Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Alexander Aphrod. de fato cp. 33 p. 205, 1 Bruns. τὸ δὲ

λέγειν πλανᾶσθαι τοὺς οὐχ ἡγουμένους ἐν τῷ σῴζεσθαι τὴν καθ’ ὁρμὴν τῶν ζῴων ἐνέργειαν ἤδη σῴζεσθαι καὶ τὸ ἐφ’ ἡμῖν τῷ μὴ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς ὁρμῶσιν εἶναι, καὶ διὰ τοῦτο ἐρωτᾶν, εἰ μὴ ἐνέργημά τι τὸ ἐφ’ ἡμῖν ἐστι, καὶ λαβόντας ἐπὶ τούτῳ πάλιν ἐρωτᾶν, εἰ μὴ τῶν ἐνεργημάτων τὰ μὲν εἶναι δοκεῖ καθ’ ὁρμήν, τὰ δ’ οὐ καθ’ ὁρμήν, ὃ λαβόντας πάλιν προστιθέναι τούτῳ τὸ μὴ τῶν ἐνεργημάτων μέν, μὴ καθ’ ὁρμὴν δὲ εἶναί τι ἐφ’ ἡμῖν, οὗ καὶ αὐτοῦ συγχωρουμένου ἐπὶ τούτοις λαμβάνειν τὸ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς οὕτως ἐνεργοῦσιν εἶναι, ἐπειδὴ ἐν μηδενὶ τῶν ἄλλως ἐνεργουμένων ἐστί, καὶ διὰ τοῦτο λέγειν σῴζεσθαι κατ’ αὐτοὺς καὶ τὸ τοιοῦτον ἐφ’ ἡμῖν, ὃ δυνατὸν ὑφ’ ἡμῶν γενέσθαι τε καὶ μή, ἐπειδὴ καὶ τὰ οὕτως γενόμενα ἐν τοῖς καθ’ ὁρμὴν γινομένοις ἐστί, πῶς οὐ παντάπασιν ἀγνοούντων ταῦτα etc.

Alexander Aphrod. de fato cp. 34 p. 205, 24 Bruns. λαβόντες γὰρ τὸ ἕκαστον τῶν συνεστώτων φύσει καθ’ εἱμαρμένην εἷναι τοιοῦτον, ὁποῖόν ἐστι, ὡς ταὐτοῦ ὄντος τοῦ τε φύσει καὶ τοῦ καθ’ εἱμαρμένην, προστιθέασιν τὸ Οὐκοῦν κατὰ τὴν εἱμαρμένην καὶ αἰσθήσεται τὰ ζῷα καὶ ὁρμήσει, καὶ τὰ μὲν τῶν ζῴων ἐνεργήσει μόνον, τὰ δὲ πράξει τὰ λογικά, καὶ τὰ μὲν ἁμαρτήσεται τὰ δὲ κατορθώσει· ταῦτα γὰρ τούτοις κατὰ φύσιν. μενόντων δὲ καὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ τῶν τοιούτων φύσεων καὶ ποιοτήτων μὴ ἀναιρουμένων, καὶ ἔπαινοι μένουσι καὶ ψόγοι καὶ κολάσεις καὶ τιμαί. ταῦτα γὰρ οὕτως ἔχει ἀκολουθίας τε καὶ τάξεως.

