Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

[Apuleius] περὶ ἑρμηνείας 272 (p. 9, 12 Goldb.) supervacanei sunt moduli Stoicorum non idem differenter peragentes: aut dies est aut nox; atqui dies est; ⟨igitur dies est⟩. item idem geminantes: si dies est, dies est; ⟨atqui dies est⟩; dies igitur est.

Alexander in Aristot. Top. p. 8 Ald. p. 10, 5. οὐδὲ συλλογισμὸς οὖν ἔτι εἰη ἂν ὁ μὴ τὴν χρείαν σῴζων τὴν τοῦ συλλογισμοῦ. τοιοῦτος δὲ ὁ συλλογισμὸς ἐν ᾧ τὸ αὐτὸ τὸ συμπέρασμά τινι τῶν κειμένων· οἷοί εἰσι κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς οἱ διφορούμενοί τε καὶ οἱ ἀδιαφόρως περαίνειν ὑπ’ αὐτῶν λεγόμενοι· διφορούμενοι μὲν γάρ εἰσι κατ’ αὐτοὺς οἱ τοιοῦτοι εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν. ἀδιαφόρως δὲ περαίνοντες ἐν οἷς τὸ συμπέρασμα ταὐτόν ἐστιν ἑνὶ τῶν λημμάτων, ὡς ἐπὶ τῶν τοιούτων ἤτοι ἡμέρα ἐστίν ἢ νύξ ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν.

Alexander in Aristot. Analyt. pr. p. 84, 5 Wal. (εἰ τὸ Μ τῷ μὲν Ν παντὶ ὑπάρχει, τῷ δὲ Ξ μὴ παντί) συναχθήσεται τὸ Ν οὐ παντὶ τῷ Ξ. τοιοῦτός ἐστιν ὁ ὑποσυλλογιστικὸς ὑπὸ τῶν νεωτέρων λεγόμενος ὁ λαμβάνων μὲν τὸ ἰσοδυναμοῦν τῇ προτάσει τῇ συλλογιστικῇ, ταὐτὸν δὲ καὶ ἐκ ταύτης συνάγων· τῷ γὰρ τινὶ μὴ ὑπάρχειν τὸ μὴ παντὶ ὑπάρχειν ἰσοδυναμοῦν μετείληπται. ἀλλ’ ἐκεῖνοι μὲν οὖν λέγουσι τοὺς τοιούτους συλλογισμούς, εἰς τὴν φωνὴν καὶ τὴν λέξιν βλέποντες· ἀλλ’ Ἀριστοτέλης πρὸς τὰ σημαινόμενα ὁρῶν, ἐφ’ ὧν ὁμοίως σημαίνεται, οὐ πρὸς τὰς φωνάς, τὸν αὐτόν φησι συνάγεσθαι συλλογισμὸν καὶ ἐν τῇ τοιαύτῃ τῆς λέξεως ἐν τῷ συμπεράσματι μεταλήψει, ἂν ᾗ συλλογιστικὴ ὅλως συμπλοκή.

Alexander in Aristot. Anal. pr. p. 20, 2 Wal. ἐν γοῦν τοῖς μὴ ἐξ ἀντικειμένων διαιρετικοῖς, ὡς ἐν τοῖς ἐξ ἐναντίων, οὐδετέρῳ τῶν κειμένων ταὐτὸν τὸ συμπέρασμα οὐδὲ τῇ λέξει, ὅτι μὴ συμπίπτει ἐπὶ τούτων τὸ ἀντικείμενον τῷ ἑτέρῳ τῷ λοιπῷ ταὐτὸν εἶναι· ἐν γὰρ τῷ ἤτοι ἡμέρα ἐστίν ἢ νύξ ἐστιν, ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα, νὺξ ἄρα ἐστίν - τὸ νύξ ἐστιν οὐδετέρῳ ταὐτὸν τῶν εἰλημμένων, οὔτε τῷ τροπικῷ ὑπ’ αὐτῶν (scil. a Stoicis) λεγομένῳ (ἦν γὰρ ἐκεῖνο ἤτοι ἡμέρα ἐστίν ἢ νύξ ἐστιν τὸ ὅλον

τοῦτο) οὕτε τῇ προσλήψει· ἡ γὰρ πρόσληψίς ἐστιν ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα· ὧν ἀμφοτέρων ἕτερόν ἐστι τὸ νύξ ἐστιν.

