Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Plutarchus de facie lunae cp. 12 p. 926c. αὐτὴ δ’ ἡ ψυχή, πρὸς Διός, εἶπον, οὐ παρὰ φύσιν τῷ σώματι συνεῖρκται βραδεῖ ταχεῖα καὶ ψυχρῷ πυρώδης, ὥσπερ ὑμεῖς φατε (scil. Stoici), καὶ ἀόρατος αἰσθητῷ; διὰ τοῦτ’ οὖν σώματι ψυχὴν μὴ λέγωμεν εἶναι μηδὲ νοῦ χρῆμα θεῖον * ὑπὸ βρίθους ἢ πάχους * οὐρανόν τε πάντα καὶ γῆν καὶ θάλασσαν ἐν ταὐτῷ περιπολοῦν τε καὶ διϊπτάμενον, εἰς σάρκας ἥκειν καὶ νεῦρα καὶ μυελοὺς καὶ παθέων μυρίων μεστὰς ὑγρότητας. Ὁ δὲ Ζεὺς ἡμῖν οὗτος οὐ τῇ μὲν αὑτοῦ φύσει χρώμενος ἕν ἐστι μέγα πῦρ καὶ συνεχές, νυνὶ δ’ ὑφεῖται καὶ κέκαμπται καὶ διεσχημάτισται, πᾶν χρῆμα γεγονὼς καὶ γιγνόμενος ἐν ταῖς μεταβολαῖς;

Sophonias de anima paraphrasis (Comm. graec. Vol. XXIII) ed. Hayd. p. 36, 9. ἐσχάτη δὲ δόξα καὶ τελευταία περὶ ψυχῆς ἥδε· ἐν γὰρ τῷ ὅλῳ τινὲς αὐτὴν μεμῖχθαί φασι, καὶ ἅπαν σῶμα ἔμψυχον εἶναι ὑπέλαβον, ὅθεν καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν. εἰς τοῦτο δ’ ἄν τις ἕλκοι καὶ τοὺς Στωϊκοὺς σῶμα τὸ θεῖον ὑπολαβόντας καὶ πανταχοῦ παρεῖναι καὶ σωματικῶς, ἀλλ’ οὐ μόναις ταῖς ἐνεργείαις.

Alexander Aphrod. de mixtione p. 226, 10 Bruns. ἐοίκασι δέ, δι’ ὧν λέγουσιν, εἶδος τῆς ὕλης λέγειν τὸν θεόν· εἰ γὰρ οὕτως ὁ θεὸς μέμικται τῇ ὕλῃ, κατ’ αὐτούς, ὡς ἐν τοῖς ζῴοις ἡ ψυχὴ τῷ σώματι, καὶ ἡ δύναμις τῆς ὕλης ἐστὶ ὁ θεός (φασὶ γὰρ τὴν ὕλην ποιεῖν τῇ ἐν αὐτῇ δυνάμει) εἶδος ⟨οὕτ⟩ως ἂν λέγοιεν αὐτῆς τὸν θεόν, ὡς τὴν ψυχὴν τοῦ σώματος καὶ τὴν δύναμιν τοῦ δυνάμει. ἀλλ’ εἰ τοῦτο, πῶς ἂν ἔτι ἡ ὕλη ἀνείδεος εἴη κατὰ τὸν αὑτῆς λόγον; εἴ γε τὸ συμμένειν αὐτῇ καὶ εἶναι ὕλῃ παρὰ τῆς οὔσης ἐν αὐτῇ δυνάμεως. μάλιστα δ’ ἐν τῇ ἐκπυρώσει φαίνεται κατ’ αὐτοὺς ὁ θεὸς τῆς ὕλης εἶδος ὤν, εἴγε ἐν τῷ πυρί, ὃ μόνον ἐστὶ κατ’ αὐτοὺς

τότε, ἡ ὕλη καὶ ὁ θεὸς σῴζονται μόνοι. εἴη γὰρ ἂν ὁ θεὸς τότε εἶδος τὸ ἐπὶ τῇ ὕλῃ τοῦ πυρός. εἰ δὲ τοῦτο, μεταβάλλει δὲ τὸ πῦρ εἰς ἄλλα τινὰ σώματα, τὸ εἶδος ἀλλάσσον, εἴη ἂν ὁ θεὸς φθειρόμενος τότε etc.