Alexander Aprod. de fato cp. 35 p. 207, 4 Bruns. μηδὲ ἐκεῖνον δὲ παραλίπωμεν τὸν λόγον, ᾧ θαῤῥοῦσιν, ὡς δεικνύναι δυναμένου τῶν προκειμένων τι. λέγουσιν γάρ. Οὐ γὰρ ἔστι μὲν τοιαὐτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ πεπρωμένη· ⟨οὐδὲ ἔστι μὲν πεπρωμένη⟩, οὐκ ἔστι δὲ αἶσα· οὐδὲ ἔστι μὲν αἶσα, οὐκ ἔστι δὲ νέμεσις· οὐδὲ ἔστι μὲν νέμεσισ, οὐκ ἔστι δὲ νόμος· οὐδ’ ἔστι μὲν νόμος, οὐκ ἔστι δὲ λόγος ὀρθὸς προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. ἀλλὰ ἀπαγορεύεται μὲν τὰ ἁμαρτανόμενα, προστάττεται δὲ τὰ κατορθώματα. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἁμαρτήματα καὶ κατορθώματα. ἀλλ’ εἰ ἔστιν ἀμαρτήματα καὶ κατορθώματα, ἔστιν ἀρετὴ καὶ κακία, εἰ δὲ ταῦτα, ἔστι καλὸν

καὶ αἰσχρόν· ἀλλὰ τὸ μὲν καλὸν ἐπαινετόν, τὸ δὲ αἰσχρὸν ψεκτόν. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἐπαινετὸν καὶ ψεκτόν. ἀλλὰ τὰ μὲν ἐπαινετὰ τιμῆς ἄξια, τὰ δὲ ψεκτὰ κολάσεως. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ τιμὴ καὶ κόλασις. ἀλλ’ ἔστι μὲν τιμὴ γέρως ἀξίωσις, ἡ δὲ κόλασις ἐπανόρθωσις. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι ⟨δὲ⟩ γέρως ἀξίω καὶ ἐπανόθωσις· εἰ δὲ ταῦτα ⟨μὴ⟩ ἀνῄρηται, μένει, καὶ πάντων γινομένων καθ’ εἱμαρμένην, κατορθώματά τε καὶ ἁμαρτήματα καὶ τιμαὶ καὶ κολάσεις καὶ γέρως ἀξιώσεις καὶ ἔπαινοι καὶ ψόγοι. p. 207, 29. τίς οὐκ ἂν αὐτῶν θαυμάσαι τὴν σύνθεσιν τοῦ λόγου ὡς ἀπέριττον καὶ ἐξ ὁμολογουμένων καὶ ἐναργῶν συνάγουσαν; ⟨ἦ⟩ τὸ μηδὲν ὤνηντο ἄρα τῆς περὶ τοὺς συλλογισμοὺς ἀσχολίας μακρᾶς, θέμενοι γὰρ τὸ τὴν εἱμαρμένην χρήσθαι πᾶσιν τοῖς γεγονόσι τε καὶ γινομένοις καθ’ εἱμαρμένην, πρὸς τὴν ἀκώλυτον τῶν ὑπ’ αὐτῆς γινομένων ἐνέργειαν, οὕτως ὡς γέγονεν ἕκαστον αὐτῶν καὶ φύσεως ἔχει, λίθῳ μὲν ὡς λίθῳ, φυτῷ δὲ ὡς φυτῷ, ζῴῳ δὲ ὡς ζῴῳ, εἰ δὲ ζῴῳ καὶ ⟨ὡς⟩ ὁρμητικῷ, ἐν τῷ τιθέναι τὸ χρῆσθαι αὐτὴν τῷ ζῴῳ ὡς ζῴῳ τε καὶ ὁρμητικῷ καὶ γίνεσθαι τὰ ὑπ’ αὐτῆς διὰ τῶν ζῴων γινόμενα κατὰ τὴν τῶν ζῴων ὁρμὴν (ἑπομένων καὶ τούτων τοῖς ἐξ ἀνάγκης περιεστῶσιν αὐτὰ τότε αἰτίοις, ἅτινα ἂν ⟨ᾖ⟩) ἡγούμενοι διὰ τοῦ τὸ καθ' ὁρμὴν ἐνεργεῖν τὰ ζῷα τηρεῖν ἐν τῷ ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην καὶ τὸ ἐφ' ἡμῖν εἶναί τι τηρεῖν, τούς τε ἄλλους ἐρωτῶσιν λόγου καὶ δὴ καὶ τὸν προειρημένον, ἐμοὶ δοκεῖ, οὐχ ὡς ἀληθεῖ πιστεύοντες τοσοῦτον αὐτῷ ὅσον διὰ μῆκός τε καὶ πλῆθος ὀνομάτων καὶ ἀσαφῆ σύνθεσιν παράξειν ἡγούμενοι τοὺς ἀκούοντας.

