Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Aëtius Plac. III 15, 2. Οἱ δὲ Στωϊκοί φασι· σεισμός ἐστι τὸ ἐν τῇ γῇ ὑγρὸν εἰς ἀέρα διακρινόμενον καὶ ἐκπῖπτον.

Aëtius Plac. V 26, 3. Οἱ Στωϊκοὶ δὲ καὶ Ἐπικούρειοι οὐκ ἔμψυχα (τὰ φυτὰ scil.). τινὰ γὰρ ψυχῆς ὁρμητικῆς εἶναι καὶ ἐπιθυμητικῆς, τινὰ δὲ καὶ λογικῆς· τὰ δὲ φυτὰ αὐτομάτως πως κινεῖσθαι, οὐ διὰ ψυχῆς. Cf. Theodoret V, 25 p. 73, 39

Themistius paraphr. in Aristot. de anima II, 2 p. 83 Sp. μέσος τοίνυν Πλάτωνος καὶ τῶν ἀπὸ τῆς Στοᾶς Ἀριστοτέλης, ἔμψυχα μὲν τὰ φυτὰ λέγων, ζῷα δὲ μή· ἐκείνων δὲ ὁ μὲν ἄμφω, οἱ δὲ οὐδέτερον.

Galenus de Hipp. et Plat. plac. VI (509 M. 561 K.). οἱ δὲ Στωϊκοὶ οὐδὲ ψυχὴν ὅλως ὀνομάζουσι τὴν τὰ φυτὰ διοικοῦσαν, ἀλλὰ φύσιν.

Alexander Aphrod. de anima libri mant. p. 118, 12 Bruns. ὅτι γὰρ τὸ φυτικὸν ψυχή ἐστι καὶ ψυχῆς μέρος καὶ δύναμις, οὗ μόρια τὸ θρεπτικὸν καὶ τὸ αὐξητικὸν καὶ γεννητικόν, ἀλλὰ οὐκ, ὥς τινές φασιν, φύσις δείξομεν.

Galenus de foetuum formatione 3. K. IV p. 665. καὶ μέντοι καὶ περὶ τῆς τῶν φυτῶν γενέσεως ἐσκέφθαι τι χρὴ πρότερον· ἐκ γὰρ τῶν εἰς ταῦτα ἀναγκαίων ἕν ἐστι καὶ τὸ γιγνώσκειν, ὁποίων τε καὶ ὁπόσων δεῖται τὸ κύημα, μέχρις ἂν ὑπὸ μιᾶς διοικῆται ψυχῆς, ὡς τὰ φυτά. Καλοῦμεν δὲ τὴν ψυχὴν ταύτην, ὅταν μὴ περὶ τούτου προκείμενον ᾖ σκοπεῖν, τῷ κοινῷ πάσης οὐσίας προσρήματι φύσιν ὀνομάζοντες, ὃ κἀν ταῖς ἀκριβέσι σκέψεσιν οἱ περὶ Χρύσιππον ἐφύλαξαν etc.

Philo de mundi opificio § 43 Vol. I p. 13, 21 Wendl. Ἀλλ’ οὐ μόνον ἦσαν οἱ καρποὶ τροφαὶ ζῴοις, ἀλλὰ καὶ παρασκευαὶ πρὸς τὴν τῶν ὁμοίων ἀεὶ γένεσιν, τὰς σπερματικὰς οὐσίας περιέχουσαι, ἐν αἷς ἄδηλοι καὶ ἀφανεῖς οἱ λόγοι τῶν ὅλων εἰσί, δῆλοι καὶ φανεροὶ γινόμενοι καιρῶν περιόδοις.

