Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Simplicius in Aristot. categor. f. 42E ed. Bas. Οἱ δὲ Στωϊκοὶ ἀνθ’ ἑνὸς γένους δύο κατὰ τὸν τόπον τοῦτον ἀριθμοῦνται, τὰ μὲν ἐν τοῖς πρός τι τιθέντες, τὰ δὲ ἐν τοῖς πρός τί πως ἔχουσι. καὶ τὰ μὲν πρός τι ἀντιδιαιροῦσι τοῖς καθ’ αὑτά· τὰ δὲ πρός τί πως ἔχοντα τοῖς κατὰ διαφοράν, πρός τι μὲν λέγοντες τὸ γλυκὺ καὶ πικρὸν καὶ τὰ τοιαῦτα καὶ ὅσα τοιώσδε διατίθησι· πρός τι δέ πως ἔχοντα οἷον δεξιόν, πατέρα καὶ τὰ τοιαῦτα. κατὰ διαφορὰν δέ φασι τὰ κατά τι εἶδος χαρακτηριζόμενα. ὥσπερ οὖν ἄλλη τῶν καθ’ αὑτὰ ἔννοια καὶ ἄλλη τῶν κατὰ διαφοράν, οὕτως ἄλλα μὲν τὰ πρός τι ἐστίν, ἄλλα δὲ τὰ πρός τί πως ἔχοντα. ἀντεστραμμένη δέ ἐστι τῶν συζυγιῶν ἡ ἀκολουθία. τοῖς μὲν γὰρ καθ’ αὑτὰ συνυπάρχει τὰ κατὰ διαφοράν. καὶ γὰρ τὰ καθ’ αὑτὰ ὄντα διαφορὰς ἔχει τινάς, ὥσπερ τὸ λευκὸν καὶ μέλαν. οὐ μέντοι τοῖς κατὰ διαφορὰν τὰ καθ’ αὑτὰ συνυπάρχει. τὸ γὰρ γλυκὺ καὶ πικρὸν διαφορὰς μὲν ἔχει, καθ’ ἃς χαρακτηρίζεται, οὐ μέντοι καθ’ αὑτά ἐστι τοιαῦτα, ἀλλὰ πρός τι. τὰ δὲ πρός τί πως ἔχοντα, ἅπερ ἀντίκειται τοῖς κατὰ διαφοράν, πάντως καὶ πρός τι ἐστίν. ὁ γὰρ δεξιὸς καὶ πατὴρ μετὰ τοῦ πῶς ἔχειν καὶ πρός τι εἰσίν. τὸ γλυκὺ καὶ πικρὸν πρός τι ὄντα κατὰ διαφοράν ἐστι· τὰ δὲ πρός τί πως ἔχοντα ἐναντία τοῖς κατὰ διαφορὰν ὑπάρχει. καὶ γὰρ τὰ μὲν πρός τί πως ἔχοντα ἀδύνατον καθ’ αὑτὰ εἶναι ἢ κατὰ διαφοράν. ἐκ γὰρ τῆς πρὸς ἕτερον σχέσεως ἤρτηται μόνης. τὰ μέντοι πρός τι καθ’ αὑτὰ μὲν οὐκ ἔστι (οὐ γάρ ἐστιν ἀπόλυτα) κατὰ διαφορὰν δὲ πάντως ἔσται· μετὰ γάρ τινος χαρακτῆρος θεωρεῖται. - εἰ δὲ δεῖ σαφέστερον μεταλαβεῖν τὰ λεγόμενα, πρός τι μὲν λέγουσιν ὅσα κατ’ οἰκεῖον χαρακτῆρα διακείμενά πως ἀπονεύει πρὸς ἕτερον, πρός τι δέ πως ἔχοντα ὅσα πέφυκε συμβαίνειν τινὶ καὶ μὴ συμβαίνειν ἄνευ τῆς περὶ αὐτὰ μεταβολῆς καὶ ἀλλοιώσεως μετὰ τοῦ πρὸς τὸ ἐκτὸς ἀποβλέπειν, ὥστε ὅταν μὲν κατὰ διαφοράν τι διακείμενον πρὸς ἕτερον νεύσῃ, πρός τι μόνον τοῦτο ἔσται, ὡς ἡ ἕξις καὶ

ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις. ὅταν δὲ μὴ κατὰ τὴν ἐνοῦσαν διαφοράν, κατὰ ψιλὴν δὲ τὴν πρὸς ἕτερον σχέσιν θεωρῆται, πρός τί πως ἔχον ἔσται. ὁ γὰρ υἱὸς καὶ ὁ δεξιὸς ἔξωθέν τινων προσδέονται πρὸς τὴν ὑπόστασιν. διὸ καὶ μηδεμιᾶς γινομένης περὶ αὐτὰ μεταβολῆς, γένοιτ’ ἂν οὐκέτι πατὴρ τοῦ υἱοῦ ἀποθανόντος, ὁ δὲ δεξιὸς τοῦ παρακειμένου μεταστάντος. τὸ δὲ γλυκὺ καὶ πικρὸν οὐκ ἂν ἀλλοῖα γένοιτο, εἰ μὴ συμμεταβάλλοι καὶ ἡ περὶ αὐτὰ δύναμις. εἰ τοίνυν καὶ μηδὲν αὐτὰ παθόντα μεταβάλλοι κατὰ τὴν τοῦ ἄλλου πρὸς αὐτὰ σχέσιν, δηλονότι ἐν τῇ σχέσει μόνῃ τὸ εἶναι ἔχει καὶ οὐ κατά τινα διαφοράν, τὰ πρός τί πως ἔχοντα. ibid. cf. 43 A. ἕπεται δὲ αὐτοῖς κἀκεῖνο ἄτοπον τὸ σύνθετα ποιεῖν τὰ γένη ἐκ προτέρων τινῶν καὶ δευτέρων, ὡς τὸ πρός τι ἐκ ποιοῦ καὶ πρός τι· ἀλλὰ καὶ περὶ τῆς ἀκολουθίας, οὔτε ὡς οἱ Στωϊκοὶ λέγουσι τῷ μὲν πρός τί πως ἔχοντι τὸ πρός τι ἕπεται, τῷ δὲ πρός τι οὐκέτι τὸ πρός τί πως ἔχον· οὔθ’ ὡς ὁ Βοηθὸς ἀμυνόμενος αὐτούς etc. ibid. f. 44B. καὶ οὐ καλῶς οἱ Στωϊκοὶ νομίζουσι πάσης τῆς κατὰ διαφορὰν ἰδιότητος ἀπηλλάχθαι τὰ πρός τί πως ἔχοντα, διότι πέφυκε συμβαίνειν καὶ ἀποσυμβαίνειν μηδεμιᾶς μεταβολῆς περὶ αὐτὰ γενομένης. ψεῦδος γὰρ τοῦτο λέγεται etc.

Sextus adv. math. VIII 453. καὶ ὅτι τῷ ὄντι ἐπινοίᾳ μόνον σῴζεται τὰ πρός τί πως ἔχοντα, ὕπαρξις δὲ οὐκ ἔστιν αὐτοῖς, πάρεστι διδάσκειν ἐκ τῆς τῶν δογματικῶν ἀνθομολογήσεως. ὑπογράφοντες γὰρ τὸ πρός τι συμφώνως φασί πρός τι ἐστὶ τὸ πρὸς ἑτέρῳ νοούμενον.

