Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Galenus in Hippocr. de medic. officina Vol. XVIII B p. 654 K. καὶ μὴν καὶ τοιαύτην ἐξήγησιν ἔγραψάν τινες· οὐ τὸ αὐτὸ σημαίνεσθαί φασιν ἐκ τοῦ φάναι καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαι ἔστι τῷ καὶ τῇ ὄψει καὶ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ ἔστιν αἰσθάνεσθαι. ἰδεῖν μὲν γὰρ ἔστι καὶ θιγεῖν καὶ ἀκούειν μὴ καταληπτικῶς, αἰσθάνεσθαι δὲ οὐκέτι μὴ καταληπτικῶς. ἔστι δὲ ἡ τοιαύτη τῆς αἰσθήσεως ἐξήγησις τοῦ Σιμίου τοῦ Στωϊκοῦ, διὸ καὶ ⟨ὁ⟩ τοῦ Κοΐντου μαθητὴς Ἰφικιανὸς αὐτὴν προσήκατο, τὴν Στωϊκήν ἀσπαζόμενος φιλοσοφίαν. ἀλλ’ ὃ λέγουσίν ἐστι τοιοῦτον. τὸ μὲν ἕτερον μέρος τῆς ῥήσεως περὶ τοῦ γένους μόνου διοίσκει τῶν πραγμάτων, ἐξ ὧν αἱ σημειώσεις ἡμῶν γίγνονται· τὸ δὲ δεύτερον περὶ τοῦ κατ’ αὐτὸ διηκριβωμένου τε καὶ πιστοῦ, ὡς εἰ καὶ οὕτως ἐγέγραπτο· προσῆκε ποιεῖσθαι τὰς διαγνώσεις ἀπὸ τῶν ὁμοίων τε καὶ ἀνομοίων τοῖς κατὰ φύσιν ἐν τῷ τοῦ κάμνοντος σώματι φαινομένων. ταῦτα δέ ἐστι τὰ αἰσθητὰ καὶ τούτων οὐχ ὅσα παρεῖδεν ἢ παρήκουσεν ἢ ὅλως παρῄσθετο κατά τινα τῶν αἰσθήσεων, ἀλλ’ ἃ καλῶς καὶ καταληπτικῶς τῶν αἰσθήσεων ἑκάστῃ ἥσθετο καὶ τῇ γνώμῃ. συγκεχρῆσθαι γάρ φησι τῇ τοῦ αἰσθέσθαι φωνῇ τὸν Ἱπποκράτην κατὰ τῆς γνώμης.

Sextus adv. math. VIII 185. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μέσην ὁδὸν τέμνοντες ἔνια μὲν ὑποκεῖσθαι τῶν αἰσθητῶν ἔλεξαν ὡς ἀληθῆ, ἔνια δὲ μὴ ὑπάρχειν, ψευδομένης περὶ αὐτῶν τῆς αἰσθήσεως.

Cicero Acad. Pr. II 101. Neque nos (scil. Academici) contra sensus aliter dicimus ac Stoici, qui multa falsa esse dicunt longeque aliter se habere ac sensibus videantur.

Aët. Plac. IV 9, 4. Οἱ Στωϊκοὶ τὰς μὲν αἰσθήσεις ἀληθεῖς, τῶν δὲ φαντασιῶν τὰς μὲν ἀληθεῖς, τὰς δὲ ψευδεῖς.

Galenus de dignoscendis pulsibus I 5. Vol. VIII p. 793. πρῶτα γάρ ἐστιν αἰσθητὰ ἐν τοῖς ἡμετέροις σώμασι τὰ παθήματα, δεύτερα δὲ τὰ τούτων ποιητικὰ ἐκτὸς ὑποκείμενα.

Sextus adv. math. IX 352. τοιούτων δὲ ἠπορημένων κατὰ τὸν τόπον εἰώθασιν οἱ δογματικοί - λέγειν ὅτι τὸ μὲν ἐκτὸς ὑποκείμενον καὶ αἰσθητὸν οὔτε ὅλον ἐστὶν οὔτε μέρος, ἡμεῖς δέ ἐσμεν οἱ ἐκείνου τό τε ὅλον καὶ τὸ μέρος ἐπικατηγοροῦντες. ἦν γὰρ τὸ ὅλον τῶν πρός τι· ὡς γὰρ πρὸς τὰ μέρη ἐνοεῖτο τὸ ὅλον· καὶ πάλιν τὰ μέρη τῶν πρός τι· ὡς γὰρ πρὸς τὸ ὅλον νοεῖται τὰ μέρη· τὰ δὲ πρός τι ἐν συμμνημονεύσει ἐστὶν ἡμετέρᾳ, ἡ δὲ ἡμστέρα συμμνημόνευσίς ἐστιν ἐν ἡμῖν. τὸ οὖν ὅλον καὶ τὸ μέρος ἐστὶν ἐν ἡμῖν. τὸ δὲ ἐκτὸς ὑποκείμενον αἰσθητὸν οὔτε ὅλον ἐστὶν οὔτε μέρος, ἀλλὰ πρᾶγμα οὗ ἡμεῖς ἐπικατηγοροῦμεν τὴν ἡμῶν αὐτῶν συμμνημόνευσιν.

