτῶν.
Galenus de usu respirationis toto libro probare studet, ὅτι ἡ ἀναπνοὴ γίνεται διὰ ψύξιν τινὰ τῆς ἐμφύτου θερμασίας.
Diogenes Laërt. VII 158. τὸν δὲ ὕπνον γίνεσθαι ἐκλυομένου τοῦ αἰσθητικοῦ τόνου περὶ τὸ ἡγεμονικόν. αἰτίας δὲ τῶν παθῶν ἀπολείπουσι τὰς περὶ τὸ πνεῦμα τροπάς.
Aëtius Plac. V 24, 4. Πλάτων οἱ Στωϊκοὶ τὸν μὲν ὕπνον γίνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος, οὐ κατὰ ἀναχαλασμὸν καθάπερ † ἐπὶ τῆς γῆς, φερομένου δὲ ὡς ἐπὶ τὸ ἡγεμονικὸν μεσόφρυον· ὅταν δὲ παντελὴς γένηται ἡ ἄνεσις τοῦ αἰσθητικοῦ πνεύματος, τότε γίγνεσθαι θάνατον.
Tertullianus de anima cp. 43. Stoici somnum resolutionem sensualis vigoris affirmant etc. ibid. — — si forte cum Stoicis resolutionem sensualis vigoris somnum determinemus.
Aëtius Plac. V 30, 5. Οἱ Στωϊκοὶ συμφώνως (scil. τῷ Παρμενίδῃ) τὸ γῆρας γίγνεσθαι διὰ τὴν τοῦ θερμοῦ ἔλλειψιν. οἱ γὰρ αὐτῶν πλέον ἔχοντες τὸ θερμὸν ἐπὶ πλεῖον γηρῶσιν.
Galenus de temperamentis l. I cp. 3 (K. Vol. I p. 523). ἀλλ' εἴπερ ὁ θάνατος, φασὶ (scil. οἱ ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως), τοιοῦτος (scil. ψυχρὸς καὶ ξηρός), ἀναγκαῖον ἤδη τὴν ζωήν, ὡς ἂν ἐναντίαν ὑπάρχουσαν αὐτῷ, θερμήν τε εἶναι καὶ ὑγράν· καὶ μὴν εἴπερ ἡ ζωή, φασι, θερμόν τι χρῆμα καὶ ὑγρόν ἐστιν, ἀνάγκη πᾶσα καὶ τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν, εἰ δὲ τοῦτο, παντί που δῆλον ὡς εὐκρατοτάην. ὥστ’ εἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ, καὶ μηδὲν ἄλλο εἶναι τὴν εὐκρασίαν ἢ τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ δέ πως ἡ αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου καὶ Θεοφράστου γε μετ’ αὐτὸν καὶ τῶν Στωϊκῶν.
Galenus adv. Iulianum 4 Vol. XVIII A p. 259. οὐδὲν ἂν εὕροις οὔτ’ Ἀριστοτέλους οὔτε Θεοφράστου βιβλίον, ἐν ᾧ, περὶ νοσημάτων ἀναγκασθέντες εἰπεῖν τι, ⟨ἄνευ τοῦ⟩ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ μνημονεῦσαι διῆλθον τὸν λόγον, ἀλλὰ καὶ τούτων ἀεὶ μέμνηνται καὶ σὺν
αὐτοῖς πολλάκις ἑκατέρας τῆς χολῆς, μελαίνης τε καὶ ξανθῆς, οὐκ ὀλιγάκις δὲ καὶ φλέγματος, οἵ γε τὰς διαφορὰς αὐτῶν διέρχονται, τὸ μὲν ὀξύ, τὸ δ’ ἁλμυρὸν ἢ ἁλυκόν, ἄλλο δὲ γλυκὺ προσαγορεύοντες. οὐ μὴν οὐδὲ Χρύσιππος ἑτέρως, ἀλλ’ οὕτως ἀεὶ καὶ περὶ νοσημάτων καὶ περὶ τῶν χυμῶν διαλέγεται. ⟨καὶ⟩ εἴ τις ἐθέλοι μόνων τῶν εἰρημένων τριῶν ἀνδρῶν ἐκλέγειν τὰς ῥήσεις, οὐκ ὀλίγα πληρώσει βιβλία, σχολάζων δὴ οὕτως τις ὥσπερ Ἰουλιανὸς ἐπὶ τῆς Ἀλεξανδρείας ἐσχόλαζεν. ἐὰν δὲ καὶ τῶν ἄλλων, τῶν Στωϊκῶν ἢ Περιπατητικῶν ἐκλέγειν τὰς ῥήσεις, ὅλην βιβλιοθήκην πληρώσει. Cf. ibid. p. 258. πότερον οὖν Ἀριστοτέλους καὶ Χρυσίππου καὶ τῶν ἄλλων ἁπάντων Περιπατητικῶν τε καὶ Στωϊκῶν ἑξῆς παραγράψω τὰς ῥήσεις, ἐν αἷς φλέγμα καὶ χολὴν αἰτιῶνται καὶ τὰ πρῶτα νοσήματα τέτταρα ὑπάρχειν φασίν, ὥσπερ καὶ τὰ στοιχεῖα, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν etc. Cf. etiam p. 264 et I n. 132.Galenus de morborum causis 1 Vol. VII p. 1 K. 'ἐδείχθη κατὰ μὲν τοὺς ἡνῶσθαί τε καὶ ἠλλοιῶσθαι τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ δοξάζοντας ἅπασα νόσος ὁμοιομεροῦς τε καὶ ἁπλοῦ πρὸς αἴσθησιν σώματος ἤτοι δυσκρασία τις ὑπάρχουσα ἢ τῆς συνεχείας αὐτοῦ τῶν μερῶν διαίρεσις.