Galenus de constitutione artis medicae 8 Vol. I p. 251 K. ἐπειδὴ τὸ στοιχεῖον ἀλλοιωτόν ἐστι δι’ ὅλου, πόσα τὰ πάντ’ ἐστὶ στοιχεῖα, διέλθωμεν ἑξῆς, ἀρχὴν κἀνταῦθα τῶν λόγων τῶν ἐναργῶς τι φαινομένων ποιησάμενοι. τοῖς ἀλλοιοῦσιν ὁτιοῦν ἀναγκαῖον, [καὶ] ἁψαμένοις πρῶτον, ὧν ἀλλοιοῦσι, ποιήσασθαι τὴν μεταβολήν, ὥσπερ ἡ αἴσθησις διδάσκει, καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐνδείκνυται. —  — καὶ μήν, εἰ ἁψάμενον ἀλλοιοῖ τὸ μεταβάλλον, ἀναγκαῖον αὐτῷ κατά τινας τῶν ἁπτῶν ποιότητας ἐνεργῆσαι. τί οὗν τὸ κωλῦον ἐστὶν ἐπισκέψασθαι πάσας αὐτάς; ὀξὺ μὲν οὖν τέμνει τὸ πλησιάζον, ἀλλ’ οὐκ ἀλλοιοῖ τὴν οὐσίαν αὐτοῦ, καθάπερ οὐδὲ τὸ βάρος, ἀλλὰ θλᾷ μὲν καὶ τοῦτο, δι’ ὅλου δ’ οὐκ ἐργάζεται τῆς πασχούσης οὐσίας τὴν μεταβολήν. οὐ μὴν οὐδὲ σκληρότης οὕτω ἀλλοιῶσαι δύναται τὸ πλησιάζον, ὡς εἰς ἕτερον εἶδος μεταστῆσαι. θερμότης μέντοι καὶ ψυχρότης ὅλην ἀλλοιῶσαι δύναται τὴν πλησιάζουσαν οὐσίαν. ὡσαύτως δὲ ὑγρότης καὶ ξηρότης, εἰ καὶ μὴ διὰ τάχους ὁμοίως ταῖς εἰρημέναις, ἀλλ’ ἐν χρόνῳ γε καὶ αὗται μεταλλάττουσι τὰ ὑποκείμενα. ἆρ’ οὖν καὶ ἑτέραν τινὰ ἔχομεν ἀλλοιοῦν δυναμένην ἢ τὸ σύμπαν πλῆθος ἐν ταύταις ἐστί; καὶ μόνας ὀνομάζεσθαί τε καὶ νομίζεσθαι προσήκει τὰς εἰρημένας ποιότητας δραστικάς, καὶ μάλιστ’ ἐν αὐταῖς τὴν πρώτην ἀντίθεσιν, καὶ κατ’ αὐτὴν μᾶλλον τὴν θερμότητα· δραστικωτάτη γὰρ αὕτη τῶν ποιοτήτων ἐστίν. ἑξῆς δ’ αὐτῆς ψυχρότης, εἶθ’ ὑγρότης καὶ ξηρότης. ἄλλη δὲ οὐδεμία ποιότης ἀλλοιοῖ τὰ πλησιάζοντα δι' ὅλων αὐτῶν. —  — ὅσα τοίνυν σώματα πρῶτον τὰς τοιαύτας ἔχει ποιότητας,

ἐκεῖνα στοιχεῖα τῶν ἄλλων ἁπάντων ἐστὶ καὶ τῆς σαρκός. ἔστι δὲ ταῦτα γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, ἅπερ ἅπαντες οἱ μὴ φεύγοντες ἀπόδειξιν φιλόσοφοι στοιχεῖα τῶν γεννωμένων τε καὶ φθειρομένων ἔφασαν εἶναι. καὶ μεταβάλλειν εἰς ἄλληλά φασιν αὐτὰ καὶ εἶναί τι κοινὸν ἅπασιν ὑποκείμενον. Ad totam disputationem cf. Gal. de elementis sec. Hippocr. I, 1.

