Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Aëtius Plac. II 2, 1. Οἱ μὲν Στωϊκοὶ σφαιροειδῆ τὸν κόσμον.
Philo quaest. et solut. in Exodum II 90 (p. 528 Aucher). Vides quod terra et aqua, quippe quae in medio sunt totius aëris ignisque, caelo circumlato, firmatae sunt non aliunde unquam, sed sese invicem tenendo mutuis vinculis secundum ligantem eos divinum sermonem sapientissimo artificio perfectissimaque harmonia?
Cicero de nat. deor. II 115. ita stabilis est mundus atque ita cohaeret ad permanendum, ut nihil ne excogitari quidem possit aptius. Omnes enim partes eius undique medium locum capessentes nituntur aequaliter. Maxime autem corpora inter se iuncta permanent, cum quasi quodam vinculo circumdato colligantur; quod facit ea natura, quae per omnem mundum, omnia mente et ratione conficiens, funditur et ad medium rapit et convertit extrema.
Plutarchus de Stoic. repugn. cp. 44 p. 1054e. Ταῦτα δ’ οὐκ ἂν ἑφοβεῖτο (mundum deletum iri, partibus in medium infiniti spatii confluentibus) μὴ φύσει τὰ σώματα φέρεψθαι πανταχόθεν ἐπὶ τὸ μέσον ἡγούμενος, οὐ τῆς οὐσίας, ἀλλὰ τῆς περιεχούσης τὴν οὐσίαν χώρας· περὶ οὖ καὶ πολλάκις εἴρηκεν ὡς ἀδυνάτου καὶ παρὰ φύσιν ὄντος· οὐ γὰρ ὑπάρχειν ἐν τῷ κενῷ διαφοράν, ἣ τὰ σώματα δευρὶ μᾶλλον ἢ δευρὶ προσάγεται· τὴν δὲ τοῦ κόσμου τούτου σύνταξιν αἰτίαν εἶναι τῆς κινήσεως, ἐπὶ τὸ κέντρον καὶ τὸ μέσον αὐτοῦ νευόντων καὶ φερομένων πανταχόθεν. Ἀρκεῖ δ’ εἰς τοῦτο παραθέσθαι λέξιν ἐκ τοῦ δευτέρου περὶ Κινήσεως. Ὑπειπὼν γὰρ ὅτι τέλεον μὲν ὁ κόσμος σῶμά ἐστιν, οὐ τέλεα δὲ τὰ τοῦ κόσμου μέρη, τῷ πρὸς τὸ ὅλον πως ἔχειν, καὶ μὴ καθ’ αὑτὰ εἶναι, καὶ περὶ τῆς κινήσεως αὐτοῦ διελθὼν ὡς ἐπὶ τὴν συμμονὴν καὶ τὴν συνοχὴν τὴν ἑαυτοῦ κινεῖσθαι διὰ τῶν μερῶν πάντων πεφυκότος, οὐκ ἐπὶ τὴν διάλυσιν καὶ τὴν θρύψιν, ταῦτ’ εἴρηκεν· Οὕτω δὲ τοῦ ὅλου τεινομένου εἰς ταὐτὸ καὶ κινουμένου, καὶ τῶν μορίων ταύτην τὴν κίνησιν ἐχόντων ἐκ τῆς τοῦ σώματος φύσεως, πιθάνον πᾶσι τοῖς σώμασιν εἶναι τὴν πρώτην κατὰ φύκίνησιν