Sextus adv. math. VIII 310. τούτων δὴ οὕτως ἐχόντων ἡ ἀπόδειξις πρὸ παντὸς ὀφείλει λόγος εἶναι, δεύτερον συνακτικός, τρίτον καὶ ἀληθής, τέταρτον καὶ ἄδηλον ἔχων συμπέρασμα, πέμπτον καὶ ἐκκαλυπτόμενον τοῦτο ἐκ τῆς δυνάμεως τῶν λημμάτων. (hoc exemplis illustratur § 311-313) 314. συνδραμόντων οὖν πάντων τούτων, τοῦ τε συνακτικὸν εἶναι τὸν λόγον καὶ ἀληθῆ καὶ ἀδήλου παραστατικόν, ὑφίσταται ἡ ἀπόδειξις· ἔνθεν καὶ οὕτως αὐτὴν ὑπογράφουσιν ἀπόδειξίς ἐστι λόγος δι’ ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον.

Sextus adv. math. VIII 367. ἀλλ’ οὐ δεῖ, φασί, πάντων ἀπόδειξιν αἰτεῖν, τινὰ δὲ καὶ ἐξ ὑποθέσεως λαμβάνειν, ἐπεὶ οὐ δυνήσεται προβαίνειν ἡμῖν ὁ λόγος, ἐὰν μὴ δοθῇ τι πιστὸν ἐξ αὑτοῦ τυγχάνειν. 369. οὐχ ἡ ἀπόδειξις μόνον ἐξ ὑποθέσεως προκόπτειν ἀξιοῦται τοῖς δογματικοῖς, ἀλλὰ καὶ ὅλη σχεδὸν φιλοσοφία. 375. νὴ Δία, ἀλλ’ εἰώθασιν ὑποτυγχάνοντες λέγειν ὅτι πίστις ἐστὶ τοῦ ἐῤῥῶσθαι τὴν ὑπόθεσιν τὸ ἀληθὲς εὑρίσκεσθαι ἐκεῖνο τὸ τοῖς ἐξ ὑποθέσεως ληφθεῖσιν ἐπιφερόμενον· εἰ γὰρ τὸ τούτοις ἀκολουθοῦν ἐστὶν ὑγιές, κἀκεῖνα οἷς ἀκολουθεῖ ἀληθῆ καὶ ἀναμφίλεκτα καθέστηκεν.

Sextus adv. math. VIII 463. οἰονται γὰρ οἱ δογματικοὶ τῶν φιλοσόφων λόγον τὸν ἀξιοῦντα μὴ εἶναι ἀπόδειξιν αὐτὸν ὑφ’ αὑτοῦ περιτρέπεσθαι, καὶ δι’ ὧν ἀναιρεῖ ταύτην, διὰ τούτων αὐτὴν ὁρίζειν. ὅθεν καὶ ἀντικαθιστάμενοι τοῖς σκεπτικοῖς φασίν· ὁ λέγων μηδὲν εἶναι ἀπόδειξιν ἤτοι ψιλῇ καὶ ἀναποδείκτῳ χρώμενος φάσει λέγει μηθὲν ὑπάρχειν ἀπόδειξιν, ἢ λόγῳ τὸ τοιοῦτον ἀποδεικνύς· καὶ εἰ μὲν ψιλῇ φάσει προσχρώμενος, οὐθεὶς αὐτῷ πιστεύσει τῶν τὴν ἀπόδειξιν παραδεχομένων, ψιλῇ φάσει χρωμένῳ, ἀλλὰ διὰ τῆς ἀντικειμένης ἐπισχεθήσεται φάσεως, εἰπόντος τινὸς εἶναι ἀπόδειξιν· εἰ δὲ ἀποδεικνὺς τὸ μὴ εἶναι ἀπόδειξιν (τοῦτο γάρ φασιν), αὐτόθεν ὡμολόγησε τὸ εἶναι ἀπόδειξιν· ὁ γὰρ δεικνὺς λόγος τὸ μὴ εἶναι ἀπόδειξιν ἔστιν ἀπόδειξις τοῦ εἶναι ἀπόδειξιν· καὶ καθόλου ὁ κατὰ τῆς ἀποδείξεως λόγος ἤτοι ἀπόδειξίς ἐστιν, ἢ οὐκ ἔστιν ἀπόδειξις· καὶ εἰ μὲν οὐκ ἔστιν ἀπόδειξις, ἄπιστός ἐστιν, εἰ δὲ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν. ἔνιοι δὲ καὶ οὕτω συνερωτῶσιν· εἰ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν· εἰ μὴ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν ἀπόδειξις· ἀπόδειξις ἄρα ἔστιν. (hanc argumentationem sanam esse pluribus probatur § 466-469).

Galenus in Hippocr. prognost. I. Vol. XVIII B p. 26 K. ἀναλογισμὸς δ’ ἐστὶ λόγος ἐκ τοῦ φαινομένου ὁρμώμενος καὶ τοῦ ἀδήλου κατάληψιν ποιούμενος· ἐπιλογισμὸς δὲ ὁ κοινὸς καὶ σνμφωνόμενος παρὰ πάντων λόγος.