Alexander Aphrod. de mixtione p. 226, 24 Bruns. πῶς δ’ οὐκ ἀνάξια τῆς θείας προλήψεως τό τε τὸν θεὸν διὰ πάσης τῆς ὑποκειμένης πᾶσιν ὕλης κεχωρηκέναι λέγειν καὶ μένειν ἐν αὐτῇ ὁποία ποτ’ ἂν ᾖ, καὶ τὸ προηγούμενον ἔχειν ἔργον τὸ ἀεί τι γεννᾶν τε καὶ διαπλάσσειν τῶν ἐξ αὐτῆς γενέσθαι δυναμένων, καὶ ποιεῖν τὸν θεὸν δημιουργὸν σκωλήκων τε καὶ ἐμπίδων, ἀτεχνῶς ὥσπερ κοροπλάθον τινὰ τῷ πηλῷ σχολάζοντα καὶ πᾶν τὸ δυνάμενον ἐξ αὐτοῦ γενέσθαι τοῦτο ποιοῦντα.

Plutarchus de Stoic. repugn. cp. 38 p. 1051f. Post relatam Antipatri sententiam: universos Stoicos arbitratos esse, deos interitu vacare: Οὐδεὶς οὖν ἐστι τῶν πάντων ὁ Χρύσιππος κατ’ Ἀντίπατρον· οὐδένα γὰρ οἴεται πλὴν τοῦ πυρὸς ἄφθαρτον εἶναι τῶν θεῶν, ἀλλὰ πάντας ὁμαλῶς καὶ γεγονότας καὶ φθαρησομένους. Ταῦτα δὲ πανταχοῦ, ὡς ἔπος εἰπεῖν, ὑπ’ αὐτοῦ λέγεται. Παραθήσομαι δὲ λέξιν ἐκ τοῦ τρίτου περὶ Θεῶν· Καθ’ ἕτερον λόγον οἱ μὲν [γὰρ] γενητοὶ εἶναι καὶ φθαρτοὶ λέγονται οἱ δ’ ἀγένητοι· καὶ ταῦτ’ ἀπ’ ἀρχῆς ὑποδείκυσθαι φυσικώτερον. Ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι θεοὶ παραπλήσιον ἔχοντες λόγον, γενητοί εἰσιν· ὁ δὲ Ζεὺς ἀΐδιός ἐστιν. Καὶ πάλιν προελθών· Ὅμοια δὲ καὶ περὶ τοῦ φθίνειν καὶ περὶ τοῦ γενέσθαι ῥηθήσεται, περὶ τε τῶν ἄλλων θεῶν καὶ τοῦ Διός· οἱ μὲν γὰρ φθαρτοί εἰσι, τοῦ δὲ τὰ μέρη ἄφθαρτα. idem de comm. not. cp. 31 p. 1075a. Ἀλλὰ Χρύσιππος καὶ Κλεάνθης, ἐμπεπληκότες, ὡς ἔπος εἰπεῖν, τῷ λόγῳ θεῶν τὸν οὐρανόν, τὴν γῆν etc. οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδ’ ἀΐδιον ἀπολελοίπασι πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους· ὥστε καὶ τούτῳ τὸ φθείρειν προσεῖναι τοῦ φθείρεσθαι μὴ ἐπιεικέστερον. —  — - Ταῦτα δὲ οὐχ ὡς ἄλλα πολλὰ τῶν ἀτόπων συλλογιζόμεθα ἔχειν τὰς ὑποθέσεις αὐτῶν καὶ τοῖς δόγμασιν ἕπεσθαι, ἀλλ’ αὐτοὶ μέγα βοῶντες ἐν τοῖς περὶ Θεῶν καὶ Προνοίας, Εἱμαρμένης τε καὶ Φύσεως γράμμασι, διαῤῥήδην λέγουσι, τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατ’ αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας. ibid. 1075c. ἂν γὰρ αὖ τὸ σοφὸν τοῦτο καὶ καλὸν ἀντιθῶσι, θνητὸν εἶναι τὸν ἄνθρωπον, οὐ θνητὸν δὲ τὸν θεόν, ἀλλὰ φθαρτόν etc.

