Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Galenus defin. medicae 95 Vol. XIX p. 371 K. φύσις ἐστὶ πῦρ τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν καὶ ἐξ ἑαυτοῦ ἐνεργητικῶς κινούμενον. —  — ἑτέρως· φύσις ἐστὶ πνεῦμα ἔνθερμον ἐξ ἑαυτοῦ κινούμενον καὶ κατὰ τὰς σπερματικὰς δυνάμεις γεννῶν τε καὶ τελειοῦν καὶ διατηροῦν τὸν ἄνθρωπον. Secuntur complures definitiones huius valde similes. φύσις καὶ ἡ κρᾶσις λέγεται, φύσις καὶ ἡ ἕξις, φύσις καὶ ἡ καθ’ ὁρμὴν κίνησις. φύσις καὶ ἡ διοικοῦσα τὸ ζῷον δύναμις λέγεται.

Clemens Al. Stromat. V 14 p. 708 Pott. πῦρ μὲν οὖν τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί.

Galenus de usu partium l. XVII cp. 1 (vol. IV p. 350 K). ἐπεὶ δ’ ἔφθασαν ἔνιοι στοιχεῖα τῶν σωμάτων ὑποθέσθαι τὰ τοιαῦτα ταῖς οὐσίαις, ὡς συναφθῆναι μὴ δύνασθαι τέχνῃ φύσεως, ἠναγκάσθησαν αὐτῇ πολεμεῖν. ὅτι δ’ οὐ δύναται συναφθῆναι, μαθεῖν ἔστιν ἐνθένδε. Τὸ διαπλάττειν μέλλον ὁτιοῦν τεχνικῶς ἤτοι γ’ ἔξωθεν αὐτοῦ ψαύειν ἢ δι’ ὅλου τοῦ διαπλαττομένου διεληλυθέναι χρή. Ἀλλ’ οὔτ’ ἔξωθέν τι ψαῦον τῶν ἀτόμων ἢ ἀμερίστων σωμάτων, ἅπερ ἔνιοι τίθενται στοιχεῖα, διαπλάττειν αὐτὰ πεφυκέναι φασὶν οὐδ’ αὐτοὶ ⟨δήπου⟩ οὔτε δι’ ὅλου ἐκτετάσθαι. Λείπεται οὖν ὡς ἔτυχεν ἀλλήλοις περιπλεκόμενα τὴν τῶν αἰσθητῶν σωμάτων ἐργάσασθαι σύστασιν. Ὡς ἔτυχε δὲ περιπλεκόμενα, σπανίως μέν ποτε χρήσιμον ἐργάζεται τὸ δημιούργημα, πολλάκις δ’ ἄχρηστόν τε καὶ μάταιον. Αὕτη τοιγαροῦν αἰτία τοῦ μὴ βούλεσθαι τὴν φύσιν εἶναι τεχνικὴν ἐκείνους τοὺς ἄνδρας, ὅσοι τὰ πρῶτα σώματα τοιαῦτα εἶναί φασιν, οἷάπερ οἱ τὰς ἀτόμους εἰσάγοντες λέγουσιν. Ὁρωμένων γὰρ ἐναργῶς ἀπάντων τῶν ζῴων εὐθὺς ἔξωθεν οὐδὲν

ἄχρηστον ἐχόντων μόριον, ἐπιχειροῦσι καὶ μὴν ἑνὸς εὐπορῆσαί τινος εἰς ἀντιλογίαν etc.