Clemens Al. Stromat. II p. 487 Pott. Τῶν γὰρ κινουμένων ἃ μὲν καθ’ ὁρμὴν καὶ φαντασίαν κινεῖται, ὡς τὰ ζῷα· τὰ δὲ κατὰ μετάθεσιν, ὡς τὰ ἄψυχα· κινεῖσθαι δὲ καὶ τῶν ἀψύχων τὰ φυτὰ μεταβατικῶς φασὶν εἰς αὔξησιν, εἰ τις αὐτοῖς ἄψυχα εἶναι συγχωρήσει τὰ φυτά. Ἕξεως μὲν οὖν οἱ λίθοι, φύσεως δὲ τὰ φυτά, ὁρμῆς δὲ καὶ φαντασίας τῶν τε αὖ δυοῖν τῶν προειρημένων καὶ τὰ ἄλογα μετέχει ζῷα· ἡ λογικὴ δὲ δύναμις ἰδία οὖσα τῆς ἀνθρωπείας ψυχῆς οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασίας καὶ μὴ συναποφέρεσθαι αὐταῖς.

Galenus comm. 5 in Hippocr. epid. 6 ed. Bas. V 510 K. XVII B. 250. τοῖς Στωϊκοῖς δ’ ἔθος ἐστὶ φύσιν μὲν ὀνομάζειν ᾗ τὰ φυτὰ διοικεῖται, ψυχὴν δὲ ᾗ τὰ ζῷα· τὴν ⟨δʼ⟩ οὐσίαν ἀμφοτέρων μὲν τίθενται τὸ σύμφυτον πνεῦμα καὶ διαφέρειν ἀλλήλων οἴονται ποιότητι. ξηρότερον μὲν γὰρ πνεῦμα τὸ τῆς ψυχῆς, ὑγρότερον δὲ τὸ τὴς φύσεως εἶναι, δεῖσθαι δ’ ἄμφω πρὸς διαμονὴν οὐ τροφῆς μόνον, ἀλλὰ καὶ ἀέρος.

[Galenus] introductio s. medicus 9 ed. Bas. IV 375. K. XIV 697. πνεύματα δὲ κατὰ τοὺς παλαιοὺς δύο ἐστί, τό τε ψυχικὸν καὶ τὸ φυσικόν. οἱ δὲ Στωϊκοὶ καὶ τρίτον εἰσάγουσι τὸ ἑκτικόν, ὃ καλοῦσιν ἕξιν. ibid. p. 726. τοῦ δὲ ἐμφύτου πνεύματος διπτὸν εἶδος, τὸ μὲν φυσικόν, τὸ δὲ ψυχικόν· εἰσὶ δὲ οἳ καὶ τρίτον εἰσάγουσι, τὸ ἑκτικόν· ἑκτικὸν μὲν οὖν ἐστι πνεῦμα τὸ συνέχον τοὺς λίθους, φυσικὸν δὲ τὸ τρέφον τὰ ζῷα καὶ τὰ φυτά, ψυχικὸν δὲ τὸ ἐπὶ τῶν ἐμψύχων αἰσθητικά τε ποιοῦν τὰ ζῷα καὶ κινούμενα πᾶσαν κίνησιν.

Proclus in Plat. Parmen. Vol. V p. 135 ed. Cousin. ἵνα δὲ μένῃ τὰ μετέχοντα τῆς ἰδέας ἀεὶ καὶ μηδέποτε ἐκλείπῃ, δεῖ τινος ἄλλης αἰτίας, οὐκ ἐν αὐτοῖς οὔσης ἢ κινουμένης, ἀλλ’ ἐφ’ ἑαυτῆς ἱδρυμένης, πρὸ τῶν κινουμένων ἀκινήτου καὶ διὰ τὴν οἰκείαν σταθερότητα προξενούσης καὶ τοῖς κινουμένοις τὴν ἀνέκλειπτον μετοχήν· ταύτης γὰρ ἐφιέμενοι πάντες τῆς αἰτίας, οἱ μὲν τοὺς σπερματικοὺς λόγους εἶναι τούτους οἰηθέντες, ἀφθάρτους αὐτοὺς ἐποίησαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· οἱ δὲ etc.