idem de defectu oraculorum cp. 19. Καίτοι τοὺς Στωϊκούς, ἔφη, γιγνώσκομεν οὐ μόνον κατὰ δαιμόνων ἣν λέγω δόξαν ἔχοντας, ἀλλὰ καὶ θεῶν ὄντων τοσούτων τὸ πλῆθος ἑνὶ χρωμένους ἀϊδίῳ καὶ ἀφθάρτῳ, τοὺς δ’ ἄλλους καὶ γεγονέναι καὶ φθαρήσεσθαι νομίζοντας.

Porphyrius de anima apud Eusebium praep. evang. XV p. 818c. (contra Stoicos disputans): Τὸν δὲ θεὸν οὐκ ὀκνοῦσι πῦρ νοερὸν εἰπόντες ἀΐδιον καταλείπειν, καὶ φθείρειν μὲν πάντα λέγειν καὶ ἐπινέμεσθαι, ὡς τοιοῦτον ὂν πῦρ οἷον τὸ ἡμῖν συνεγνωσμένον, ἀντιλέγειν τε τῷ Ἀριστοτέλει, παραιτουμένῳ τὸν αἰθέρα ἐκ πυρὸς λέγειν τοιούτου. ἀπαιτούμενοι δὲ πῶς τὸ τοιοῦτον ἐπιδιαμένει πῦρ, ἀλλοῖον μὲν πῦρ οὐ λέγουσιν εἶναι, τὸ τοιοῦτον δ’ εἰπόντες καὶ πιστεύειν αὐτοῖς εἰποῦσιν ἀξιώσαντες, τῇ ἀλόγῳ ταύτῃ πίστει ἐπισυνάπτουσιν ὅτι καὶ ἀΐδιόν ἐστι πῦρ, ἐκ μέρους καὶ τὸ αἰθέριον σβέννυσθαι καὶ ἀνάπτεσθαι τιθέντες. ἀλλὰ τὴν τούτων πρὸς μὲν τὰ αὑτῶν ἀβλεψίαν, πρὸς δὲ τὰ τῶν παλαιῶν ῥᾳθυμίαν τε καὶ καταφρόνησιν, τί ἄν τις ἐπιὼν ἐπὶ πλέον μηκύνοι;

Origenes contra Celsum VI 7 Vol. II p. 141, 6 Kö. (p. 686 Del.). οἰόμενος ἡμᾶς λέγοντας πνεῦμα εἶναι τὸν θεὸν μηδὲν ἐν τούτῳ διαφέρειν τῶν παρ’ Ἕλλησι Στωϊκῶν, φασκόντων ὅτι ὁ θεὸς πνεῦμά ἐστι διὰ πάντων διεληλυθὸς καὶ πάντ’ ἐν ἑαυτῷ περιέχον. - καὶ πάντα μὲν περιέχει τὰ προνοούμενα ἡ πρόνοια καὶ περιείληφεν αὐτά. —  — paulo post: κατὰ μὲν οὖν τοὺς ἀπὸ τῆς Στοᾶς σωματικὰς λέγοντας εἶναι τὰς ἀρχὰς καὶ διὰ τοῦτο πάντα φθείροντας, κινδυνεύοντας δὲ καὶ αὐτὸν φθεῖραι τὸν ἐπὶ πᾶσι θεόν, εἰ μὴ πάνυ ἀπεμφαῖνον τοῦτ’ αὐτοῖς ἐδόκει τυγχάνειν, καὶ ὁ λόγος τοῦ θεοῦ, ὁ μέχρι ἀνθρώπων καὶ τῶν ἐλαχίστων καταβαίνων, οὐδὲν ἄλλο ἐστὶν ἢ πνεῦμα σωματικόν. Cf. id. VIII 49 Vol. II p. 265, 4 Kö. (p. 778 Del.). οὐδὲ γὰρ καθ’ ἡμᾶς σῶμα ὁ θεός· ἵνα μὴ περιπέσωμεν οἷς περιπίπτουσιν ἀτόποις οἱ τὰ Ζήνωνος καὶ Χρυσίππου φιλοσοφοῦντες.