Alexander Aphrod. de fato cp. 36 p. 210, 3 Bruns. οὐδὲν ἄρα μένει τῶν ὑπὸ τοῦ μετὰ τοσαύτης τέχνης ἠρωτημένου λόγου κατεσκευασμένων, ἀκολουθήσει τε αὐτοῖς ἀρξαμένοις κάτωθεν ⟨ἡ⟩ ἀκολουθία, ἣν ἕπεσθαι λέγουσιν τοῖς ἀναιρεῖν πειρωμένοις τὸ ἐφ’ ἡμῖν ⟨τι⟩ εἶναι, ὡς αὐτοὶ τηροῦντες ὁμολογουμένως αὐτό, ⟨τὸ⟩ διὰ τοῦ πρώ⟨του⟩ λαβόντας ἄλλο ἐπιφέρειν αὖ τὰ τούτῳ δοκοῦντα ἕπεσθαι ἄτοπα καὶ ⟨τού⟩τοις διαβάλλειν ⟨τὸ⟩ ἡγούμενον. εἰ γὰρ μή εἰσι τιμαὶ μηδὲ κολάσεις, οὐδὲ ἔπαινοι οὐδὲ ψόγοι· εἰ δὲ μὴ ταῦτα, οὐδὲ κατορθώματά τε καὶ ἁμαρτήματα· εἰ δὲ μὴ ταῦτα, οὐδὲ ἀρετὴ

καὶ κακία· εἰ δὲ μὴ ταῦτα, φασὶν ἔτι, μηδὲ θεοί. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ μὴ εἶναι μήτε τιμὰς μήτε κολάσεις, ἕπεται τῷ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ὡς δέδεικται. ⟨καὶ⟩ τὸ τελευταῖον ἄρα, ὃ ἄτοπον καὶ ἀδύνατον. ἀναιρετέον ⟨ἄρα⟩ τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ᾧ τοῦθ’ εἵπετο.

Alexander Aphrod. de fato cp. 37 p. 210, 14 Bruns. ἴδωμεν δὲ καὶ ⟨τὸν⟩ ἐπὶ τούτῳ λόγον ἠρωτημένον, εἰ μὴ τὰς ὁμοίας ἀνάγκας ἔχει. λέγει δὲ οὕτως· Οὐ πάντα μὲν ἔστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἀκώλυτος καὶ ἀπαρεμόδιστος ἡ τοῦ κόσμου διοίκσις· οὐδὲ ἔστι μὲν τοῦτο, οὐκ ἔστι δὲ κόσμος· οὐδὲ ἔστι μὲν κόσμος, οὐκ εἰσὶν δὲ θεοί. εἰ δέ εἰσι θεοί, εἰσὶν ἀγαθοὶ οἱ θεοί. ἀλλ’ εἰ τοῦτο, ἔστιν ἀρετή. ἀλλ’ εἱ ἔστιν ἀρετή, ἔστι φρόνησις. ἀλλ’ εἰ τοῦτο, ἔστιν [ἡ] ἐπιστήμη ποιητέων τε καὶ οὐ ποιητέων. ἀλλὰ ποιητέα μέν ἐστι τὰ κατορθώματα, οὐ ποιητέα δὲ τὰ ἁμαρμήματα. οὐκ ἄρα πᾶν μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἁμάρτημα καὶ κατόρθωμα. ἀλλὰ τὰ μὲν κατορθώματα καλά, τὰ δὲ ἁμαρτήματα αἰσχρά· καὶ τὰ μὲν καλὰ ἐπαινετά, τὰ δὲ αἰσχρὰ ψεκτά. οὐκ ἄρα πάντα μέν ἐστι καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ ἐπαινετὰ καὶ ψεκτά. ἀλλ’ εἰ τοῦτο, εἰσὶν ἔπαινοι καὶ ψόγοι. ἀλλ’ ἃ μὲν ἐπαινοῦμεν, τιμῶμεν, ἃ δὲ ψέγομεν, κολάζομεν· καὶ ὁ μὲν τιμῶν γεραίρει, ὁ δὲ κολάζων ἐπανορθοῖ. οὐκ ἄρα πάντα μὲν γίνεται καθ’ εἱμαρμένην, οὐκ ἔστι δὲ γεραίρειν καὶ ἐπανορθοῦν. καὶ οὗτος δὴ ὁ λόγος ἀπὸ τῆς αὐτῆς παλαίστρας ὢν δῆλον ὡς διὰ τῶν αὐτῶν ἂν ψευδὴς ὢν ἐλέγχοιτο. p. 212, 1. παραπλήσιοι δὲ τούτοις καὶ ὅσους ἄλλους εἰς σύστασιν τοῦδε τοῦ δόγματος λόγους παρατίθενται ἐπὶ πλέον, [καὶ] μέχρι ῥημάτων τὴν κομψείαν ἔχοντες, ἀλλ’ οὐκ ἐκ τῆς πρὸς τὰ πράγματα περὶ ὧν λέγονται σωμφωνίας τὴν πίστιν λαμβάνοντες.

