Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Sextus Pyrrh. Hypot. III 218. ὡς Ἀριστοτέλης μὲν ἀσώματον εἶπεν εἶναι τὸν θεὸν καὶ πέρας τοῦ οὐρανοῦ, Στωϊκοὶ δὲ πνεῦμα διῆκον καὶ διὰ τῶν εἰδεχθῶν.
Alexander Aphr. de anima libri mantissa p. 113, 12 Bruns. ἀντιπίπτειν ἐδόκει μοι τούτοις τό τε τὸν νοῦν καὶ ἐν τοῖς φαυλοτάτοις εἶναι, θεῖον ὄντα, ὡς καὶ τοῖς ἀπὸ τῆς Στοᾶς ἔδοξεν.
Clemens Al. Coh. ad. gent. p. 58 Pott. Οὐδὲ μὴν τοὺς ἀπὸ τῆς Στοᾶς παρελεύσομαι, διὰ πάσης ὕλης καὶ διὰ τῆς ἀτιμοτάτης τὸ θεῖον διήκειν λέγοντας. Cf. Tatian p. 4, 3 Schw.
Clemens Al. Stromat. I p. 346 Pott. ἀλλὰ καὶ οἱ Στωϊκοὶ — — - σῶμα ὄντα τὸν θεὸν διὰ τῆς ἀτιμοτάτης ὕλης πεφοιτηκέναι λέγουσιν. Cf. Protr. p. 58 Pott.
Lactantius div. instit. VII 3. Stoici naturam in duas partes dividunt: unam quae efficiat, alteram quae se ad faciendum tractabilem praebeat. in illa prima esse vim sentiendi, in hac materiam; nec alterum sine altero posse. Quomodo potest idem esse quod tractat et quod tractatur? Siquis dicat idem esse figulum, quod lutum, aut lutum idem esse quod figulum, nonne aperte insanire videatur? At isti uno naturae nomine duas res diversissimas comprehendunt, deum et mundum, artificem et opus, dicuntque alterum sine altero nihil posse, tanquam natura sit deus mundo permixtus. Nam interdum sic confundunt, ut sit deus ipse mens mundi et mundus sit corpus dei. Quasi vero simul esse coeperint mundus et deus ac non ipse mundum fecerit. Quod et ipsi fatentur alias, cum hominum causa praedicant esse fabricatum. Cf. cp. 4. quamquam in hoc non mediocriter peccant, quod non hominis causa dicunt, sed hominum (scil. mundum fabricatum esse).
Proclus in Plat. Timaeum p. 297 Schneider. πολλοῦ ἄρα δεῖ παραβάλλεσθαι τῷ κόσμῳ τούτῳ ὁ ὑπὸ Χρυσίππου
κατασκευαζόμενος. ὁ μὲν γὰρ εἰς ταὐτὸν συγχεῖ τάς τε ἀμεθέκτους αἰτίας καὶ τὰς μεθεκτὰς τάς τε θείας καὶ νοερὰς τάς τε ἀΰλους καὶ τὰς ἐνύλους. ὁ γὰρ αὐτὸς θεὸς παρ’ αὐτῷ πρῶτος ὢν διήκει διὰ τοῦ κόσμου καὶ διὰ τῆς ὕλης καὶ ψυχή ἐστι καὶ φύσις ἀχώριστος τῶν διοικουμένων.Salvianus de gubern. dei I 3. Plato et omnes Platonicorum scholae moderatorem rerum omnium confitentur deum. Stoici eum gubernatoris vice intra id quod regat semper manere testantur.
Alexander Aphrod. de mixtione p. 225, 18 Bruns. πρὸς δὲ τούτοις ἐπιζητήσαι τις ἄν, εἰ τῶν ἐκ τῆς ὕλης γενομένων οἷόν τε δημιουργὸν λέγειν τὸν διαπεφοιτηκότα τῆς ὕλης καὶ ὄντα ἐν αὐτῇ θεόν. φέρουσι μὲν γὰρ εἰς τὴν κατασκευὴν τοῦδε τὸ μὴ ὁμοίως τοῖς φύσει γινομένοις γίνεσθαι τὰ κατὰ τέχνας. τὰ μὲν γὰρ ἀπὸ τῆς φύσεως ἀποτελέσματα οὐκ ἐπιπολῆς, ἀλλὰ δι’ ὅλων εἰδοποιεῖταί τε καὶ διαπλάττεται, καὶ τὰ ἔνδον αὐτῶν γλαφυρώτατα πεφιλοτέχνηται. τὰ δὲ τῶν τεχνῶν διαμεμόρφωται, ὡς ἐπὶ τῶν ἀνδριάντων ἔχει· τὰ γὰρ ἔνδον τούτων ἀδιάπλαστα. διὰ δὴ τοῦτό φασιν τῶν μὲν γινομένων κατὰ τέχνην ἔξωθεν εἶναι καὶ κεχωρισμένον τὸ ποιοῦν, ἐπὶ δὲ τῶν γινομένων φύσει ἐν τῇ ὕλῃ εἶναι τὴν δύναμιν τὴν μορφοῦσάν τε καὶ γεννῶσαν αὐτά.