Galenus de natur. facult. I 3 ed. Bas. I 88. K. II 7. εἰσὶ δ’ οὐκ ὀλίγοι τινὲς ἄνδρες οὐδὲ ἄδοξοι, φιλόσοφοί τε καὶ ἰατροί, οἱ τῷ μὲν θερμῷ καὶ τῷ ψυχρῷ τὸ δρᾶν ἀναφέροντες, ὑποβάλλοντες δ’ αὐτοῖς παθητικὰ τό τε ξηρὸν καὶ τὸ ὑγρόν. Καὶ πρῶτός γ’ Ἀριστοτέλης τὰς τῶν κατὰ μέρος ἁπάντων αἰτίας εἰς ταύτας ἀνάγειν πειρᾶται τὰς ἀρχάς, ἠκολούθησε δ’ ὕστερον αὐτῷ καὶ ὁ ἀπὸ τῆς Στοᾶς χορός. Καίτοι τούτοις μὲν ὡς ἂν καὶ αὐτῶν τῶν στοιχείων τὴν εἰς ἄλληλα μεταβολὴν χύσεσί τέ τισι καὶ πιλήσεσιν ἀναφέρουσιν εὔλογον ἦν ἀρχὰς δραστικὰς ποιήσασθαι τὸ θερμὸν καὶ τὸ ψυχρόν, Ἀριστοτέλει δ’ οὐχ οὕτως etc.

Plutarchum de primo frigido cp. 2 p. 946a, cum frigus probet non esse στέρησιν caloris, Stoicis uti argumentis haec verba fidem faciunt: ἡ δὲ ψυχρότης οὐκ ἐλάττονα τῆς θερμότητος ἐγγιγνομένη τοῖς σώμασι πάθη καὶ μεταβολὰς ἐνεργάζεσθαι πέφυκε· καὶ γὰρ πήγνυται πολλὰ τῷ ψυχρῷ καὶ συγκρίνεται καὶ πυκνοῦται· καὶ τὸ στάσιμον αὐτῷ καὶ δυσκίνητον οὐκ ἀργόν ἐστιν, ἀλλ’ ἐμβριθὲς καὶ βέβαιον, ὑπὸ ῥώμης συνερειστικὸν καὶ συνεκτικὸν ἐχούσης τόνον. ὅθεν ἡ μὲν στέρησις ἔκλειψις γίνεται καὶ ὑποχώρησις τῆς ἀντικειμένης δυνάμεως, ψύχεται δὲ πολλά, πολλῆς αὐτοῖς θερμότητος ἐνυπαρχούσης· ἔνια δὲ καὶ μᾶλλον ἡ ψυχρότης, ἂν λάβῃ θερμότερα, πήγνυσι καὶ συνάγει, καθάπερ τὸν βαπτόμενον σίδηρον· οἱ δὲ Στωϊκοὶ καὶ τὸ πνεῦμα λέγουσιν ἐν τοῖς σώμασι τῶν βρεφῶν τῇ περιψύξει στομοῦσθαι καὶ μεταβάλλον ἐκ φύσεως γίγνεσθαι ψυχήν. ἀλλὰ τοῦτο μὲν ἀμφισβητήσιμον etc.