Alexander Aphrod. de fato cp. 38. ὅτι δὲ μηδὲ οἱ ἐκ τοῦ δεικνύναι τὴν καθ’ ὁρμὴν κίνησιν τοῖς ζώοις μένουσαν πάντων γινομένων καθ’ εἱμαρμένην (scil. λόγοι) σῴζουσι τὸ ἐφ’ ἡμῖν, εἰ μὴ βούλοιτό τις ἀπλῶς τὸ ἀπό τινος κατὰ τὴν οἰκείαν γινόμενον φύσιν ἐπ’ ἐκείνῳ λέγειν —  — φθάνει διὰ τῶν πρώτων - δεδεῖχθαι.

Alexander Aphrod. quaestiones II 4 p. 50, 30 Bruns. εἰ ἐφ’ ἡμῖν ἐστι τοῦτο, οὗ τὸ ἀντείμενον ἐφ' ἡμῖν, τὸ οὗ τὸ ἀντικείμενον οὐκ ἐφ’ ἡμῖν, ἐκεῖνο οὐκ ἐφ’ ἡμῖν. τοῦ δ’ ἐφ’ ἡμῖν τὸ ἀντικείμενον οὐκ ἐφ’ ἡμῖν· τῷ γὰρ ἐφ’ ἡμῖν τὸ οὐκ ἐφ’ ἡμῖν ἀντικείμενον. οὐδὲ τὸ ἐφ’ ἡμῖν ἄρα ἐφ’ ἡμῖν. εἰ δὲ τὸ