Plutarchus de Stoic. repugn. cp. 10 p. 1036c. Ὥστ’ αὐτὸν ἑαυτῷ μάχεσθαι —  — φυλάττεσθαι μὲν ἑτέροις παραινοῦντα τοὺς εἰς τἀναντία λόγους, ὡς περισπῶντας τὴν κατάληψιν, αὐτὸν δὲ τῶν

βεβαιούντων τὴν κατάληψιν λόγων φιλοτιμότερον συντιθέντα τοὺς ἀναιροῦντας. Καίτοι ὅτι τοὐτο αὐτὸς φοβεῖται, σαφῶς ὑποδείνυσιν ὲν τῷ τετάρτῳ περὶ Βίων ταῦτα γράφων Οὐχ ὡς ἔτυχε δὲ οὐδὲ τοὺς ἐναντίους ὑποδεκτέον λόγους, οὐδὲ προσ⟨ετέα⟩ τὰ ἐναντία πιθανά, ἀλλ' εὑλαβουμένους, μὴ καὶ περισπασθέντες ὑπ’ αὐτῶν τὰς καταλήψεις ἀφῶσιν, οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι, καταλαμβάνοντές τε εὐαποσείστως· ἐπεὶ καὶ οἱ τὴν συνήθειαν καταλαμβάνοντες καὶ τὰ αἰσθητὰ καὶ τὰ ἄλλα ἐκ τῶν αἰσθήσεων, ῥᾳδίως προΐενται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρωτημάτων περισπώμενοι, καὶ ὑπ’ ἄλλων πλείονων καὶ δυναμικωτέρων ἐρωτημάτων.

Plutarchus de Stoic. repugn. cp. 10 p. 1036f. Ἤ τοῦτο (quanti τὰ Μεγαρικὰ ἐρωτήματα aestimanda sint) παρ’ αὐτοῦ Χρυσίππου δεῖ πυνθάνεσθαι; σκόπει γὰρ οἷα περὶ τοῦ Μεγαρικοῦ λόγου γέγραφεν ἐν τῷ περὶ Λόγου Χρήσεως οὕτως· Οἱόν τι συμβέβηκε καὶ ἐπὶ τοῦ Στίλπωνος λόγου καὶ Μενεδήμου· σφόδρα γὰρ ἐπὶ σοφίᾳ γενομένων αὐτῶν ἐνδόξων, νῦν εἰς ὄνειδος αὐτῶν ὁ λόγος περιτέτραπται, ὡς τῶν μὲν παχυτέρων, τῶν δ’ ἐκφανῶς σοφιζομένων.

Galenus de animi peccatis dignoscendis 3. Vol. V p. 72 K. ἀναγκαῖον δ’ ἐστὶ τὸν ἐξαίφνης προσελθόντα κρίσει λόγου ἀδυνατεῖν διαγνῶναί τε καὶ διακρῖναι τοὺς ψευδεῖς ἀπὸ τῶν ἀληθῶν. ἐναργὲς δὲ τούτου τεκμήριόν ἐστι, τὰ καλούμενα σοφίσματα, λόγοι τινὲς ὄντες ψευδεῖς εἰς ὁμοιότητα τῶν ἀληθῶν πεπανουργευμένοι· τὸ μὲν οὖν ψεῦδος αὐτῶν πρόδηλον φαίνεται διὰ τοῦ συμπεράσματος οὐκ ὄντος ἀληθοῦς· ἐπειδὴ δ’ οἱ ψευδεῖς λόγοι πάντως ἤτοι τῶν λημμάτων ἔχουσί τι ψεῦδος ἢ τὸ συμπέρασμα κακῶς ἐπιφερόμενον, οὐ φαίνεται δὲ προχείρως ταῦτα κατὰ τὰ σοφίσματα, διὰ τοῦτο δύσοπτα τοῖς ἀγυμνάστοις περὶ λόγους.

Anonymi scholia inm status Walz. Rh. Gr. VII 1 p. 383. ὅπου γε καὶ παρὰ τοῖς Στωϊκοῖς καλεῖταί τις διάλληλος λόγος, ὅς ἐστιν ἀναπόδεικτος· οἷον ποῦ Θέων οἰκεῖ, ἔνθα Δίων, καὶ ποῦ Δίων, ἔνθα Θέων· ὁ δὲ τοιοῦτος λόγος, ὁ διάλληλός φημι τὴν ἀπόδειξιν ἔχειν, ἀναπόδεικτός τέ ἐστι καὶ πέρας αὐτοῦ οὐδὲν γίγνεται, ὅταν τὰ σημεῖα τοῦ πράγματος δι' ἀλλήλων συγκατασκευάζηται.