Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Syrianus Schol. in Hermog. Vol. II p. 42, 1 Rabe. τὸν ἄπορον ἐν κατηγορίᾳ, ὃν καὶ κροκοδειλίτην οἱ Στωϊκοί φασιν, οἷον· Εὔαθλος συνέθετο Πρωταγόρᾳ τῷ σοφιστῇ δώσειν μισθὸν, εἰ τὴν πρώτην δίκην λέγων νικήσειε. μαθὼν καὶ μὴ βουλόμενος λέγειν ὑπὸ τοῦ Πρωταγόρου τὸν μισθὸν ἀπαιτεῖται· ὁ δὲ ἀντιλέγει· εἰτε γὰρ νικήσειεν, οὐ δίκαιος δοῦναι κατὰ τὴν σύνταξιν, εἴτε ἡττηθείη, ὡς μηδέπω μαθὼν οὐκ ἄξιος ἀπαιτεῖσθαι.
Lucianus vitarum auctio 22. Χρύσιππος· ἔστι σοι παιδίον; - Ὠνητής· τί μήν; - Χρυσ. τοῦτο ἤν πως κροκόδειλος
ἁρπάσῃ πλησίον τοῦ ποταμοῦ πλαζόμενον εὑρών, κᾦτά σοι ἀποδώσειν ὑπισχνῆται αὐτό, ἢν εἴπῃς τἀληθὲς ὅτι δέδοκται αὐτῷ περὶ τῆς ἀποδόσεως τοῦ βρέφους, τί φήσεις αὐτὸν ἐγνωκέναι; — — — — Χρυσ. Καὶ ἄλλα γάρ σε διδάξομαι θαυμασιώτερα - τὸν θερίζοντα καὶ τὸν κυρίττοντα καὶ ἐπὶ πᾶσι τὴν Ἠλέκτραν καὶ τὸν ἐγκεκαλυμμένον. — — Ἠλέκτραν μὲν ἐκείνην - ἣ τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδεν· παρεστῶτος γὰρ αὐτῇ τοῦ Ὀρέστου ἔτι ἀγνῶτος, οἶδε μὲν Ὀρέστην, ὅτι ἀδελφὸς αὐτῆς, ὅτι δὲ οὗτος Ὀρέστης ἀγνοεῖ. τὸν δ’ αὖ ἐγκεκαλυμμένον καὶ πάνυ θαυμαστὸν ἀκούσῃ λόγον. ἀπόκριναι γάρ μοι, τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ; - Ὠν. ναί. - Χρυσ. τί οὖν; ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι τοῦτον οἶσθα; τί φήσεις; - Ὠν. δηλαδὴ ἀγνοεῖν. - Χρυσ. ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατὴρ ὁ σός, ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν.Cicero. de finib. IV 7. (de rheorica arte locutus:) Totum genus hoc Zeno et qui ab eo sunt - aut non potuerunt ⟨tueri⟩ aut noluerunt - certe reliquerunt. Quamquam scripsit artem rhetoricam Cleanthes, Chrysippus etiam; sed sic ut siquis obmutescere concupierit, nihil aliud legere debeat.
Quintilianus instit. orat. III. 1, 15. Theophrastus quoque Aristotelis discipulus de rhetorice diligenter scripsit atque hinc vel studiosius philosophi quam rhetores praecipueque Stoicorum ac Peripateticorum principes.
Quintilianus instit. orat. I 17, 2. quod (scil. rhetoricen artem esse) non oratores tantum vindicarunt — — sed cum iis philosophi Stoici et Peripatetici plerique consentiunt.
Cicero de oratore III 65. Stoicos autem, quos minime improbo, dimitto tamen — — atque hanc iis habeo gratiam, quod soli ex omnibus eloquentiam virtutem ac sapientiam esse dixerunt.
Quintilianus instit. orat. II 15, 34. huic eius substantiae maxime conveniet finitio rhetoricen esse bene dicendi scientiam. nam et orationis omnes virtutes semel complectitur et protinus etiam mores oratoris, cum bene dicere non possit nisi bonus. idem valet Chrysippi finis ille, ductus a Cleanthe, scientia recte dicendi. Sunt plures eiusdem, sed ad alias quaestiones magis pertinent.