ἐφ’ ἡμῖν μὴ ἐφ' ἡμῖν, οὐδέν ἐστιν ἐφ’ ἡμῖν. καθ’ οὓς ἄρα ἐφ' ἡμῖν ἐστιν, οὗ καὶ τὸ ἀντικείμενον ἐφ' ἡμῖν, κατὰ τούτους οὐδέν ἐστιν ἐφ' ἡμῖν. ibidem II 5 p. 51, 20. τῷ ἐφ' ἡμῖν τι εἶναι ἀντίκειται τὸ μηδὲν εἶναι ἐφ' ἡμῖν. ⟨τὸ δὲ μηδὲν εἶναι ἐφ’ ἡμῖν⟩ ἀδύνατον. τὸ οὖν τῷ ἐφ' ἡμῖν τι εἶναι ἀντικείμενον ἀδύνατον. ἀλλὰ μὴν ᾧ τὸ ἀντικείμενον ἀδύνατον, τοῦτο καθ’ εἱμαρμένην, εἴ γε ταῦτα καθ’ εἱμαρμένην γίνεται, οἷς τὰ ἀντικείμενα ἀδύνατόν ἐστιν ἢ εἶναι ἢ γενέσθαι. τὸ οὖν ἐφ' ἡμῖν τι εἶναι καθ’ εἱμαρμένην. τῷ δὲ ἐφ' ἡμῖν τι εἶναι καθ' εἱμαρμένην, σῴζοιτο ἂν τὸ ἐφ' ἡμῖν τι εἶναι κατὰ τοὺς ἅπαντα γίνεσθαι καθ’ εἱμαρμένην λέγοντας.

Etymologicum Magn. s. v. τελετή p. 750, 16. Χρύσιππος δέ φησι, τοὺς περὶ τῶν θείων λόγους εἰκότως καλεῖσθαι τελετάς· χρῆναι γὰρ τούτους τελευταίους καὶ ἐπὶ πᾶσι διδάσκεσθαι, τῆς ψυχῆς ἐχούσης ἕρμα καὶ κεκρατημένης καὶ πρὸς τοὺς ἀμυήτους σιωπᾶν δυναμένης· μέγα γὰρ εἶναι τὸ ἆθλον ὑπὲρ θεῶν ἀκοῦσαί τε ὀρθὰ καὶ ἐγκρατεῖς γενέσθαι αὐτῶν.

Aëtius Plac. I 6 Πόθεν ἔννοιαν ἔσχον θεῶν ἄνθρωποι G 34. Ορίζονται δὲ τὴν τοῦ θεοῦ οὐσίαν οἱ Στωϊκοὶ οὕτως· πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δ’ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. ἔσχον δὲ ἔννοιαν τούτου πρῶτον μὲν ἀπὸ τοῦ κάλλους τῶν ἐμφαινομένων προσλαμβάνοντες. οὐδὲν γὰρ τῶν καλῶν εἰκῆ καὶ ὡς ἔτυχε γίνεται, ἀλλὰ μετά τινος τέχνης δημιουργούσης. καλὸς δὲ ὁ κόσμος· δῆλον δὲ ἐκ τοῦ σχήματος καὶ τοῦ χρώματος καὶ τοῦ μεγέθους καὶ τῆς περὶ τὸν κόσμον τῶν ἀστέρων ποικιλίας. σφαιροειδὴς γὰρ ὁ κόσμος, ὃ πάντων σχημάτων πρωτεύει. μόνον γὰρ τοῦτο τοῖς ἑαυτοῦ μέρεσιν ὁμοιοῦται· περιφερὴς δὲ ὢν ἔχει τὰ μέρη περιφερῆ· διὰ τοῦτο γὰρ κατὰ τὸν Πλάτωνα ἐν τῇ κεφαλῇ τὸ ἱερώτατον συνέστηκε, νοῦς. Καὶ τὸ χρῶμα δὲ καλόν. κυανώδει γὰρ κέχρωσται, ὃ πορφύρας μέν ἐστι μελάντερον, στίλβουσαν δὲ ἔχει τὴν ποιότητα· καὶ διὰ ταύτην τὴν αἰτίαν τῷ τῆς χροιᾶς συντόνῳ διακόπτων τηλικαύτην ἀέρος ἀπόστασιν ἐκ τοσούτων διαστημάτων θεωρεῖται. Καὶ ἐκ τοῦ μεγέθους καλός. πάντων γὰρ τῶν ὁμογενῶν τὸ περιέχον καλὸν ὡς ζῷον καὶ δένδρον. ἐπιτελεῖ τὸ κάλλος τοῦ κόσμου καὶ ταῦτα τὰ φαινόμενα· ὁ μὲν γὰρ λοξὸς κύκλος ἐν οὐρανῷ διαφόροις εἰδώλοις πεποίκιλται. τῷ δ’ ἔνι καρκίνος ἐστί, λέων δ’ ἐπὶ τῷ, μετὰ δ’ αὐτόν παρθένος ἠδ’ ἐπί οἱ χηλαὶ καὶ σκορπίος αὐτός τοξευτής τε καὶ αἰγόκερως, ἐπὶ δ’ αἰγοκερῆϊ ὑδροχόος· δύο δ’ αὐτὸν ἐπ’ ἰχθύες ἀστερόεντες. τοὺς δὲ μετὰ κριός, ταῦρος δ’ ἐπὶ τῷ δίδυμοί τε.