Plutarchus de facie lunae cp. 12 p. 926c. αὐτὴ δ’ ἡ ψυχή, πρὸς Διός, εἶπον, οὐ παρὰ φύσιν τῷ σώματι συνεῖρκται βραδεῖ ταχεῖα καὶ ψυχρῷ πυρώδης, ὥσπερ ὑμεῖς φατε (scil. Stoici), καὶ ἀόρατος αἰσθητῷ; διὰ τοῦτ’ οὖν σώματι ψυχὴν μὴ λέγωμεν εἶναι μηδὲ νοῦ χρῆμα θεῖον * ὑπὸ βρίθους ἢ πάχους * οὐρανόν τε πάντα καὶ γῆν καὶ θάλασσαν ἐν ταὐτῷ περιπολοῦν τε καὶ διϊπτάμενον, εἰς σάρκας ἥκειν καὶ νεῦρα καὶ μυελοὺς καὶ παθέων μυρίων μεστὰς ὑγρότητας. Ὁ δὲ Ζεὺς ἡμῖν οὗτος οὐ τῇ μὲν αὑτοῦ φύσει χρώμενος ἕν ἐστι μέγα πῦρ καὶ συνεχές, νυνὶ δ’ ὑφεῖται καὶ κέκαμπται καὶ διεσχημάτισται, πᾶν χρῆμα γεγονὼς καὶ γιγνόμενος ἐν ταῖς μεταβολαῖς;
Sophonias de anima paraphrasis (Comm. graec. Vol. XXIII) ed. Hayd. p. 36, 9. ἐσχάτη δὲ δόξα καὶ τελευταία περὶ ψυχῆς ἥδε· ἐν γὰρ τῷ ὅλῳ τινὲς αὐτὴν μεμῖχθαί φασι, καὶ ἅπαν σῶμα ἔμψυχον εἶναι ὑπέλαβον, ὅθεν καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν. εἰς τοῦτο δ’ ἄν τις ἕλκοι καὶ τοὺς Στωϊκοὺς σῶμα τὸ θεῖον ὑπολαβόντας καὶ πανταχοῦ παρεῖναι καὶ σωματικῶς, ἀλλ’ οὐ μόναις ταῖς ἐνεργείαις.
Alexander Aphrod. de mixtione p. 226, 10 Bruns. ἐοίκασι δέ, δι’ ὧν λέγουσιν, εἶδος τῆς ὕλης λέγειν τὸν θεόν· εἰ γὰρ οὕτως ὁ θεὸς μέμικται τῇ ὕλῃ, κατ’ αὐτούς, ὡς ἐν τοῖς ζῴοις ἡ ψυχὴ τῷ σώματι, καὶ ἡ δύναμις τῆς ὕλης ἐστὶ ὁ θεός (φασὶ γὰρ τὴν ὕλην ποιεῖν τῇ ἐν αὐτῇ δυνάμει) εἶδος ⟨οὕτ⟩ως ἂν λέγοιεν αὐτῆς τὸν θεόν, ὡς τὴν ψυχὴν τοῦ σώματος καὶ τὴν δύναμιν τοῦ δυνάμει. ἀλλ’ εἰ τοῦτο, πῶς ἂν ἔτι ἡ ὕλη ἀνείδεος εἴη κατὰ τὸν αὑτῆς λόγον; εἴ γε τὸ συμμένειν αὐτῇ καὶ εἶναι ὕλῃ παρὰ τῆς οὔσης ἐν αὐτῇ δυνάμεως. μάλιστα δ’ ἐν τῇ ἐκπυρώσει φαίνεται κατ’ αὐτοὺς ὁ θεὸς τῆς ὕλης εἶδος ὤν, εἴγε ἐν τῷ πυρί, ὃ μόνον ἐστὶ κατ’ αὐτοὺς
τότε, ἡ ὕλη καὶ ὁ θεὸς σῴζονται μόνοι. εἴη γὰρ ἂν ὁ θεὸς τότε εἶδος τὸ ἐπὶ τῇ ὕλῃ τοῦ πυρός. εἰ δὲ τοῦτο, μεταβάλλει δὲ τὸ πῦρ εἰς ἄλλα τινὰ σώματα, τὸ εἶδος ἀλλάσσον, εἴη ἂν ὁ θεὸς φθειρόμενος τότε etc.Alexander Aphrod. de mixtione p. 226, 24 Bruns. πῶς δ’ οὐκ ἀνάξια τῆς θείας προλήψεως τό τε τὸν θεὸν διὰ πάσης τῆς ὑποκειμένης πᾶσιν ὕλης κεχωρηκέναι λέγειν καὶ μένειν ἐν αὐτῇ ὁποία ποτ’ ἂν ᾖ, καὶ τὸ προηγούμενον ἔχειν ἔργον τὸ ἀεί τι γεννᾶν τε καὶ διαπλάσσειν τῶν ἐξ αὐτῆς γενέσθαι δυναμένων, καὶ ποιεῖν τὸν θεὸν δημιουργὸν σκωλήκων τε καὶ ἐμπίδων, ἀτεχνῶς ὥσπερ κοροπλάθον τινὰ τῷ πηλῷ σχολάζοντα καὶ πᾶν τὸ δυνάμενον ἐξ αὐτοῦ γενέσθαι τοῦτο ποιοῦντα.