Galenus adv. Iulianum 5. Vol. XVIII A p. 266 K. ἅπαν μὲν γὰρ φυτὸν ὑπὸ φύσεως διοικεῖται, πᾶν δὲ ζῷον ὑπὸ φύσεως τε ἅμα καὶ ψυχῆς· εἴ γε δὴ τὴν μὲν τοῦ τρέφεσθαί τε καὶ αὐξάνεσθαι καὶ τῶν τοιούτων ἔργων αἰτίαν ὀνομάζομεν ἅπαντες ἄνθρωποι φύσιν, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ ἐξ ἑαυτῆς κινήσεως ψυχήν.

Philo de fuga et inventione § 112 Vol. III p. 133, 26 Wendl. Ὅ τε γὰρ τοῦ Ὄντος λόγος, δεσμὸς ὢν τῶν ἁπάντων, ὡς εἴρηται, καὶ συνέχει τὰ μέρη πάντα καὶ σφίγγει, κωλύων αὐτὰ διαλύεσθαι καὶ διαρτᾶσθαι. Ἥ τ’ ἐπὶ μέρους ψυχή, καθ’ ὅσον δυνάμεως μεμοίραται, τῶν τοῦ σώματος οὐδὲν ἀποσχίζεσθαι καὶ ἀποτέμνεσθαι μερῶν παρὰ φύσιν ἐᾷ, τὸ δ’ ἐπ’ αὐτῇ πάντα ὁλόκληρα ὄντα ἁρμονίαν καὶ ἕνωσιν ἀδιάλυτον ἄγει τὴν πρὸς ἄλληλα etc.

lamblichus de anima apud Stobaeum ecl. I p. 375, 20 W. κατὰ δ’ αὖ τοὺς Στωϊκοὺς ἀτελέστερα ἀεὶ ἀπομερίζεται τὰ τοιαῦτα τῆς ζωῆς

ἐνεργήματα· καὶ ὅσῳ ἂν ᾗ προϊόντα προσωτέρω τῆς ἀλογίας, τοσῷδε μᾶλλον ἐπὶ τὸ ἀτελέστερον ἀποφέρεται τὰ καταδεέστερα τῶν πρεσβυτέρων.

Clemens Al. Stromat. VII 6 p. 850 Pott. ἤδη δὲ τὰ μὲν χερσαῖα καὶ τὰ πτηνὰ τὸν αὐτὸν ταῖς ἡμετέραις ψυχαῖς ἀναπνέοντα ἀέρα τρέφεται, συγγενῆ τῷ ἀέρι τὴν ψυχὴν κεκτημένα· τοὺς δὲ ἰχθῦς οὐδὲ ἀναπνεῖν φασὶ τοῦτον τὸν ἀέρα, ἀλλ’ ἐκεῖνον ὃς ἐγκέκραται τῷ ὕδατι εὐθέως κατὰ τὴν πρώτην γένεσιν, καθάπερ καὶ τοῖς λοιποῖς στοιχείοις· ὃ καὶ δεῖγμα τῆς ὑλικῆς διαμονῆς.

Philo de mundi opificio § 66 Vol. I p. 21, 21 Wendl. Διὸ τῶν ἐμψύχων πρώτους ἐγέννησεν ἰχθύας, πλέον μετέχοντας σωματικῆς ἢ ψυχικῆς οὐσίας, τρόπον τινὰ ζῷα καὶ οὐ ζῷα, κινητὰ ἄψυχα, πρὸς αὐτὸ μόνον τὴν τῶν σωμάτων διαμονὴν παρασπαρέντος αὐτοῖς τοῦ ψυχοειδοῦς, καθάπερ φασὶ τοὺς ἅλας τοῖς κρέασιν, ἵνα μὴ ῥᾳδίως φθείροιντο.

Cicero de finibus V 38. ut non inscite illud dictum videatur in sue, animum illi pecudi datum pro sale, ne putisceret. Cf. Varro de r. r. II 4, 10. Plut. quaest. conv. V 10, 3. Clemens Alex. Strom. II 20, 105 p. 484 P.