μυρία δ’ ἄλλα καθ’ ὁμοίας τοῦ κόσμου περικλάσεις πεποίηκεν. ὅθεν καὶ Εὐριπίδης φησί· (Crit. fr. 1, 33. 34 p. 598 N) τό τ’ ἀστερωπὸν οὐρανοῦ σέλας χρόνου καλὸν ποίκιλμα τέκτονος σοφοῦ. ἐλάβομεν δὲ ἐκ τούτου ἔννοιαν θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον φορὰν ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσι, καὶ κατὰ τόπους καὶ κατὰ χρόνους τοὺς αὐτούς. διόπερ οἱ τὸν περὶ τῶν θεῶν παραδόντες σεβασμὸν διὰ τριῶν ἐξέθηκαν ἡμῖν εἰδῶν, πρῶτον μὲν τοῦ φυσικοῦ, δεύτερον δὲ τοῦ μυθικοῦ, τρίτον δὲ τοῦ τὴν μαρτυρίαν ἐκ τῶν νόμων εἰληφότος. [διοικεῖσθαι del. Reiske] διδάσκεται δὲ τὸ μὲν φυσικὸν ὑπὸ τῶν φιλοσόφων, τὸ δὲ μυθικὸν ὑπὸ τῶν ποιητῶν, τὸ δὲ νομικὸν ὑφ’ ἑκάστης ἀεὶ πόλεως συνίσταται. Διαιρεῖται δὲ ἡ πᾶσα διδαχὴ εἰς εἴδη ἑπτά· καὶ πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων καὶ μετεώρων· θεοῦ γὰρ ἔννοιαν ἔσχον ἀπὸ τῶν φαινομένων ἀστέρων ὁρῶντες τούτους μεγάλης συμφωνίας ὄντας αἰτίους, καὶ τεταγμένως ἡμέραν τε καὶ νύκτα χειμῶνά τε καὶ θέρος ἀνατολάς τε καὶ δυσμὰς καὶ τὰ ὑπὸ τῆς γῆς ζῳογονούμενα καὶ καρπογονούμενα. διὸ πατὴρ μὲν ἔδοξεν αὐτοῖς οὐρανὸς ὑπάρχειν, μήτηρ δὲ γῆ· τούτων δὲ ὁ μὲν πατὴρ διὰ τὸ τὰς τῶν ὑδάτων ἐκχύσεις σπερμάτων ἔχειν τάξιν, ἡ δὲ [γῆ] μήτηρ διὰ τὸ δέχεσθαι ταῦτα καὶ τίκτειν· βλέποντες δὲ τοὺς ἀστέρας ἀεὶ θέοντας αἰτίους τε τοῦ θεωρεῖν ἡμᾶς ἥλιον καὶ σελήνην θεοὺς προσηγόρευσαν. - εἰς δεύτερον δὲ καὶ τρίτον τόπον τοὺς θεοὺς διεῖλον εἴς τε τὸ βλάπτον καὶ τὸ ὠφελοῦν· καὶ τοὺς μὲν ὠφελοῦντας Δία, Ἥραν, Ἑρμῆν, Δήμητραν, τοὺς δὲ βλάπτοντας Ποινάς, Ἐρινύας, Ἄρην, τούτους ἀφοσιούμενοι χαλεποὺς ὄντας καὶ βιαίους. - τέταρτον καὶ πέμπτον προστεθείκασι τοῖς πράγμασι καὶ τοῖς πάθεσι, παθῶν μὲν Ἔρωτα, Ἀφροδίτην, Πόθον, πραγμάτων δὲ Ἐλπίδα, Δίκην, Εὐνομίαν. - ἕκτον δὲ τόπον προσέλαβον τὸ ὑπὸ τῶν ποιητῶν πεπλασμένον· Ἡσίοδος γὰρ βουλόμενος τοῖς γενητοῖς θεοὺς πατέρας συστῆσαι εἰσήγαγε τοιούτους αὐτοῖς γεννήτορας (Hes. theog. 134) Κοῖόν τε Κρεῖόν θ’ Ὑπερίονά τ’ Ἰαπετόν τε. διὰ τοῦτο καὶ μυθικὸν κέκληται. - ἕβδομον δὲ καὶ ἐπὶ πᾶσι τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον εὐεργεσίας ἐκτετιμημένον, ἀνθρώπινον δὲ γεννηθὲν ὡς Ἡρακλέα ὡς Διοσκόρους ὡς Διόνυσον. - ἀνθρωποειδεῖς δ’ αὐτοὺς ἔφασαν εἶναι, διότι τῶν μὲν ἁπάντων τὸ θεῖον κυριώτατον, τῶν δὲ ζώων ἄνθρωπος κάλλιστον, κεκοσμημένον ἀρετῇ διαφόρως κατὰ τὴν τοῦ νοῦ σύστασιν· [τὸ κράτιστον·] τοῖς οὖν ἀριστεύουσι τὸ κράτιστον ὁμοίως [καὶ καλῶς] ἔχειν διενοήθησαν. Cf. Philo Leg. Alleg. III p. 107 M. Sextus adv. math. IX 26. 27.