σιν πρὸς τὸ τοῦ κόσμου μέσον, τῷ μὲν κόσμῳ οὑτωσὶ κινουμένῳ πρὸς αὑτόν, τοῖς δὲ μέρεσιν ὡς ἂν μέρεσιν οὖσιν. p. 1055 bc. Καίτοι τοῖς προειρημένοις ταυτὶ συνάπτεις, ὥσπερ αὐτὸς σεαντὸν ἐξελέγξαι φιλοτιμούμενος· Ὃν τρόπον δὲ κινεῖται ἕκαστον τῶν μορίων, συμφυὲς ὂν τῷ λοιπῷ, εὔλογον οὕτω καὶ καθ’ αὑτὸ κινεῖσθαι, καὶ εἰ λόγου χάριν νοήσαιμεν. αὐτὸ
καὶ ὑποθοίμεθα εἴναι ἐν κενῷ τινι τοῦ κόσμου τούτου· ὡς γὰρ ἂν συνεχόμενον πάντοθεν ἐκινεῖτο ἐπὶ τὸ μέσον, μένει ἐν τῇ κινήσει ταύτῃ, κἂν λόγου χάριν ἐξαίφνης περὶ αὐτὸ γένηται κενόν.Plutarchus de Stoic. repugn. cp. 44 p. 1054c. Ἀλλ' ἔν γε τῷ τετάρτῳ περὶ Δυνατῶν μέσον τινὰ τόπον καὶ μέσην χώραν ὑποθέμενος, ἐνταῦθά φησιν ἱδρῦσθαι τὸν κόσμον· ἔστι δ’ ἡ λέξις αὕτη· Διὸ καὶ ἐπὶ τοῦ κὁσμου εἰ ῥητέον αὐτὸν φθαρτὸν εἶναι, λόγου οἴομαι δεῖσθαι. Οὐ μὴν ἀλλὰ καὶ μᾶλλον ἐμοὶ φαίνεται οὕτως ἔχειν. Οἱονεὶ δ’ εἰς τὴν ὥσπερ, ἀφθαρσίαν πολύ τι αὐτῷ συνεργεῖ καὶ ἡ τῆς χώρας κατάληψις, οἷον διὰ τὸ ἐν μέσῳ εἶναι· ἐπεὶ εἰ ἀλλαχῇ νοηθείη ὤν, καὶ παντελῶς ἂν αὐτῷ συνάπτοι ἡ φθορά. Καὶ μετὰ μικρὸν αὖθις· Οὕτω γάρ πως καὶ ἡ οὐσία συντέτευχεν ἀϊδίως τὸν μέσον κατειληφυῖα τόπον, εὑθὺς τοιάδε τις οὖσα, ὥστε * καθ’ ἕτερον τρόπον, ἀλλὰ * καὶ διὰ τὴν συντυχίαν μὴ ἐπιδέχεσθαι αὐτὴν φθοράν, ⟨καὶ⟩ κατὰ τοῦτ' ιὐτὸ εἶναι ἀΐδιον. p. 1054d. δῆλός ἐστι δεδιὼς μή, τῶν μερῶν τῆς οὐσίας ἐπὶ τὸ μέσον φερομένων, διάλυσις καὶ φθορὰ τοῦ κόσμου γένοιτο. idem de defectu oraculorum cp. 28. διὸ καὶ Χρύσιππον ἔστι θαυμάζειν, μᾶλλον δὲ ὅλως διαπορεῖν ὅ τι δὴ παθὼν τὸν κόσμον ἐν μέσῳ φησὶν ἱδρῦσθαι, καὶ τὴν οὐσίαν αὐτοῦ, τὸν μέσον τόπον ἀϊδίως κατειληφυῖαν, οὐχ ἤκιστα τοῦτον συνείργεσθαι πρὸς τὴν διαμονὴν καὶ οἱονεὶ ἀφθαρσίαν. ταυτὶ γὰρ ἐν τῷ τετάρτῳ περὶ Δυνατῶν λέγει, μέσον τε τοῦ ἀπείρου τόπον οὐκ ὀρθῶς ὀνειρώττων, ἀτοπώτερόν τε τῆς διαμονῆς τοῦ κόσμου τῷ ἀνυπάρκτῳ μέσῳ τὴν αἰτίαν ὑποθεὶς καὶ ταῦτα πολλάκις εἰρηκὼς ἐν ἑτέροις ὅτι ταῖς εἰς τὸ αὑτῆς μέσον ἡ οὐσία καὶ ταῖς ἀπὸ τοῦ αὑτῆς μέσου διοικεῖται καὶ συνέχεται κινήσεσι.