Anonymi Proleg. in Hermog. status Wal. Rh. Gr. VII p. 8. οἱ μὲν γὰρ αὐτὴν (scil. τὴν ῥητορικήν) ἐκάλεσαν ἐπιστήμην ἀπὸ τοῦ μείζονος, ὁριζόμενοι ἐπιστήμην τοῦ εὖ λέγειν, οἱ Στωϊκοί.
Sextus adv. math. II 6. Ξενοκράτης δὲ ὁ Πλάτωνος ἀκουστὴς καὶ οἱ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι ἔλεγον ῥητορικὴν ὑπάρχειν ἐπιστήμην τοῦ εὖ λέγειν, ἄλλως μὲν Ξενοκράτους τὴν ἐπιστήμην λαμβάνοντος - ἄλλως δὲ τῶν Στωϊκῶν, ἀντὶ τοῦ βεβαίας ἔχειν καταλήψεις, ἐν σοφῷ μόνῳ φυομένην. τὸ δὲ λέγειν ἀμφότεροι παραλαμβάνουσιν ὡς διαφέρον τοῦ διαλέγεσθαι, ἐπειδήπερ τὸ μὲν ἐν συντομίᾳ κείμενον κἀν τῷ λαμβάνειν καὶ διδόναι λόγον διαλεκτικῆς ἐστὶν ἔργον, τὸ δὲ λέγειν ἐν μήκει καὶ διεξόδῳ θεωρούμενον ῥητορικῆς ἐτύγχανεν ἴδιον.
Diogenes Laërt. VII 42. καὶ τὴν ῥητορικὴν αὐτὴν μὲν εἶναι λέγουσι τριμερῆ· τὸ μὲν γὰρ αὐτῆς εἶναι συμβουλευτικόν, τὸ δὲ δικανικόν, τὸ δὲ ἐγκωμιαστικόν· εἶναι δ’ αὐτῆς τὴν διαίρεσιν εἴς τε τὴν εὕρεσιν καὶ εἰς τὴν φράσιν καὶ εἰς τὴν τάξιν καὶ εἰς τὴν ὑπόκρισιν, τοῦ δὲ ῥητορικοῦ λόγου εἴς τε τὸ προοίμιον καὶ εἰς τὴν διήγησιν καὶ τὰ πρὸς τοὺς ἀντιδίκους καὶ τὸν ἐπίλογον.
Anonymus art. rhetor. (Rhet. graec. Vol. I ed. Spengel) p. 454, 1. ἔργον δὲ ἐπιλόγου Πλάτων μὲν ἐν Φαίδρῳ φησίν, ἐν κεφαλαίῳ ἕκαστα λέγοντα ὑπομνῆσαι ἐπὶ τελευτῆς τοὺς ἀκούοντας περὶ τῶν εἰρημένων (Plat. Phaedr. p. 267d). ἔχεται δὲ τῆς αὐτῆς δόξης καὶ Χρύσιππος· καὶ γὰρ αὐτὸς μονομερῆ φησὶ τὸν ἐπίλογον.
Plutarchus de Stoic. repugn. cp. 28 p. 1047 a. Τὴν ῥητορικὴν ὁρίζεται τέχνην περὶ κόσμον εὑρμένου λόγου καὶ τάξιν· ἔτι δ' ἐν τῷ πρώτῳ καὶ ταῦτα γέγραφεν· Οὐ μόνον δὲ τοῦ ἐλευθερίου καὶ ἀφελοῦς κόσμου δεῖν οἴομαι ἐπιστρέφε κἀπὶ τῶν λόγων ἀλλὰ καὶ τῶν οἰκείων ὑποκρίσεων κατὰ τὰς ἐπιβαλλούσας τάσεις τῆς φωνῆς, καὶ σχηματισμοὺς τοῦ τε προσώπου καὶ τῶν χειρῶν. Οὕτω δέ τις φιλότιμος ἐνταῦθα καὶ περιττὸς γενόμενος etc.