Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Philo quaest. et solut. in Genesin IV 215 (p. 416 Aucher). In homine mens similis est caelo, quoniam rationales sunt partes utriusque, una mundi, altera animae.
Diogenes Laërt. VII 139. Χρύσιππος δὲ ἐν τῷ πρώτῳ περὶ προνοίας καὶ Ποσειδώνιος ἐν τῷ περὶ θεῶν τὸν οὐρανόν φασι τὸ ἡγεμονικὸν τοῦ κόσμου, Κλεάνθης δὲ τὸν ἥλιον. ὁ μέντοι Χρύσιππος διαφορώτερον πάλιν τὸ καθαρώτατον τοῦ αἰθέρος ἐν ταὐτῷ.
Plutarchus de comm. not. cp. 34 p. 1076f. ἀλλὰ μὴν τόν γε κόσμον εἶναι πόλιν καὶ πολίτας τοὺς ἀστέρας, εἰ δὲ τοῦτο, καὶ φυλέτας καὶ ἄρχοντας δηλονότι καὶ βουλευτὴν τὸν ἥλιον καὶ τὸν ἕσπερον πρύτανιν ἢ ἀστυνόμον, οὐκ οἶδ’ ⟨εἰ⟩ μὴ τοὺς ἐλέγχοντας τὰ τοιαῦτα τῶν λεγόντων καὶ ἀποφαινομένων ἀποδείκνυσιν ἀτοπωτέρους.
Plutarchus de facie in orbe lunae cp. 6 p. 923e. γῆν δὲ φατὲ ὑμεῖς (scil. Stoici) ἄνευ βάσεως καὶ ῥίζης διαμένειν. πάνυ μὲν οὖν, εἶπεν ὁ Φαρνάκης, τὸν οἰκεῖον καὶ κατὰ φύσιν τόπον ἔχουσαν, ὅσπερ αὐτῇ, τὸν μέσον· οὗτος γάρ ἐστι περὶ ὃν ἀντερείδει πάντα τὰ βάρη ῥέποντα, καὶ φέρεται καὶ συννεύει πανταχόθεν· ἡ δὲ ἄνω χώρα πᾶσα κἄν τι δέξηται γεῶδες ὑπὸ βίας ἀναῤῥιφέν, εὐθὺς ἐκθλίβει δεῦρο, μᾶλλον δὲ ἀφίησιν ᾗ πέφυκεν οἰκείᾳ ῥοπῇ καταφερόμενον. cp. 8 in. ἑτέρους φασὶ γελοιάζειν ἄνω τὴν Σελήνην, γῆν οὖσαν, ἐνιδρύοντας οὐχ ὅπου τὸ μέσον ἐστί. καίτοι γε εἰ πᾶν σῶμα ἐμβριθὲς εἰς τὸ αὐτὸ συννεύει, καὶ πρὸς τὸ αὑτοῦ μέσον ἀντερείδει πᾶσι τοῖς μορίοις, οὐχ ὡς μέσον οὖσα τοῦ παντὸς· ἡ γῆ μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη αὐτῆς ὄντα τὰ βάρη· καὶ τεκμήριον ἔσται ⟨τὸ πάθος⟩ τῶν ῥεπόντων, οὐ τῇ ⟨γῇ⟩ τῆς μεσότητος πρὸς τὸν κόσμον, ἀλλὰ πρὸς τὴν γῆν κοινωνίας τινὸς καὶ συμφυίας τοῖς ἀποσπωμένοις αὐτῆς, εἶτα πάλιν καταφερομένοις. cp. 9. ὁρᾶτε ὅτι γελοῖόν ἐστιν εἰ γῆν οὐ φήσομεν εἶναι τὴν Σελήνην, ὅτι τῆς κάτω χώρας ἀφέστηκεν etc.
Aëtius Plac. III 9, 3. Οἱ Στωϊκοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην.
Aëtius Plac. III 10, 1. Θαλῆς καὶ οἱ Στωϊκοὶ καὶ οἱ ἀπ’ αὐτῶν σφαιροειδῆ τὴν γῆν.
Diogenes Laërt. VII 156. ζῶναί τε ἐπὶ τῆς γῆς εἰσι πέντε· πρώτη βόρειος [καὶ] ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψῦχος. δευτέρα εὔκρατος· τρίτη ἀοίκητος ὑπὸ καύματος, ἡ διακεκαυμένη καλουμένη· τετάρτη ἡ ἀντεύκρατος· πέμπτη νότιος, ἀοίκητος διὰ ψῦχος.