Alexander Aphrod. apud Simplicium in Aristot. phys. p. 671, 4. (λέγει δὲ ὁ Ἀλέξανδρος ὅτι) δυνατὸν τούτῳ τῷ ἐπιχειρήματι καὶ πρὸς τοὺς Στωϊκοὺς χρήσασθαι ἄπειρον κενὸν λέγοντας ἐκτὸς περιέχειν τὸν κόσμον. διὰ τὶ γὰρ ἀπείρου ὄντος τοῦ κενοῦ ἐνταῦθα οὗ ἐστι μένει ὁ κόσμος καὶ οὐ φέρεται; ἢ εἰ φέρεται, τί μᾶλλον ἐνταῦθα ἢ ἀλλαχοῦ; τὸ γὰρ κενὸν ἀδιάφορον καὶ ὁμοίως ὑπεῖκον πανταχῇ· εἰ δὲ λέγουσιν, ὅτι τῆς ἕξεως τῆς αὐτῆς αὐτὸν συνεχούσης μένει, πρὸς μὲν τὸ μὴ σκεδάννυσθαι αὐτοῦ τὰ μόρια καὶ διασπᾶσθαι καὶ ἄλλο ἀλλαχοῦ φέρεσθαι συνεργοίη ἄν τι ἴσως ἡ ἕξις· πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συνεχούσης ἕξεως μένειν, ἀλλὰ μὴ φέρεσθαι, οὐδὲν ἔτι ἡ ἕξις ποιήσει.
Themistius paraphr. in Aristot. Phys. IV 8 p. 294 Sp. τοῦτο
καὶ πρὸς τοὺς περὶ Χρύσιππον ῥητέον, διὰ τί ὁ κόσμος οὐκ εἰς ἄπειρον οἰσθήσεται φερόμενος ἐπὶ πᾶν τοῦ κενοῦ μέρος ὁμοίως, ἢ διὰ τί ἐνταῦθα μὲν βούλονται στηρίζειν αὐτόν; πρὸς μὲν γὰρ τὸ μὴ διασπᾶσθαι ἀρκείτω ἡ συνέχουσα ἕξις, πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συνεχούσης ἕξεως ἐνταῦθα μένειν, τί ἂν ποιοῖ.Achilles Isagoge 9 p. 131 in Petav. Uranol. Δόγμα ἐστὶ τῶν Στωϊκῶν καὶ μαθηματικῶν, μένειν τὸν κόσμον. τὸ μέντοι δόγμα διὰ τοιούτων κατασκευάζεται. εἰ ὁ κόσμος κενῷ ἐν ἀπείρῳ ὑπάρχων κάτω ἐφέρετο, οὐκ ἂν ὄμβροι κατελάμβανον τὴν γῆν· καταλαμβάνουσι δέ· οὐκ ἄρα φέρεται ὁ κόσμος, ἀλλὰ ἕστηκε. - καὶ πάλιν οἱ ἄνεμοι ἄλλοι μὲν ἀπὸ τῆς γῆς εἰς ἀέρα, ἄλλοι δὲ ἐπὶ τὰ κάτω εἰσὶ καταβαλλόμενοι· εἰ δὲ οὐ **** οὐκ ἄρα φέρεται ὁ κόσμος. - φασὶ δὲ μένειν τὸν κόσμον ἐν ἀπείρῳ κενῷ διὰ τὴν ἐπὶ τὸ μέσον φοράν· ἐπεὶ πάντα αὐτοῦ τὰ μέρη ἐπὶ τὸ μέσον νένευκε. μέρη δέ ἐστιν αὐτοῦ γῆ, ὕδωρ, ἀήρ, πῦρ, ἃ πάντα νεύει ἐπὶ τὸ μέσον· διὰ τοῦτο οὖν οὐδαμοῦ ῥέπει ὁ κόσμος.