Aëti Plac. IV 9, 13. Χρύσιππος τὸ μὲν γενικὸν ἡδὺ νοητόν, τὸ δὲ εἰδικὸν καὶ προσπῖπτον ἤδη αἰσθητόν.

Quae secuntur fragmenta ad Chrysippi doctrinam accommodata esse probabile duco. Is enim κριτήρια ἀπολείπει αἴσθησιν καὶ πρόληψιν (n. 105), is moralia placita eo commendat, quod τῶν ἐμφύτων ἅπτονται προλήψεων (III n. 69); idem dixit τὸ γενικὸν ἡδὺ νοητόν (81) et ἐμπειρίας vocabulo saepius usus est, ut in finis bonorum definitione: ζῆν κατ’ ἐμπειρίαν τῶν φύσει συμβαινόντων (III n. 4).

Aëtii Plac. IV 11. Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ ἔννοια καὶ ὁ κατὰ ἐνδιάθεσιν λόγος. Gal. 92. Οἱ Στωϊκοί φασιν· ὅταν γεννηθῇ ὁ ἄνθρωπος, ἔχει τὸ ἡγεμονικὸν μέρος τῆς ψυχῆς ὥσπερ χάρτην εὔεργον εἰς ἀπογραφήν· εἰς τοῦτο μίαν ἑκάστην τῶν ἐννοιῶν ἐναπογράφεται. - Πρῶτος δὲ [ὁ] τῆς ἀναγραφῆς τρόπος ὁ διὰ τῶν αἰσθήσεων. αἰσθανόμενοι γάρ τινος οἷον λευκοῦ, ἀπελθόντος αὐτοῦ μνήμην ἔχουσιν· ὅταν δὲ ὁμοειδεῖς πολλαὶ μνῆμαι γένωνται, τότε φαμὲν ἔχειν ἐμπειρίαν· ἐμπειρία γάρ ἐστι τὸ τῶν ὁμοειδῶν φαντασιῶν πλῆθος. - Τῶν δὲ ἐννοιῶν αἱ μὲν φυσικῶς γίνονται κατὰ τοὺς εἰρημένους τρόπους καὶ ἀνεπιτεχνήτως, αἱ δὲ ἥδη δι’ ἡμετέρας διδασκαλίας καὶ ἐπιμελείας· αὗται μὲν οὖν ἔννοιαι καλοῦνται μόνον, ἐκεῖναι δὲ καὶ προλήψεις. - Ὁ δὲ λόγος, καθ’ ὃν προσαγορευόμεθα λογικοὶ ἐκ τῶν προλήψεων συμπληροῦσθαι λέγεται κατὰ τὴν πρώτην ἑβδομάδα. ἔστι δ’ ἐννόημα φάντασμα διανοίας λογικοῦ ζῴου· τὸ γὰρ φάντασμα ἐπειδὰν λογικῇ προσπίπτῃ ψυχῇ, τότε ἐννόημα καλεῖται, εἰληφὸς τοὔνομα παρὰ τοῦ νοῦ. - Διόπερ τοῖς ἀλόγοις ζῴοις ὅσα προσπίπτει, φαντάσματα μόνον ἐστίν· ὅσα δὲ ἡμῖν καὶ τοῖς θεοῖς, ταῦτα καὶ φαντάσματα κατὰ γένος καὶ ἐννοήματα κατ’ εἶδος· ὥσπερ τὰ δηνάρια καὶ οἱ στατῆρες αὐτὰ μὲν καθ’ αὑτὰ ὑπάρχει δηνάρια ⟨καὶ⟩ στατῆρες· ἐὰν δὲ εἰς πλοίων δοθῇ μίσθωσιν, τηνικαῦτα πρὸς τῷ δηνάρια εἶναι καὶ ναῦλα λέγεται.

Diocles Magnes apud Diog. Laërt. VII 52. ἡ δὲ κατάληψις γίνεται κατ’ αὐτοὺς αἰσθήσει μὲν λευκῶν καὶ μελάνων καὶ τραχέων καὶ λείων, λόγῳ δὲ τῶν δι’ ἀποδείξεως συναγομένων, ὥσπερ τοῦ θεοὺς εἶναι καὶ προνοεῖν τούτους.