Diogenes Laërt. VII 144. τῶν δὲ ἄστρων τὰ μὲν ἀπλανῆ συμπεριφέρεσθαι τῷ ὅλῳ οὐρανῷ, τὰ δὲ πλανώμενα κατ’ ἰδίας κινήσεις
κινεῖσθαι. τὸν δὲ ἥλιον λοξὴν τὴν πορείαν ποιεῖσθαι διὰ τοῦ ζῳδιακοῦ κύκλου· ὁμοίως καὶ τὴν σελήνην ἑλικοειδῆ. εἶναι δὲ τὸν μὲν ἥλιον εἰλικρινὲς πῦρ (Posidonius) καὶ μείζονα τῆς γῆς (Posidonius) ἀλλὰ καὶ σφαιροειδῆ (Posidonius) ἀναλόγως τῷ κόσμῳ. πῦρ μὲν οὖν εἶναι, ὅτι τὰ πυρὸς πάντα ποιεῖ· μείζω δὲ τῆς γῆς τῷ πᾶσαν ὑπ’ αὐτοῦ φωτίζεσθαι, ἀλλὰ καὶ τὸν οὐρανόν. καὶ τὸ τὴν γῆν δὲ κωνοειδῆ σκιὰν ἀποτελεῖν τὸ μείζονα εἶναι σημαίνει· πάντοθεν δὲ βλέπεσθαι διὰ τὸ μέγεθος. γεωδεστέραν δὲ τὴν σελήνην, ἅτε καὶ προσγειοτέραν οὖσαν. τρέφεσθαι δὲ τὰ ἔμπυρα ταῦτα καὶ τὰ ἄλλα ἄστρα, τὸν μὲν ἥλιον ἐκ τῆς μεγάλης θαλάττης νοερὸν ὄντα ἄναμμα· τὴν δὲ σελήνην ἐκ ποτίμων ὑδάτων, ἀερομιγῆ τυγχάνουσαν καὶ πρόσγειον οὖσαν, (Posidonius) τὰ δ’ ἄλλα ἀπὸ τῆς γῆς. δοκεῖ δὲ αὐτοῖς σφαιροειδῆ εἶναι καὶ τὰ ἄστρα καὶ τὴν γῆν, ἀκίνητον οὖσαν. τὴν δὲ σελήνην οὐκ ἴδιον ἔχειν φῶς, ἀλλὰ παρ’ ἡλίου λαμβάνειν ἐπιλαμπομένην. ἐκλείπειν δὲ τὸν μὲν ἥλιον ἐπιπροσθούσης αὐτῷ σελήνης κατὰ τὸ πρὸς ἡμᾶς μέρος (Zeno ἐν τῷ περὶ τοῦ ὅλου). φαίνεται γὰρ ὑπερχομένη ταῖς συνόδοις καὶ ἀποκρύπτουσα αὐτὸν καὶ πάλιν παραλλάττουσα. γνωρίζεται δὲ τοῦτο διὰ λεκάνης ὕδωρ ἐχούσης.Diogenes Laërt. VII 155. κύκλους δὲ εἶναι ἐν τῷ οὐρανῷ πέντε, ὧν πρῶτον ἀρκτικὸν ἀεὶ φαινόμενον, δεύτερον τροπικὸν θερινόν, τρίτον ἰσημερινόν, τέταρτον χειμερινὸν τροπικόν, πέμπτον ἀνταρκτικὸν ἀφανῆ. λέγονται δὲ παράλληλοι. καθότι οὐ συννεύουσιν εἰς ἀλλήλους· γράφονται μέντοι περὶ τὸ αὐτὸ κέντρον. ὁ δὲ ζῳδιακὸς λοξός ἐστιν ὡς ἐπιὼν τοὺς παραλλήλους.
Stobaeus I p. 214, 1 W. Χρύσιππος τὸν ἥλιον εἶναι τὸ ἀθροισθὲν ἔξαμμα νοερὸν ἐκ τοῦ τῆς θαλάσσης ἀναθυμιάματος, σφαιροειδῆ δὲ εἶναι τῷ σχήματι (Diels Arii Didymi epitom. phys. fragm. 33).
Achilles Isagoge 14 p. 139 in Petav. Uranol. σχῆμα δὲ αὐτοῦ (scil. τοῦ ἡλίου) οἱ μὲν δισκοειδές, Ἡράκλειτος δὲ σκαφοειδές. Στωϊκοὶ δὲ σφαιροειδὲς εἶναι λέγουσι.
Aëtius Plac. II 22, 3. Οἱ Στωϊκοὶ σφαιροειδῆ (τὸν ἥλιον) ὡς τὸν κόσμον καὶ τὰ ἄστρα.