Achilles Isagoge 4 (in Petavii Uranologio p. 126). Καλῶς ἂν ἔχοι πείθεσθαι τῷ Χρυσίππῳ φήσαντι ἐκ τῶν τεσσάρων στοιχείων τὴν σύστασιν τῶν ὅλων γεγονέναι, αἶτιον δὲ τῆς μονῆς τούτων τὸ ἰσοβαρές. δύο γὰρ ὑποκειμένων βαρέων, γῆς καὶ ὕδατος, δύο δὲ κούφων, πυρὸς καὶ ἀέρος, τὴν τούτων σύγκρασιν αἰτίαν εἶναι τῆς τοῦ παντὸς τάξεως. ὥσπερ γὰρ εἰ ἦν ὁ κόσμος βαρὺς κάτω ἂν ἐφέρετο, οὕτως, εἰ καὶ κοῦφος, ἄνω. μένει δὲ τῷ ἴσον ἔχειν τὸ βαρὺ τῷ κούφῳ. τὸν δὲ αἰλθέρα καὶ οὐρανὸν (εἴτε ὁ αὐτός, εἴτε διάφορος) ἔξωθεν εἶναι, σφαιρικὸν σχῆμα ἔχοντα. μετὰ δὲ τοῦτον ἐντὸς αὐτοῦ τὸν ἀέρα εἶναι, καὶ αὐτὸν σφαιρικῶς περικείμενον ἔξωθεν τῇ γῇ. ἐνδοτέρω δὲ αὐτοῦ τρίτην εἶναι σφαῖραν, τὴν τοῦ ὕδατος, περὶ αὐτὴν τὴν γῆν μεταξὺ τοῦ ἀέρος καὶ τῆς γῆς. ἐν δὲ τῷ μεσαιτάτῳ τὴν γῆν εἶναι, κέντρου τάξιν καὶ μέγεθος ἐπέχουσαν, ὡς ἐν σφαίρᾳ· καὶ τὰς μὲν ἄλλας τρεῖς σφαίρας ἢ τέσσαρας περιδινεῖσθαι· τὴν δὲ τῆς γῆς μόνην ἑστάναι. ibidem paulo post: τεσσάρων οὖν ὄντων τῶν στοιχείων, συμβέβηκε τὸ πῦρ καὶ τὸν ἀέρα, κουφότατα ὄντα, ἐπὶ τὴν ἄνω φορὰν ἔχειν τὴν ὁρμὴν καὶ περιδινεῖσθαι (sequuntur exempla) p. 127. ὅτι δὲ ἡ γῆ καὶ τὸ ὕδωρ βαρέα καὶ κατωφερῆ, οὐ δεῖ λόγου, τῆς πείρας διδασκούσης. ibidem paulo post: ὅτι δὲ καὶ ἕστηκεν ἡ γῆ, παραδείγματι χρῶνται τούτῳ. εἴ τις (φασὶν) εἰς φύσκαν κέγχρον βάλοι ἢ κόκκον φακοῦ, καὶ φυσήσειε καὶ ἐμπλήσειεν αὐτὴν ἀέρος, συμβήσεται μετεωρισθέντα τὸν κόκκον ἐν μέσῳ τῆς κύστεως στῆναι. καὶ τὴν γῆν δέ, πανταχόθεν ὑπὸ τοῦ ἀέρος ὠθουμένην ἰσοῤῥόπως, ἐν τῷ μέσῳ εἶναι καὶ ἑστάναι. ἢ πάλιν ὥσπερ εἴ τις λαβὼν σῶμα δήσειε πανταχόθεν σχοινίοις καὶ
δοίη τισὶν ἰσοῤῥόπως ἕλκειν ἐπ’ ἀκριβείας· συμβήσεται γὰρ πανταχόθεν ἐπίσης περιελκόμενον στῆναι καὶ ἀτρεμῆσαι.Simplicius in Aristot. categ. f. 36 B. ed. Bas. ἀλλ’ οἱ μὲν οὐδὲ εἶναι φύσει τὸ ἄνω καὶ τὸ κάτω νομίζουσιν, ἀλλὰ κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν θεωρεῖσθαι — — οἱ δὲ (scil. Stoici) τὸ ἄνω καὶ τὸ κάτω οὐ κατὰ σχέσιν, ἀλλὰ κατὰ τὴν τοῦ παντὸς διάστασιν λαμβάνουσι, τήν τε ἀπὸ τοῦ μέσου πρὸς τὰ πέρατα καὶ τὴν ἀπὸ τῶν περάτων πρὸς τὸ μέσον· φύσει γὰρ διάφορα ταῦτα.