Philo de monarchia I p. 216 M. Πόθεν τοῦ εἶναι θεὸν λαμβάνομεν ἔννοιαν. —  — Δύο δ’ ἐν ταῖς περὶ θεοῦ ζητήσεσι τὰ ἀνωτάτω ταῦτα ἐπαπορεῖ ἡ διάνοια τοῦ φιλοσοφοῦντος ἀνόθως· ἓν μὲν εἰ ἔστι τὸ θεῖον, ἕνεκα τῶν ἐπιτηδευσάντων ἀθεότητα, κακιῶν τὴν μεγίστην· ἕτερον δὲ τὸ τί ἔστι κατὰ τὴν οὐσίαν. Τὸ μὲν οὖν πρότερον οὐ πολὺς πόνος ἰδεῖν, τὸ δὲ δεύτερον οὐ χαλεπὸν μόνον, ἀλλὰ καὶ ἴσως ἀδύνατον, ἐπισκεπτέον δ’ ἑκάτερα.

Ἀεὶ τοίνυν γνωρίσματα τῶν δημιουργῶν πέφυκέ πως εἶναι τὰ δημιουργηθέντα· τίς γὰρ ἀνδριάντας ἢ γραφὰς θεασάμενος οὐκ εὐθὺς ἐνόησεν ἀνδριαντοποιὸν ἢ ζωγράφον; τίς δ’ ἐσθῆτας ἢ ναῦς ἢ οἰκίας ἰδὼν οὐκ ἔννοιαν ἔλαβεν ὑφάντου καὶ ναυπηγοῦ καὶ οἰκοδόμου. Παρελθὼν δέ τις εἰς πόλιν εὔνομον, ἐν ᾗ τὰ τῆς πολιτείας σφόδρα καλῶς διακεκόσμηται, τί ἕτερον ὑπολήψεται ἢ ὅτι ἐπιστατεῖται ἥδε ἡ πόλις ὑπ’ ἀρχόντων [ὡς] ἀγαθῶν; Τὸν οὖν ἀφικόμενον εἰς τὴν ἀληθῶς Μεγαλόπολιν, τόνδε τὸν κόσμον, καὶ θεασάμενον τὴν ὀρεινὴν καὶ πεδιάδα πλήθουσαν ζῴων καὶ φυτῶν, καὶ ποταμῶν αὐθιγενῶν καὶ χειμάρρων φορὰς καὶ πελαγῶν ἀναχύσεις καὶ εὐκρασίαν ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν τροπάς· εἶτα ἥλιον καὶ σελήνην, τοὺς ἡμέρας καὶ νυκτὸς ἡγεμόνας, καὶ τὰς τῶν ἄλλων πλανητῶν τε καὶ ἀπλανῶν καὶ τοῦ σύμπαντος οὐρανοῦ περιπολήσεις καὶ χορείας, οὐκ εἰκότως, μᾶλλον δὲ ἀναγκαίως ἔννοιαν λήψεσθαι δεῖ τοῦ πατρὸς καὶ ποιητοῦ καὶ προσέτι ἡγεμόνος; Οὐδὲν γὰρ τῶν τεχνικῶν ἔργων ἀπαυτοματίζεται· τεχνικώτατος δὲ καὶ ὁ κόσμος, ὡς ὑπό τινος τὴν ἐπιστήμην ἀγαθοῦ καὶ τελειοτάτου πάντως δεδημιουργῆσθαι.

Cicero de nat. deor. III 10, 25. Et Chrysippus tibi acute dicere videbatur, homo sine dubio versutus et callidus (versutos eos appello, quorum celeriter mens versatur, callidos autem, quorum, tamquam manus opere, sic animus usu concalluit) is igitur: Si aliquid est, inquit, quod homo efficere non possit, qui id efficit, melior est homine. Homo autem