Galenus de elementis sec. Hippocr. I 6. Vol. I p. 469 K. ὅτι τε γὰρ ἁπλούστερόν ἐστι πυρὸς ἡ ἄκρα θερμότης, ὅτι τε ταύτης ἐγγινομένης τῇ ὕλῃ πῦρ ἀποτελεῖται, τοῖς φιλοσόφοις ὡμολόγηται πᾶσιν, οἷς Ἀθήναιος ἕπεσθαι σπουδάζει. καὶ μὲν δὴ καὶ ὡς ἀρχὴ τῆς τοῦ πυρὸς γενέσεως ὕλη τίς ἐστιν ἡ ἅποσιν ὑποβεβλημένη τοῖς στοιχείοις ἡ ἄποιος ἥ τ’ ἐγγινομένη ταύτῃ θερμότης ἡ ἄκρα, καὶ τοῦθ’ ὁμοίως ὡμολόγηται· καὶ ὡς ἡ μὲν ὕλη διὰ παντὸς τοῦ αἰῶνος ἐστίν, ἀγένητός τε καὶ ἄφθαρτος οὖσα, τὸ δὲ γινόμενόν τε καὶ ἀπογινόμενον αὐτῆς ἡ ποιότης ἐστίν· καὶ ὡς ὁμογενὲς εἶναι χρὴ τὸ στοιχεῖον, οὗπερ ἂν ᾗ στοιχεῖον. ἐν τούτῳ γὰρ δὴ καὶ διήνεγκε στοιχεῖον ἀρχῆς, ἐν τῷ τὰς μὲν ἀρχὰς οὐκ ἐξ ἀνάγκης ὁμογενεῖς εἶναι τοῖς πράγμασιν, ὧν ὑπάρχουσιν ἀρχαί, τὰ δὲ στοιχεῖα πάντως ὁμογενῆ.

Galenus in Hippocr. de nat. hom. lib. I Vol. XV p. 30 K. οὐ μὴν στοιχεῖά γε ταῦτ’ ἔστιν (scil. ἡ ἀγένητος ὕλη et quattuor primae qualitates ψυχρότης, θερμότης, ξηρότης, ὑγρότης) οὔτε τῶν ἄλλων οὔτ’ ἀνθρώπου φύσεως, ἀλλ’ ἀρχαί. συνεκέχυτο οὖν τοῦτο παρὰ τοῖς ἀρχαίοις, οὐδ’ εἰς ἔννοιαν ἀφιγμένοις τῆς διαφορᾶς ἀρχῆς τε καὶ στοιχείου, διὰ τὸ δύνασθαι χρῆσθαι τῇ τοῦ στοιχείου προσηγορίᾳ κἀπὶ τῶν ἀρχῶν. ἀλλὰ [δὲ] δύο πράγματά ἐστι φανερῶς ἀλλήλων διαφέροντα, τὸ μὲν ἕτερον ἐλάχιστον μόριον

τοῦ ὅλου, τὸ δὲ ἕτερον, εἰς ὃ διέλῃ τις κατ’ ἐπίνοιαν αὐτὸ τοῦτο ⟨τὸ⟩ ἐλάχιστον. αὐτὸ μὲν γὰρ τὸ πῦρ οὐχ οἷόν τε διελεῖν εἰς δύο σώματα καὶ δεῖξαι κεκραμένον ἐξ ἐκείνων, ὥσπερ οὐδὲ τὴν γῆν ἢ τὸ ὕδωρ ἢ τὸν ἀέρα· νοῆσαι μέντοι δυνατόν, ἑτέραν μὲν εἶναι τοῦ μεταβάλλοντος τὴν οὐσίαν, ἑτέραν δὲ τὴν μεταβολὴν αὐτοῦ. οὐ γὰρ ταὐτό ἐστι τὸ μεταβάλλον σῶμα τῇ κατ’ αὐτὸ μεταβολῇ. τὸ μὲν γὰρ μεταβάλλον ἐστὶ τὸ ὑποκείμενον, ἡ μεταβολὴ δὲ αὐτοῦ κατὰ τὴν τῶν ποιοτήτων ἀμοιβὴν γίνεται.