Plutarchus de Stoic. repugn. cp. 12 p. 1038b. ἐν δὲ τῷ πρώτῳ περὶ Δικαιοσύνης καὶ τὰ θηρία φησὶ συμμέτρως τῇ χρεῖᾳ τῶν ἐκγόνων ᾠκειῶσθαι πρὸς αὐτά, πλὴν τῶν ἰχθύων· αὐτὰ γὰρ τὰ κυήματα τρέφεται δι’ αὑτῶν. - ἡ γὰρ οἰκείωσις αἴσθησις ἔοικε τοῦ οἰκείου καὶ ἀντίληψις εἶναι.

Origenes contra Celsum IV 87. Vol. I p. 357, 25 Kö. (p. 567 Del.). Ἔστω δὲ καὶ ἄλλα ὑπὸ τῶν ζῴων γιγνώσκεσθαι ἀλεξιφάρμακα, τί οὖν τοῦτο πρὸς τὸ μὴ φύσιν ἀλλὰ λόγον εἶναι τὸν εὑρίσκοντα ταῦτα ἐν τοῖς ζῴοις; εἰ μὲν γὰρ λόγος ἦν ὁ εὑρίσκων, οὐκ ἂν ἀποτεταγμένως τόδε τι μόνον εὑρίσκετο ἐν ὄφεσιν, ἔστω καὶ δεύτερον καὶ τρίτον, καὶ ἄλλο τι ἐν ἀετῷ καὶ οὕτως ἐν τοῖς λοιποῖς ζῴοις· ἀλλὰ τοσαῦτα ἂν ὅσα καὶ ἐν ἀνθρώποις· νυνὶ δὲ φανερὸν ἐκ τοῦ ἀποτεταγμένως πρός τινα ἑκάστου φύσιν ζῴου νενευκέναι βοηθήματα, ὅτι οὐ σοφία οὐδὲ λόγος ἐστὶν ἐν αὐτοῖς, ἀλλά τις φυσικὴ πρὸς τὰ τοιάδε σωτηρίας ἕνεκεν τῶν ζῴων κατασκευή, ὑπὸ τοῦ λόγου γεγενημένη.

Philo de animalibus adv. Alexandrum p. 147 Aucher. Canis cum persequebatur feram, perveniens ad fossam profundam, iuxta quam duae erant semitae, una ad dextram, altera in sinistram, paululum se sistens, quo ire oporteat, meditabatur. Currens autem ad dexteram et nullum inveniens vestigium, reversus per alteram ibat. Quando vero neque in ista aperte appareret aliquod signum, transiliens fossam curiose indagat, praeter odoratum cursum accelerans; satis declarans non obiter haec facere, sed potius vera inquisitione consilii. Consilium autem talis cogitationis dialectici appellant demonstrativum evidens quinti modi: Quoniam vel ad dextram fera fugit vel ad sinistram aut demum transsiliit, ⟨atqui neque ad dextram fugit neque ad sinistram; ergo transsiliit⟩.

idem p. 166 Aucher. Proscribenda et opinio eorum, qui canem venaticum bestias persequentem autumarunt quinto argumenti modo uti. Idem dicendum de collectoribus conchyliorum deque quaerentibus quidquam; indicia enim rerum sequentur, apparenter sub specie dialectica, verum tamen nec per somnium quidem philosophentur, alioquin dicendum esset de omnibus aliquid quaerentibus, quod quintum illum modum usurpent. —  — Nos enim dicimus, quod ex decentibus bonisque sibi convenientibus multisque rebus invantibus ad sanitatem perseverationemque valetudinis habent appetitionem et universali comprehensione universorum carentes eam possident certitudinem, quae in propria specie cernitur. Verum tamen rationalis habitus necesse est illa nullam habere participationem. Rationalis autem habitus est syllogismus ex apprehensione entium, quae minime adsunt; ut intellectus de deo, de mundo, de lege, de patrio more, de civitate, de politica - quorum nihil percipiunt bestiae.