Galenus de usu partium V 4 Vol. III p. 354 K. ἡμεῖς μὲν γὰρ ἀπερισκεπτότερον αἱρούμεθα τὸ λυσιτελοῦν, εἰ καὶ τύχοι ποτὲ μειζόνως εἰς ἕτερα βλάπτειν πεφυκὸς ἢ ὠφελεῖν εἰς ἃ χρῄζομεν. ἡ φύσις δ’ οὐ καθ’ ἓν τῶν αὑτῆς ἔργων ἀπερισκέπτως οὐδ’ ὑπὸ ῥᾳθυμίας ἐνίοτε μεγάλα κακὰ αἱρουμένη δι’ ἔλαττον ἀγαθόν, ἀλλ’ ἀκριβεῖ μέτρῳ τὸ ποσὸν ἐν ἑκάστῳ κρίνουσα, πολλαπλάσιον ἀεὶ τὸ χρηστὸν ἀποτελεῖ τοῦ μοχθηροῦ. μάλιστα μὲν γάρ, εἴπερ οἷόν τ’ ἦν, ἄνευ παντὸς κακοῦ κατεσκευάσατ’ ἂν ἅπαντα ταῦτα· νυνὶ δέ, οὐ γὰρ ἐνδέχεται τῆς ὕλης φυγεῖν τὴν μοχθηρίαν οὐδεμίαν τῶν τεχνῶν, οὐδ’ ἀδαμάντινόν τε καὶ πάμπαν ἀπαθὲς ἐργάσασθαι τὸ δημιούργημα, καταλείπεται κοσμεῖν αὐτὸ τὸν ἐνδεχόμενον κόσμον. ἐνδέχεται δὲ ἄλλον ἄλλη τῶν ὑλῶν· οὐ γὰρ ἐκ τῆς αὐτῆς δήπουθεν οὐσίας τά τε ἄστρα γέγονε καὶ ἡμεῖς. οὔκουν οὐδὲ τὴν ἀπάθειαν τὴν αὐτὴν ἐπιζητεῖν χρὴ καὶ μέμφεσθαι τῇ φύσει, σμικρὸν εἴ πού τι βλαβερὸν ἴδοιμεν ἐπὶ μυρίοις χρηστοῖς. p. 402. οὐδὲν οὐδαμοῦ τῇ φύσει κατ’ οὐδένα τρόπον ἠμέληται, προγινωσκούσῃ καὶ προορωμένῃ τὰ κατ’ ἀνάγκην ἀκολουθήσοντα τοῖς ἕνεκά του γινομένοις καὶ φθανούσῃ πάντων ἐπανορθώματα παρασκευάζεσθαι.

Galenus de usu partium 1. XVII cp. 1 (vol. IV p. 355 K.). σύ δʼ, ὦ γενναιότατε κατήγορε τῶν ἔργων τῆς φύσεως, οὐδὲν μὲν τούτων βλέπεις, ὅτι δ’ ἐν μυρίοις μυριάκις ἀνθρώποις ἅπαξ πού τινα ἐποίησεν ἓξ δακτύλους ἔχοντα τοῦτο μόνον ὁρᾷς.

Galenus de nat. facult. I 12 Vol. II p. 27 Κ. καὶ δύο αὗται γεγόνασιν αἱρέσεις κατὰ γένος ἐν ἰατρικῇ τε καὶ φιλοσοφίᾳ —  — - τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ πᾶσαν ἡνωμένην τε ἅμα καὶ ἀλλοιοῦσθαι δυναμένην ὑπέθετο θάτερον γένος τῆς αἱρέσεως· ἀμετάβλητον δὲ καὶ ἀναλλοίωτον καὶ κατατετμημένην εἰς λεπτὰ καὶ κεναῖς ταῖς μεταξὺ χώραις διειλημμένην ἡ λοιπή. καὶ τοίνυν ὅσοι γε τῆς ἀκολουθίας τῶν ὑποθέσεων αἰσθάνονται, κατὰ μὲν τὴν δευτέραν αἵρεσιν οὔτε φύσεως οὔτε ψυχῆς ἰδίαν τινὰ νομίζουσιν οὐσίαν ἢ δύναμιν ὑπάρχειν, ἀλλ’ ἐν τῇ ποιᾷ συνόδῳ τῶν πρώτων σωμάτων ἐκείνων καὶ ἀπαθῶν τῶν ἁπλῶν ἀποτελεῖσθαι. κατὰ δὲ τὴν προτέραν εἰρημένην αἵρεσιν οὐχ ὑστέρα τῶν σωμάτων ἡ φύσις, ἀλλὰ πολλῷ προτέρα τε καὶ πρεσβυτέρα· καὶ τοίνυν κατὰ μὲν τούτους αὕτη τὰ σώματα τῶν ζῴων καὶ τῶν φυτῶν συνίστησι, δυνάμεις τινὰς ἔχουσα, τὰς μὲν ἑλκτικάς τε ἅμα καὶ ὁμοιωτικὰς τῶν οἰκείων, τὰς δ’ ἀποκριτικὰς τῶν ἀλλοτρίων, καὶ τεχνικῶς ἅπαντα διαπλάττει τε γεννῶσα καὶ προνοεῖται τῶν γεννωμένων ἑτέραις αὖθίς τισι δυνάμεσι, στοργικῇ μέν τινι καὶ προνοητικῇ τῶν ἐγγόνων, κοινωνικῇ δὲ καὶ φιλικῇ τῶν ὁμογενῶν etc.