Galenus de nat. facult. II 4. Vol. II p. 88 K. τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα· καὶ τούτων αὐτῶν δραστικώτατον μὲν τὸ θερμόν, δεύτερον δὲ τῇ δυνάμει τὸ ψυχρόν, - ⟨ τρέφεσθαι δὲ δι’ ὅλων αὐτῶν τὰ τρεφόμενα καὶ κεράννυσθαι δι’ ὅλων τὰ κεραννύμενα καὶ ἀλλοιοῦσθαι δι’ ὅλων τὰ ἀλλοιούμενα, —  — καὶ τὴν πέψιν ἀλλοίωσίν τινα ὑπάρχειν καὶ μεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα, τὴν δ’ ἐξαιμάτωσιν ἀλλοίωσιν εἶναι, καὶ τὴν θρέψιν ὡσαύτως, καὶ τὴν αὔξησιν ἐκ τῆς πάντῃ διατάσεως τοῦ σώματος καὶ θρέψεως γίνεσθαι· τὴν δ’ ἀλλοίωσιν ὑπὸ τοῦ θερμοῦ μάλιστα συντελεῖσθαι, καὶ διὰ τοῦτο καὶ τὴν θρέψιν καὶ τὴν πέψιν καὶ τὴν τῶν χυμῶν ἀπάντων γένεσιν· ἤδη δὲ καὶ τοῖς περιττώμασι τὰς ποιότητας ὑπὸ τῆς ἐμφύτου θερμασίας ἐγγίνεσθαι. —  — p. 92 ἀλλ’ ὅτι μὲν τῆς Ἀριστοτέλους φυσιολογίας οὐδὲν Ἐρασιστράτῳ μέτεστιν, ὁ κατάλογος τῶν προειρημένων ἐνδείκνυται δογμάτων· ἃ πρῶτον μὲν Ἱπποκράτους ἦν, δευτέρου δ’ Ἀριστοτέλους, τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς μόνου μετατιθεμένου, τοῦ τὰς ποιότητας εἶναι σώματα.

Galenus methodi med. I 2. Vol. X 15 K. (contra Thessalum medicum pugnans, qui Hippocrati ceterisque antiquis medicis obtrectaverat) εἰ δὲ τοὺς ἀπὸ τῆς Στοᾶς φιλοσόφους εἰς τὸ συνέδριον εἰσαγαγόντες ἐπιτρέψαιμεν καὶ τούτοις τὴν ψῆφον, ἐξ ὧν αὐτοὶ τίθενται δογμάτων, ἐκ τούτων Ἱπποκράτην στεφανώσουσι. τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν Ἱπποκράτης μὲν πρῶτος εἰσηγήσατο, μετ’ αὐτὸν δ’ Ἀριστοτέλης ἀπέδειξεν· ἕτοιμα δ’ ἤδη παραλαβόντες οὐκ ἐφιλονίκησαν οἱ περὶ τὸν Χρύσιππον, ἀλλ’ ἐκ τούτων τὰ σύμπαντα κεκράσθαι λέγουσι, καὶ ταῦτ’ εἰς ἄλληλα πάσχειν καὶ δρᾶν, καὶ τεχνικὴν εἶναι τὴν φύσιν, ἅπαντά τε τἄλλα τὰ περὶ φύσεως Ἱπποκράτους δόγματα προσίενται· πλὴν περὶ μικροῦ τινός ἐστιν αὐτοῖς ἡ διαφορὰ πρὸς Ἀριστοτέλη. λέγοντος γὰρ Ἱπποκράτους ὀρθῶς ὡς σύμπνουν καὶ σύῤῥουν ἐστὶν ἅπαν τὸ σῶμα καὶ πάντα συμπαθῆ τὰ τῶν ζῴων μόρια, προσίενται μὲν ἀμφότεροι τουτί, διαφέρονται δὲ ἐν τῷ τὰς μὲν ποιότητας μόνας τὸν Ἀριστοτέλη δι’ ἀλλήλων ἰέναι καὶ κεράννυσθαι πάντη, τοὺς δ’ ἀπὸ τῆς Στοᾶς οὐ ταύτας μόνας, ἀλλὰ καὶ τὰς οὐσίας αὐτὰς ὑπολαμβάνειν.