Cleomedes Circul. doctr. I cp. 1 p. 11 Bake. (τὸ κενὸν–ἀσώματον ὂν οὔτε ἄνω τι ἂν ἔχοι οὔτε κάτω οὔτε ἔμπροσθεν οὔτε ὄπισθεν, οὔτε ἐκ δεξιῶν οὔτε ἐξ εὐωνύμων, οὔτε μέσον) p. 12. Αὐτὸς δὲ ὁ κόσμος, σῶμα ὤν, ἔχει τι καὶ ἄνω καὶ κάτω καὶ τὰς λοιπὰς σχέσεις ἀναγκαίως. Ἐμπρόσθια μὲν οὖν τὰ πρὸς τῇ δύσει φασὶν εἶναι αὐτοῦ, ἐπειδὴ ὡς ἐπὶ δύσιν ἔχει τὴν ὁρμήν. ὀπίσθια δὲ τὰ πρὸς τῇ ἀνατολῇ· ἀπὸ τούτων γὰρ ἐπὶ τὰ ἔμπροσθεν πρόεισιν. Ὅθεν δεξιὰ μὲν αὐτοῦ τὰ πρὸς ἄρκτον, εὐώνυμα δὲ τὰ πρὸς μεσημβρίαν γενήσεται. Καὶ αὗται μὲν αἱ σχέσεις αὐτοῦ οὐδὲν ἔχουσιν ἀσαφές. Αἱ δὲ λοιπαὶ σχέσεις πολλὴν παρέσχον ταραχὴν τοῖς παλαιοτέροις τῶν φυσικῶν καὶ πλεῖστα γέγονε κατὰ τὸν τόπον διαπτώματα, οὐ δυνηθέντων ἐπιστῆσαι, ὅτι ἐν τῷ κόσμῳ, σφαιρικῷ τὸ σχῆμα ὄντι, κάτω μὲν ἀπὸ παντὸς αὐτοῦ τὸ μεσαίτατον εἶναι ἀναγκαῖον· ἄνω δὲ τὸ ἀπὸ παντὸς τοῦ μέσου ἐπὶ τὰ πέρατα καὶ τὴν ἐπιφάνειαν αὐτὴν τῆς σφαίρας διῆκον, συμπιπτουσῶν τῶν δύο σχέσεων ἐν ταὐτῷ καὶ τοῦ αὐτοῦ μέσου τε καὶ κάτω ὑπάρχοντος.
Diogenes Laërt. VII 155. ἀρέσκει δὲ αὐτοῖς καὶ τὴν διακόσμησιν ὧδε ἔχειν· μέσην τὴν γῆν κέντρου λόγον ἐπέχουσαν, μεθ’ ἣν τὸ ὕδωρ σφαιροειδές, ἔχον τὸ αὐτὸ κέντρον τῇ γῇ, ὥστε τὴν γῆν ἐν ὕδατι εἶναι· μετὰ τὸ ὕδωρ δὲ ἀέρα ἐσφαιρωμένον.
Servius ad Aeneid. I 381. secundum physicos qui dicant terram inferiorem esse, quia omne quod continet supra illud est quod continetur.
Philo de confusione linguarum § 5 Vol. II p. 230, 21 Wendl. Commemorantur οἱ ζητητικοὶ τῶν φιλοσόφων, οἳ τοῦ παντὸς κέντρον εἶναι τὴν γῆν ὡμολόγησαν.