Origenes contra Celsum IV 14 Vol. I p. 284, 23 Kö. (p. 510 Delarue). ἀλλὰ καὶ ὁ τῶν Στωϊκῶν θεός, ἅτε σῶμα τυγχάνων, ὁτὲ μὲν ἡγεμονικὸν ἔχει τὴν ὅλην οὐσίαν, ὅταν ἡ ἐκπύρωσις ἦ, ὁτὲ δὲ ἐπὶ μέρους γίνεται αὐτῆς, ὅταν ᾖ διακόσμησις· οὐδὲ γὰρ δεδύνηνται οὗτοι τρανῶσαι τὴν φυσικὴν τοῦ θεοῦ ἔννοιαν, ὡς πάντῃ ἀφθάρτου καὶ ἁπλοῦ καὶ ἀσυνθέτου καὶ ἀδιαιρέτου.

Origenes contra Celsum I Vol. I p. 72, 11 Kö. (p. 339 Del.). εἴθε - καὶ οἱ σῶμα εἰπόντες τὸν θεὸν Στωϊκοὶ τοῦ λόγου τούτου ἤκουσαν, ἵνα μὴ πληρωθῇ ὁ κόσμος λόγου - ἀρχὴν φθαρτὴν εἰσάγοντος τὴν σωματικήν, καθ’ ἣν καὶ ὁ θεὸς τοῖς Στωϊκοῖς ἐστι σῶμα, οὐκ αἰδουμένοις λέγειν αὐτὸν τρεπτὸν καὶ δι’ ὅλων ἀλλοιωτὸν καὶ μεταβλητὸν καὶ ἁπαξαπλῶς δυνάμενον φθαρῆναι, εἰ ἔχοι τὸν φθείροντα· εὐτυχοῦντα δὲ μὴ φθαρῆναι, παρὰ τὸ μηδὲν εἶναι τὸ φθεῖρον αὐτόν. Cf. III 75 (p. 496 Del.). Στωϊκῶν θεὸν φθαρτὸν εἰσαγόντων καὶ τὴν οὐσίαν αὐτοῦ λεγόντων σῶμα τρεπτὸν δι’ ὅλων καὶ ἀλλοιωτὸν καὶ μεταβλητόν, καί ποτε πάντα φθειρόντων καὶ μόνον τὸν θεὸν καταλειπόντων.