haec, quae in mundo sunt, efficere non potest: qui potuit igitur, is praestat homini. Homini autem praestare quis possit, nisi deus? Est igitur deus. ibidem 26. Idemque si dei non sint, negat esse in omni natura quicquam homine melius; id autem putare quemquam hominem, nihil homine esse melius, summae arrogantiae censet esse. —  — Et si domus pulchra sit, intelligamus eam dominis, inquit, aedificatam esse, non muribus: sic igitur mundum deorum domum existimare debemus.

Cicero de natura deorum II 6, 16. Chrysippus quidem, quamquam est acerrimo ingenio, tamen ea dicit, ut ab ipsa natura didicisse, non ut ipse repperisse videatur. Si enim, inquit, est aliquid in rerum natura, quod hominis mens, quod ratio, quod vis, quod potestas humana efficere non possit: est certe id, quod illud efficit, homine melius. Atqui res caelestes omnesque eae, quarum est ordo sempiternus, ab homine confici non

possunt. Est igitur id, ⟨a⟩ quo illa conficiuntur, homine melius. Id autem quid potius dixeris, quam deum? Etenim si dii non sunt, quid esse potest in rerum natura homine melius? In eo enim solo est ratio, qua nihil potest esse praestantius. Esse autem hominem, qui nihil in omni mundo melius esse quam se putet, desipientis arrogantiae est. Ergo est aliquid melius. Est igitur profecto deus. Cf. Lactantius de ira cp. 10. Si quid est, inquit Chrysippus, quod efficiat ea, quae homo, licet ratione sit praeditus, facere non possit, id profecto est maius et fortius et sapientius homine. Cic. ibid. § 17. An vero, si domum magnam pulchramque videris, non possis adduci, ut, etiamsi dominum non videas, muribus illam et mustelis aedificatam putes: tantum ergo ornatum mundi, tantam varietatem pulcritudinemque rerum caelestium, tantam vim et magnitudinem maris atque terrarum, si tuum ac non deorum immortalium domicilium putes, nonne plane desipere videare?