Galenus de usu partium 1. XIV cp. 1 (vol. IV p. 142 K.). Μάλιστα μὲν οὖν ἀθάνατον ἡ φύσις, εἴπερ οἷόν τ’ ἦν, ἐσπούδασε τὸ ἑαυτῆς ἀπεργάσασθαι δημιούργημα· μὴ συγχωρούσης δὲ τῆς ὕλης —  — τὴν ἐνδεχομένην αὐτῷ βοήθειαν εἰς ἀθανασίαν ἐμηχανήσατο δίκην ἀγαθοῦ πόλεως οἰκιστοῦ, μὴ τῆς ἐν τῷ παραχρῆμα συνοικήσεως μόνον φροντίσαντος ἀλλ’ ὅπως ἐπὶ τὸ πᾶν ἢ τὸ πλεῖστόν γε ἡ πόλις αὐτοῦ διαφυλάττοιτο, προνοησαμένου. ibid. cp. 4 (p. 151). προνοουμένη γὰρ ἡ φύσις, ὅπως ἂν μὴ ζῴου τι γένος ἀφανισθείη μηδενός, ὅσα διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἤτοι βραχυχρόνια τελέως ἢ βορὰ τοῖς ἰσχυροτέροις ἔμελλε γενήσεσθαι, τούτοις ἅπασιν ἴαμα τῆς συνεχοῦς φθορᾶς ἐξεῦρε τὴν πολυγονίαν.

ibid. (p. 152). ὁπόσοις δὲ τῶν ζῴων ὑπὸ ξηρότητος τοῦ σώματος οὐχ οἷόν τ’ ὑγρὸν ὑποθρέψαι περίττωμα (de lacte locutus erat) καθάπερ ἅπασι τοῖς πτηνοῖς, ἕτερον ἐν τούτοις τι τῆς ἀνατροφῆς τῶν ἐκγόνων ἐπετεχνήσατο σόφισμα, θαυμαστὴν κηδεμονίαν εἰς αὐτὰ τῶν γειναμένων συνάψασα, δι’ ἣν ὑπερμαχεῖ τε ἅμα τῶν νεοττῶν - καὶ τροφὰς ἐπιτηδείους αὐτοῖς ἐκπορίζει.

Alexander Aphrod. de fato cp. 11 p. 179, 24 Bruns. προστεθέντος τοῦ αὐτοῖς γε τούτοις (scil. Chrysippo) καὶ κοινῶς πᾶσι σχεδὸν τοῖς φιλοσοφοῦσι δοκοῦντος, τοῦ μηδὲν ὑπὸ τῆς φύσεως γίνεσθαι μάτην.

Philo de provid. II § 55 (p. 84 Aucher). Similiter et deus, quin novum quidpiam elaborasset, de novo magnam istam urbem mundum creavit ac una cum eo locum etiam oriri fecit. Quoniam plenitudine corporis data, spatii —  — nulla pars erit, quae non sit locus. (I. e. οὕτω καὶ ὁ θεός, οὐ γεννήσας τὸ κενόν, ἐν τῷ κενῷ τὴν μεγάλην πόλιν ἔκτισε τὸν κόσμον· συνέκτισε δὲ τούτῳ καὶ τὸν τόπον. ἐκπληρωθὲν γὰρ ὑπὸ σώματος οὐδὲν μέρος τῆς χώρας ὅπερ οὐκ ἔσται τόπος.).

Philo de provid. II 57 (p. 84 Aucher). Infinitum incorporeumque tempus deus minime creavit, sed dies mensesque annosque, sole et luna usus in hac mensura, atque reliquorum planetarum periodis, propter animalia generationemque fructuum, quae nequeunt sine annuis tempestatibus consistere. Ad hoc dirigi cumulatim ortus et occasus solis consueverunt.

Philo de provid. II § 56 (p. 84 Aucher). Figura autem mundi, sicut et mundus ipse, - per providentiam globi in formam facta fuit; primum quia omni figura velocius mobilis est et deinde magis necessaria, ne forte remissus (mundus) deorsum ferretur ad immensam vacuitatem, cunctis partibus in suum medium inclinantibus. Sic enim solummodo consistentiam habiturus erat, erga se invicem ad medium tendente aequali orbe. Cf. n. 547sq. (Phys. cap. II § 5).

Philo de provid. II § 62 (p. 87 Aucher). Terra occupavit medium, primum quidem, ne abrepta aliquatenus a centro dimoveatur; nam eius nisus ac statio in centrum tendit. Iterum autem, ut ita circumcirca habitetur; in quantum enim perstat, recte omnia super eam stant, cum et ipsa in centrum ferantur. Quo probatur et figuram eius per providentium factam fuisse globosam, quia iam dictam circumhabitationem non patitur alia figura, quod patet ex iis, quae philosophice considerantur de figuris habitationibusque.