Origenes in evang. Ioannis XIII 21. ὀλίγοι γὰρ διειλήφασι περὶ τῆς τῶν σωμάτων φύσεως καὶ μάλιστα τῶν ὑπὸ λόγου καὶ προνοίας κατακοσμουμένων· καίτοι τὸ προνοοῦν τῆς αὐτῆς οὐσίας λέγοντες εἶναι τοῖς προνοουμένοις γενικῷ λόγῳ, τέλειον ὅμως καὶ ἀλλοῖον τοῦ προνοουμένου. Παρεδέξαντο δὲ τὰ ἀπαντῶντα τῷ λόγῳ αὐτῶν ἄτοπα οἱ θέλοντες εἶναι σῶμα τὸν θεόν, ἅτε μὴ δυνάμενοι ἀντιβλέπειν ⟨τοῖς⟩ ἐκ λόγου ἐναργῶς παρισταμένοις. Ταῦτα δέ φημι καθ’ ὑπεξαίρεσιν τῶν πέμπτην λεγόντων εἶναι φύσιν σωμάτων παρὰ τὰ στοιχεῖα. Εἰ δὲ πᾶν σῶμα ὑλικὴν ἔχει φύσιν, τῷ ἰδίῳ λόγῳ ἄποιον τυγχάνον, τρεπτὴν δὲ καὶ ἀλλοιωτὴν καὶ δι’ ὅλων μεταβλητὴν καὶ ποιότητας χωροῦσαν, ἃς ἂν βούληται αὐτῇ περιτιθέναι ὁ δημιουργός, ἀνάγκη καὶ τὸν θεὸν ὑλικὸν ὄντα τρεπτὸν εἶναι καὶ ἀλλοιωτὸν καὶ μεταβλητόν. Καὶ ἐκεῖνοι μὲν οὐκ αἰδοῦνται λέγειν, ὅτι καὶ φθαρτός ἐστι σῶμα ὤν, σῶμα δὲ πνευματικὸν καὶ αἰθερῶδες μάλιστα κατὰ τὸ ἡγεμονικὸν αὐτοῦ· φθαρτὸν δὲ ὄντα μὴ φθείρεσθαι τῷ μὴ εἶναι τὸν φθείροντα αὐτὸν λέγουσιν.

Plutarchus de defectu oraculorum cp. 29. οὗτοι (scil. Stoici) τοὺς θεοὺς ἀέρων ἕξεις ποιοῦντες καὶ ὑδάτων, καὶ πυρὸς δυνάμεις ἐγκεκραμένας ἡγούμενοι, συγγεννῶσι τῷ κόσμῳ καὶ πάλιν συγκατακαίουσιν, οὐκ ἀπολύτους οὐδ’ ἐλευθέρους, οἷον ἡνιόχους ἢ κυβερνήτας ὄντας· ἀλλ’ ὥσπερ ἀγάλματα προσηλοῦται καὶ συντήκεται βάσεσιν, οὕτως ἐγκεκλεισμένους εἰς τὸ σωματικὸν καὶ συγκαταγεγομφωμένους, κοινωνοῦντας αὐτῷ μέχρι φθορᾶς καὶ διαλύσεως ἀπάσης καὶ μεταβολῆς.

Galenus de qualitatibus incorporeis 6. Vol. XIX p. 479 K. εἰ δὲ μεταποιήσας αὑτὸν ὁ Ζεὺς ἰσαρίθμως οἷς ἔφην συμβεβηκόσι τροπὰς ἔχει ποιοτήτων μυρίας, χείρων ἐστὶ τοῦ μυθολογουμένου Πρωτέως· ὁ μὲν γὰρ εἰς ὀλίγας φύσεις αὑτὸν μετεποίει καὶ μετεμόρφου, καὶ ταύτας οὐκ ἀπρεπεῖς (Od. δ 456-58) ⟨ὃς⟩ ῥ’ ἤτοι πρώτιστα λέων γένετ’ ἠϋγένειος, αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς, γίγνετο δ’ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον, ὁ δὲ οὐκ ἔστιν ὅ, τι μὴ καὶ τῶν αἰσχίστων γίγνεται —  — -. εἰ δ’ αὑτὸν μὲν οὔποτε, τὴν ⟨δʼ⟩ ὕλην μεταλλάττει καὶ σχηματίζει καὶ ποιοῖ, ζητῶ πῶς ἐστιν οἷός τε ταῦτα ποιεῖν.

Lactantius de ira cp. 18. Omitto de figura dei dicere, quia Stoici negant habere ullam formam deum.