Philo quaest. et solut. in Exodum II 81 (p. 523 Aucher). Unum est caelum et nemini alii simile secundum figuram viresque. Namque quattuor elementa cognationem habent inter se tam substantia quam circumactione; substantia, cum mutuo commutantur; circumactione vero, quoniam rectum motum continent: de centro superius ignis et aër, subque centro aqua et terra; caelum vero non directe, sed circuitu circumfertur, figuram habens undique aequalem perfectissimam. ibidem II 88 (p. 527 Aucher). Quamvis terra ab aqua distincta sit et aqua ab aëre aërque ab igne et ignis ab istis singulis, nihilo minus
tamen omnia sunt concinnata ad unam formam determinatam. Quae enim ex tot et tantis perfectum fuit materia, una convenit esse, maxime quod et elementorum mutua inter se commutatio communionem eorum evidenter arguit.Philo quaest. et solut. in Genesin II 85 (p. 526 Aucher). Subniger est aër, nullam habens luminis in se speciem, ideoque ab alio lumine illuminatur.
Scholia Hesiod. Theogon. 119. λέγει δὲ τὸν ἀέρα τὸν τὴν γῆν περιέχοντα καὶ τὸ περὶ αὐτήν. εἶναι δὲ εἰκός, τοῦτον ἐξ ἐλάσσονος ὑγροῦ εἰς πλείονα ὄγκον διαχεόμενον καὶ ἀτμιζόμενον τεταράχθαι, μέχρι ἂν λάβῃ τὸν ἥλιον. τότε γὰρ τῷ ἡλίῳ συμπαρεκτείνεται, ὥσπερ τῷ πυρακτωθέντι σιδήρῳ τὸ πῦρ. ἄλλως. Τάρταρα τὸν ἀέρα ἀπὸ τοῦ ταράττεσθαι, ἐπειδή, ὥς φασιν, ἕως ὧδε εἶπε τὰ δʹ στοιχεῖα.
Scholia Hesiod. Theogon. v. 116. οἱ δὲ εἰρῆσθαί φασι χάος παρὰ τὸ χεῖσθαι, ὅ ἐστι χέεσθαι· οἱ δέ φασιν ἀπὸ τοῦ χαδεῖν, ὅ ἐστι χωρεῖν· Ἥρη δ’ οὐκ ἔχαδε χόλον. ἡ οὖν εἰς τὰ στοιχεῖα διάκρισις καὶ διαχώρησις χάος. οἱ δὲ τὸ ὕδωρ λέγουσιν, ἐκ τοῦ οὐρανίου ὕδατος ἀναδιδόμενον, ὥσπερ ἀὴρ σκοτεινός, ἄλλοι δὲ τὸν ἀέρα, ἤγουν τὸν κεχυμένον ἐν τῷ μεταξὺ γῆς καὶ οὐρανοῦ.
Scholia Hesiod. Theogon. v. 115. τρία πρῶτον ἐγένοντο· Χάος, Γῆ, Ἔρως οὐράνιος, ὃς καὶ θεός· ὁ γὰρ ἐξ Ἀφροδίτης νεώτερός ἐστι. ἐκ δὲ τοῦ ὕδατος ἐγένοντο τὰ στοιχεῖα· γῆ κατὰ συνίζησιν, ἀὴρ κατὰ ἀνάδοσιν, τὸ δὲ λεπτομερὲς τοῦ ἀέρος γέγονε πῦρ, ἡ δὲ θάλασσα κατὰ ἐκμύζησιν, τὰ δὲ ὄρη κατὰ ἐξοστρακισμὸν τῆς γῆς.
Philo quaest. et solut. in Genesin IV 5 (p. 248 Aucher). Manifestatur et aliquid huiusmodi a praesenti scriptura, quod homines per aquam lavati mundantur, aqua vero ipsa per divinum pedem. Symbolice autem pes ultimum et infimum corporis est; ultima vero divinorum sortitus est aër, animans creaturas cougregatas. Nam si aër non tangat moveatque aquam, emoritur ista; vivifica autem magis comperitur non aliunde nisi aëre in eam intermixto.