Galenus de elementis I 9 ad. Bas. I 56. K. I 487. Ἀριστοτέλει δ’ ἔν τε τοῖς περὶ οὐρανοῦ καὶ τοῖς περὶ γενέσεως καὶ φθορᾶς ὁ περὶ τῶν στοιχείων λόγος ἐξείργασται, ὥσπερ ἐν τοῖς περὶ οὐσίας λόγοις Χρυσίππῳ.

Stobaeus Eclog. I p. 129, 1 W. Χρυσίππου. Περὶ δὲ τῶν ἐκ τῆς οὐσίας στοιχείων τοιαῦτά τινα ἀποφαίνεται, τῷ τῆς αἱρέσεως ἡγεμόνι Ζήνωνι κατακολουθῶν, τέτταρα λέγων εἶναι στοιχεῖα ⟨πῦρ, ἀέρα, ὕδωρ, γῆν, ἐξ ὧν συνίστασθαι πάντα καὶ ζῶα⟩ καὶ φυτὰ καὶ τὸν ὅλον κόσμον καὶ τὰ ἐν αὐτῷ περιεχόμενα καὶ εἰς ταῦτα διαλύεσθαι. τὸ δὲ ⟨πῦρ καὶ⟩ κατ’ ἐξοχὴν στοιχεῖον λέγεσθαι διὰ τὸ ἐξ αὐτοῦ πρώτου τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ ἔσχατον πάντα χεόμενα διαλύεσθαι, τοῦτο δὲ μὴ ἐπιδέχεσθαι τὴν εἰς ἄλλο χύσιν ἢ ἀνάλυσιν· [συνίστασθαι δὲ ἐξ αὐτοῦ τὰ λοιπὰ καὶ χεόμενα εἰς τοῦτο ἔσχατον τελευτᾶν· παρὸ καὶ στοιχεῖον λέγεσθαι, ὃ πρῶτον ἕστηκεν οὕτως, ὥστε σύστασιν διδόναι ἀφ’ αὑτοῦ καὶ αὐτὸ τῶν λοιπῶν χύσιν καὶ διάλυσιν δέχεσθαι εἰς αὑτό]. κατὰ μὲν τὸν λόγον τοῦτον αὐτοτελῶς λεγομένου τοῦ πυρὸς στοιχείου· οὐ μετ’ ἄλλου γάρ· κατὰ δὲ τὸν πρότερον καὶ μετ’ ἄλλων συστατικὸν εἶναι, πρώτης μὲν γιγνομένης τῆς ἐκ πυρὸς κατὰ σύστασιν εἰς ἀέρα μεταβολῆς, δευτέρας δ’ ἀπὸ τούτου εἰς ὕδωρ, τρίτης δ’ ἔτι μᾶλλον κατὰ τὸ ἀνάλογον συνισταμένου τοῦ ὕδατος εἰς γῆν. πάλιν δ’ ἀπὸ ταύτης διαλυομένης καὶ διαχεομένης πρώτη μὲν γίγνεται χύσις εἰς ὕδωρ, δευτέρα δ’ ἐξ ὕδατος εἰς ἀέρα, τρίτη δὲ καὶ ἐσχάτη εἰς πῦρ. Λέγεσθαι ⟨δὲ⟩ πῦρ τὸ πυρῶδες πᾶν καὶ ἀέρα τὸ ἀερῶδες καὶ ὁμοίως τὰ λοιπά. Τριχῶς δὴ λεγομένου κατὰ Χρύσιππον τοῦ στοιχείου, καθ’ ἕνα μὲν τρόπον τοῦ πυρός, διὰ τὸ ἐξ αὐτοῦ τὰ λοιπὰ συνίστασθαι κατὰ μεταβολὴν καὶ εἰς αὐτὸ λαμβάνειν τὴν ἀνάλυσιν· καθ’ ἕτερον δέ, καθὸ λέγεται τὰ τέσσαρα στοιχεῖα, πῦρ, ἀὴρ, ὕδωρ, γῆ (ἐπεὶ διὰ τούτων τινὸς ἢ τινῶν ἢ καὶ πάντων τὰ λοιπὰ συνέστηκε, διὰ μὲν τῶν τεττάρων, ὡς τὰ ζῷα καὶ τὰ ἐπὶ γῆς πάντα συγκρίματα, διὰ δυοῖν δέ, ὡς ἡ σελήνη διὰ πυρὸς καὶ ἀέρος συνέστηκε, δι’ ἑνὸς δὲ ὡς ὁ ἥλιος, διὰ πυρὸς γὰρ μόνου, ὁ γὰρ ἥλιος πῦρ ἐστιν εἰλικρινές), κατὰ τρίτον λόγον λέγεται στοιχεῖον ** εἶναι ὃ πρῶτον συνέστηκεν οὕτως, ὥστε γένεσιν διδόναι ἀφ’ αὑτοῦ ὁδῷ μέχρι τέλους καὶ ἐξ ἐκείνου τὴν ἀνάλυσιν δέχεσθαι εἰς ἑαυτὸ τῇ ὁμοίᾳ ὁδῷ. Γεγονέναι δ’ ἔφησε καὶ