Clemens Al. Stromat. VII 7 p. 852 Pott. οὐκ οὖν ἀνθρωποειδὴς ὁ θεὸς τοῦδ’ ἕνεκα [καὶ] ἵνα ἀκούσῃ· οὐδὲ αἰσθήσεων αὐτῷ δεῖ,

καθάπερ ἤρεσεν τοῖς Στωϊκοῖς, μάλιστα ἀκοῆς καὶ ὄψεως· μὴ γὰρ δύνασθαί ποτε ἑτέρως ἀντιλαμβάνεσθαι.

Seneca Apocolocyntosis 8. modo dic nobis, qualem deum istum fieri velis. Ἐπικούρειος θεὸς non potest esse: οὔτε αὐτὸς πρᾶγμα ἔχει οὔτε ἄλλοις παρέχει; Stoicus? quomodo potest rotundus esse, ut ait Varro, sine capite sine praeputio? Est aliquid in illo Stoici dei, iam video: nec cor nec caput habet.

V.H.¹ VI 2 p. 31 (vulgo Metrodorus περὶ αἰσθήσεων) col. XVI cf. Scott. Frgm. Herc. p. 250. κόσμου θεὸν οὐδ’ ὴ|έλιον τ’ ἀκάμαντα σε|λήνην τε πλήθουσαν (Il. XVIII 484) | Στωϊκῷ δὲ καὶ Περι|πατητικῷ τοῦτ’ ἔξεσ|τιν λέγειν . . πῶς (γ)ὰρ ἰδί|αν ἔχει μορφὴν τὸ σφαι|ροειδές; ἄλλως θ’ οἱ τοῦ|το λέγοντες οὐ βλέπου|σιν, διότι τῆς φύσεως | . . . . διον των ον.

Servius ad Aeneid. X 18. O pater, o hominum divumque aeterna potestas. hunc locum Probus quaerit; sed dicit unam rem secundum physicos, alteram secundum mathematicos. nam divum potestas est, quia ipse est aether, qui elementorum possidet principatum; hominum vero ideo, quia bona Iovis inradiatio honores hominibus tribuit.

Stobaeus Eclogae I p. 31, 11 W. Χρυσίππου. Ζεὺς μὲν οὖν φαίνεται ὠνομάσθαι ἀπὸ τοῦ πᾶσι δεδωκέναι τὸ ζῆν. Δία δὲ αὐτὸν λέγουσιν, ὅτι πάντων ἐστὶν αἴτιος καὶ δι’ αὐτὸν πάντα. (Diels Arii Did. Epitom. phys. frgm. 30). Cf. Plutarchus quom. adul. poët. aud. p. 31 E. καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλ’ εὑρησιλογῶν ἀπιθάνως καὶ παραβιαζόμενος 'εὐρυόπα Κρονίδην’ εἶναι τὸν δεινὸν ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου. Cf. Vol. II n. 101.

Ioannes Laurentius Lydus de mensibus IV 48 n. 224 ed. Röther. Κράτης δὲ ἀπὸ τοῦ διαίνειν, τουτέστι πιαίνειν τὴν Γῆν βούλεται ὀνομασθῆναι τὸν Δία, τὸν εἰς πάντα διήκοντα· Ποσειδώνιος τὸν Δία τὸν πάντα διοικοῦντα· Χρύσιππος δὲ διὰ τὸ δι’ αὐτὸν εἶναι τὰ πάντα.

Plutarchus de comm. not. cp. 36 p. 1077 e. Λέγει γοῦν Χρύσιππος ἐοικέναι τῷ μὲν ἀνθρώπῳ τὸν Δία καὶ τὸν κόσμον, τῇ δὲ ψυχῇ τὴν πρόνοιαν· ὅταν οὖν ἐκπύρωσις γένηται, μόνον ἄφθαρτον ὄντα τὸν Δία τῶν θεῶν, ἀναχωρεῖν ἐπὶ τὴν πρόνοιαν, εἶτα ὁμοῦ γενομένους ἐπὶ μιᾶς τῆς τοῦ αἰθέρος οὐσίας διατελεῖν ἀμφοτέρους.