Sextus adv. mat. VIII 409. οἱ δὲ (scil. Stoici) καὶ δι’ ὑποδειγμάτων πειρῶνται τὸ ἀξιούμενον παραμυθεῖσθαι (scil. ὅτι τὰ ἀσώματα οὐ ποιεῖ τι οὐδὲ φαντασιοῖ ἡμᾶς, ἀλλ’ ἡμεῖς ἐσμεν οἱ ἐπ’ ἐκείνοις φαντασιούμενοι cf. § 406). ὥσπερ γάρ, φασίν, ὁ παιδοτρίβης καὶ ὁ ὁπλομάχος ἔσθ’ ὅτε μὲν λαβόμενος τῶν χειρῶν τοῦ παιδὸς ῥυθμίζει καὶ διδάσκει τινὰς κινεῖσθαι κινήσεις, ἔσθ’ ὅτε δὲ ἄπωθεν ἑστὼς καί πως κινούμενος ἐν ῥυθμῷ παρέχει ἑαυτὸν ἐκείνῳ πρὸς μίμησιν, οὕτω καὶ τῶν φανταστῶν ἔνια μὲν οἱονεὶ ψαύοντα καὶ θιγγάνοντα τοῦ ἡγεμονικοῦ ποιεῖται τὴν ἐν τούτῳ τύ

πωσιν, ὁποῖόν ἐστι τὸ λευκὸν καὶ μέλαν καὶ κοινῶς τὸ σῶμα, ἔνια δὲ τοιαύτην ἔχει φύσιν, τοῦ ἡγεμονικοῦ ἐπ’ αὐτοῖς φαντασιουμένου καὶ οὐχ ὑπ’ αὐτῶν, ὁποῖά ἐστι τὰ ἀσώματα λεκτά.

Philo de provid. II § 58 (p. 85 Aucher). Quid tamen, quaeso, sit unquam species, nisi universalis alicuius comprehensio? Et intellectui quid occurrat universale aliud, quod deus prius non fecerit, menti inserens fecunditatem, quae optime est apta ad admovendum sibi singula, occurrentibus signis vel antea conceptis pro naturis inquirendis.

Diocles Magnes apud. Diog. Laërt. VII 52. τῶν-νοουμένων τὰ μὲν κατὰ περίπτωσιν ἐνοήθη, τὰ δὲ καθ’ ὁμοιότητα, τὰ δὲ κατ’ ἀναλογίαν, τὰ δὲ κατὰ μετάθεσιν, τὰ δὲ κατὰ σύνθεσιν, τὰ δὲ κατ’ ἐναντίωσιν. κατὰ περίπτωσιν μὲν οὖν ἐνοήθη τὰ αἰσθητά, καθ’ ὁμοιότητα δὲ [τὰ] ἀπό τινος παρακειμένου, ὡς Σωκράτης ἀπὸ τῆς εἰκόνος, κατ’ ἀναλογίαν δὲ αὐξητικῶς μέν, ὡς ὁ Τιτυὸς καὶ Κύκλωψ, μειωτικῶς δέ, ὡς ὁ Πυγμαῖος. καὶ τὸ κέντρον δὲ τῆς γῆς κατ’ ἀναλογίαν ἐνοήθη ἀπὸ τῶν μικροτέρων σφαιρῶν. κατὰ μετάθεσιν δὲ· οἷον ὀφθαλμοὶ ἐπὶ τοῦ στήθους· κατὰ σύνθεσιν δὲ ἐνοήθη Ἱπποκένταυρος· καὶ κατ’ ἐναντίωσιν θάνατος. νοεῖται δὲ καὶ κατὰ μετάβασίν τινα, ὡς τὰ λεκτὰ καὶ ὁ τόπος. φυσικῶς δὲ νοεῖται δίκαιόν τι καὶ ἀγαθόν· καὶ κατὰ στέρησιν, οἷον ἄχειρ. - Cf. III n. 72.

Sextus adv. math. VIII 56. πᾶσα γὰρ νόησις ἀπὸ αἰσθήσεως γίνεται ἢ οὐ χωρὶς αἰσθήσεως, καὶ ἢ ἀπὸ περιπτώσεως ἢ οὐκ ἄνευ περιπτώσεως. ὅθεν οὐδὲ τὰς λεγομένας ψευδεῖς φαντασίας, οἷον τὰς καθ’ ὕπνους ἢ τὰς κατὰ μανίαν, εὑρήσομεν ἀπηρτημένας τῶν διὰ τῆς αἰσθήσεως κατὰ περίπτωσιν ἡμῖν ἐγνωσμένων. - καὶ καθόλου οὐδέν ἐστιν εὑρεῖν κατ’ ἐπίνοιαν ὃ μὴ ἔχει τις αὑτῷ κατὰ περίπτωσιν ἐγνωσμένον. τοῦτο γὰρ ἢ καθ’ ὁμοιότητα τῶν ἐν περιπτώσει πεφηνότων ληφθήσεται ἢ κατὰ παραύξησιν ἢ κατὰ μείωσιν ἢ κατ’ ἐπισύνθεσιν (sequuntur exempla) cf. id. IX 393-395.