τοιαύτας ἀποδόσεις περὶ στοιχείου, ὡς ἔστι τό τε δι’ αὑτοῦ εὐκινητότατον καὶ ἡ ἀρχὴ ⟨καὶ ὁ σπερματικὸς⟩ λόγος καὶ ἡ ἀΐδιος δύναμις φύσιν ἔχουσα τοιαύτην, ὥστε αὑτήν τε κινεῖν κάτω πρὸς [γῆν] τὴν τροπὴν καὶ ἀπὸ τῆς τροπῆς ἄνω πάντῃ κύκλῳ, εἰς αὑτήν τε πάντα καταναλίσκουσα καὶ ἀφ’ αὑτῆς πάλιν ἀποκαθιστᾶσα τεταγμένως καὶ ὁδῷ (Diels Arii Didymi epit. phys. fragm. 21). Cf. Probus ad Verg. p. 10, 33 K. Ex his (quattuor elementis) omnia esse postea effigiata Stoici tradunt Zenon Citieus et Chrysippus Solaeus et Cleanthes Assius, qui principem habuerunt Empedoclem Agrigentinum qui de his ita scribit: τέσσαρα δὴ πάντων ῥιζώματα πρῶτον ἔασιν etc.

[Iustinus] de resurrect. 6. Φασί τοίνυν οἱ τοῦ κόσμου φυσικοὶ σοφοὶ λεγόμενοι τὸ πᾶν ὑπάρχειν οἱ μὲν ὕλην καὶ θεὸν ὡς Πλάτων —  — οἱ δὲ τὰ τέσσαρα, πῦρ, ὕδωρ, ἀέρα, γῆν, ὥσπερ οἱ Στωϊκοί. —  — Καὶ ὁ μὲν Πλάτων φησὶν ὑπὸ τοῦ θεοῦ τὰ πάντα ἐκ τῆς ὕλης γεγονέναι —  — οἱ δὲ Στωϊκοὶ ἐκ τῶν τεσσάρων διήκοντος δι’ αὐτῶν τοῦ θεοῦ. ibidem paulo post: Ἀλλὰ μὴν κατὰ τοὺς Στωϊκούς, ἐκ τῆς τῶν τεσσάρων στοιχείων κράσεως γινομένου τοῦ σώματος, καὶ διαλυομένου τούτου εἰς τὰ τέσσαρα, παραμενόντων τούτων ἀφθάρτων, δυνατόν ἐστι πάλιν τὰ τέσσαρα στοιχεῖα, τὴν αὐτὴν μῖξιν καὶ κρᾶσιν λαβόντα ἀπὸ τοῦ διήκοντος δι’ αὐτῶν θεοῦ, ποιῆσαι ὃ πρότερον πεποιήκει σῶμα.