Galenus defin. medicae 126 Vol. XIX p. 381 K. ἐπίνοιά ἐστιν ἐναποκειμένη νόησις· νόησις δὲ λογικὴ φαντασία.

Sextus adv. math. VII 151. τρία γὰρ εἶναί φασιν ἐκεῖνοι (Stoici ab Arcesilao impugnati i.e. Zeno et Cleanthes) τὰ συζυγοῦντα ἀλλήλοις, ἐπιστήμην καὶ δόξαν καὶ τὴν ἐν μεθορίᾳ τούτων τεταγμένην κατάληψιν, ὧν ἐπιστήμην μὲν εἶναι τὴν ἀσφαλῆ καὶ βεβαίαν καὶ ἀμετάθετον ὑπὸ λόγου κατάληψιν, δόξαν δὲ τὴν ἀσθενῆ καὶ ψευδῆ συγκατάθεσιν, κατάληψιν δὲ τὴν μεταξὺ τούτων, ἥτις ἐστὶ καταληπτικῆς φαντασίας συγκατάθεσις· καταληπτικὴ δὲ φαντασία κατὰ τούτους ἐτύγχανεν ἡ ἀληθὴς καὶ τοιαύτη οἵα οὐκ ἂν γένοιτο ψευδής. ὧν τὴν μὲν ἐπιστήμην ἐν μόνοις ὑφίστασθαι λέγουσι τοῖς

σοφοῖς, τὴν δὲ δόξαν ἐν μόνοις τοῖς φαύλοις, τὴν δὲ κατάληψιν κοινὴν ἀμφοτέρων εἶναι καὶ ταύτην κριτήριον ἀληθείας καθεστάναι.

Sextus adv. math. VIII 396. ἐπεὶ καὶ οἱ Στωϊκοὶ μάλιστα δοκοῦσιν ἐξηκριβωκέναι τοὺς ἀποδεικτικοὺς τρόπους, φέρε καὶ πρὸς τούτους ὀλίγα διεξέλθωμεν. - 397. ἔστι μὲν οὖν ἡ κατάληψις, ὡς ἔστι παρ’ αὐτῶν ἀκούειν, καταληπτικῆς φαντασίας συγκατάθεσις, ἥτις διπλοῦν ἔοικεν εἶναι πρᾶγμα, καὶ τὸ μέν τι ἔχειν ἀκούσιον, τὸ δὲ ἑκούσιον καὶ ἐπὶ τῇ ἡμετέρᾳ κρίσει κείμενον. τὸ μὲν γὰρ φαντασιωθῆναι ἀβούλητον ἦν· καὶ οὐκ ἐπὶ τῷ πάσχοντι ἔκειτο ἀλλ’ ἐπὶ τῷ φαντασιοῦντι τὸ οὑτωσὶ διατεθῆναι, οἷον λευκαντικῶς λευκοῦ ὑποπεσόντος χρώματος ἢ γλυκαντικῶς γλυκέος τῇ γεύσει προσαχθέντος· τὸ δὲ συγκαταθέσθαι τούτῳ τῷ κινήματι ἔκειτο ἐπὶ τῷ παραδεχομένῳ τὴν φαντασίαν.

Cicero Acad. Pr. II 119. Quamcumque vero sententiam probaverit (scil. sapiens), eam sic animo comprensam habebit ut ea, quae sensibus, nec magis adprobabit nunc lucere, quam, quoniam Stoicus est, hunc mundum esse sapientem, habere mentem, quae et se et ipsum fabricata sit et omnia moderetur, moveat, regat. Erit ei persuasum etiam solem, lunam, stellas omnes, terram, mare deos essse, quod quaedam animalis intelligentia per omnia ea permanet et transeat; fore tamen aliquando, ut omnis hic mundus ardore deflagret.

Galenus defin. medicae 7. Vol. XIX p. 350. ἐπιστήμη ἐστὶ κατάληψις ἀσφαλὴς καὶ ἀμετάπτωτος ὑπὸ λόγου. δυνατὸν δὲ καὶ οὕτως ὁρίσασθαι· ἐπιστήμη ἐστὶν ἕξις ἀμετάπτωτος ἐκ φαντασιῶν δόξαν ἀμέμπτως ὑπὸ λόγου παρεχομένη, 8. τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. ἢ οὕτως· τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένον ἐφ’ ἓν τέλος τὴν ἀναφορὰν ἐχόντων.

Scholia in Dionys. Thrac. p. 649 Bekker Anecd. Gr. II. Οἱ δὲ Στωϊκοὶ λέγουσι· τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων ἐμπειρίᾳ συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ.