Certamen Homeri et Hesiodi

Certamen Homeri et Hesiodi

Certamen Homeri et Hesiodi. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

225

A

Papyrus s. iii. Α. c. Flinders Petrie Papyri ed. J. P. Mahaffy,

Dublini 1891, p. 70, no. XXV.

  • τρο[πον
  • αποντων
  • των κριτων
  • π]ανηδου προε
  • παρελθον
  • [τα ] ησιοδον ερω
  • ταιν κατα τοιαδε υιε
  • μελητος ομηρε θεων απο] μηδεα
  • ειδως ειπ αγε μοι παμπρω ]τα τι
  • [φερτατον εστι βροτοισι]ν τον
  • σοιπ
  • επ]η αρ[χην
  • ε]πιχθονιοισι
  • φυντα δ] οπως ωκισ
  • τα πυλας αιδαο περησ]αι επιβα
  • [λομενος δ ο ησιοδ ]ος ερωται το
  • [ειπ αγε μοι και το]υτο θε[οις
  • επιεικελ ομηρε τι θν]ητοις καλ[λι
  • στον ε]ιναι ο δ ομη
  • [ρος στιχους
  • δαιτ]υ[μονες δ
  • ανα δωματ ακουαζ]ων[τ]αι
  • θ [ωσι τραπεζαι σιτου και κρειων με]
  • θυ δ [εκ ] οιν[οχο]
  • ος φορεη [σι κ]αι εκχε[ιηι δεπαεσσιν
  • τουτο μοι καλλιστ[ον ειδ]
  • εται ειναι ρηθεν[των δε του]
  • των των επων[
  • φασιν θαυμασθην[ αι τουσ στι]
  • χοὑ θπο των ελλην[ων ωστε χρυ]
  • σους αυτους προσα[γορευθηναι
  • προ των δειπνων και[
  • δων προκατευχοντ[αι παντες ]
  • αχθεσθεις δε ο ησιοδος ε
  • πι την αποριαν της [ερωτησεως]
  • ωρμησεν και λεγει τ[ους στιχους]
  • τουσδε μουσα γε μοι [τα τ εοντα]
  • τα τ εσσομενα προ τ εοντα
  • των μεν μηθεν αειδ[ε συ δ αλλης]
  • μνησαι αοιδης ο δ ομ[ηρος βουλο]
  • μενος λυσαι την απο[ριαν της ε]
  • ρωτησεως αποφε[ τους]
  • στιχους τουσδε [ αμφι]
  • διος τθμβον καν[αχηποδες ιπ]
  • ποι αρμα[τα ερι]
  • ζοντες [περι νικης
  • ομηρου [
  • Β

    Ὅμηρον καὶ Ἡσίοδον τοὺς θειοτάτους ποιητὰς πάντες ἄνθρωποι πολίτας ἰδίους εὔχονται λέγεσθαι. ἀλλʼ Ἡσίοδος μὲν τὴν ἰδίαν ὀνομάσας πατρίδα πάντας τῆς φιλονεικίας ἀπήλλαξεν εἰπὼν ὡς ὁ πατὴρ αὐτοῦ

  • εἴσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ
  • Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ.
  • [*](3 Themistius or. xxx. infra c. πᾶσι τοῖς κριταῖς κρατεῖ. Cοdices L S P (=pap. Dublin.) Trtvlvs : περὶ ὁμήρου καὶ ἡσιόδου καὶ τοῦ γένους καὶ ἀγῶνος αὐτῶν L 2 λέγεσθαι] γενέσθαι Barnes)
    226

    Ὅμηρον δὲ πᾶσαι ὡς εἰπεῖν αἱ πόλεις καὶ οἱ ἔποικοι αὐτῶν παρʼ ἑαυτοῖς γεγενῆσθαι λέγουσιν. καὶ πρῶτοί γε Σμυρναῖοι Μέλητος ὄντα τοῦ παρʼ αὐτοῖς ποταμοῦ καὶ Κρηθηίδος νύμφης κεκλῆσθαί φασι πρότερον Mελησιγένη, ὕστερον μέντοι τυφλωθέντα Ὅμηρον μετονομασθῆναι διὰ τὴν παρʼ αὐτοῖς ἐπὶ τῶν τοιούτων συνήθη προσηγορίαν. Χῖοι δὲ πάλιν τεκμήρια φέρουσιν ἴδιον εἶναι πολίτην λέγοντες καὶ περισῴζεσθαί τινας ἐκ τοῦ γένους αὐτοῦ παρʼ αὑτοῖς Ὁμηρίδας καλουμένους. Κολοφώνιοι δὲ καὶ τόπον δεικνύουσιν, ἐν ᾧ φασιν αὐτὸν γράμματα διδάσκοντα τῆς ποιήσεως ἄρξασθαι καὶ ποιῆσαι πρῶτον τὸν Μαργίτην.

    περὶ δὲ τῶν γονέων αὐτοῦ πάλιν πολλὴ διαφωνία παρὰ πᾶσίν ἐστιν. Ἑλλάνικος μὲν γὰρ καὶ Κλεάνθης Μαίονα λέγουσιν, Εὐγαίων δὲ Μέλητα, Καλλικλῆς δὲ Δμασαγόραν, Δημόκριτος δὲ ὁ Τροιζήνιος Δαήμονα ἔμπορον, ἔνιοι δὲ Θαμύραν, Αἰγύπτιοι δὲ Μενέμαχον ἱερογραμματέα, εἰσὶ δὲ οἳ Τηλέμαχον τὸν Ὀδυσσέως· μητέρα δὲ οἱ μὲν Μῆτιν, οἱ δὲ Κρηθηίδα, οἱ δὲ Θεμίστην, οἱ δὲ Ὑρνηθώ, ἔνιοι δὲ Ἰθακησίαν τινὰ ὑπὸ Φοινίκων ἀπεμποληθεῖσαν, οἱ δὲ Καλλιόπην τὴν Μοῦσαν, τινὲς δὲ Πολυκάστην τὴν Νέστορος. ἐκαλεῖτο δὲ Μέλης, ὡς δέ τινές φασι Μελησιγένης, ὡς δὲ ἔνιοι Ἄλτης. ὀνομασθῆναι δὲ αὐτόν φασί τινες Ὅμηρον διὰ τὸ [*](7 ἄποικοι Ηermann 8 γε] τὲ L, corr. Steph. 10 κρηϊθίδος L S, corr. Νietzsche μελησιγενῆ L S, cf. 28 17 μαργήτην S, corr. marg. 19 Κλεάνθης] de Νeanthe cogitat Arnim (Stoic. fragg. 1905. 133) 20 Μαίονα] ///αίονα L: βίονα (ss. ω) S, corr. Sturz Hellanic. fr. 171 Εὐγαίων] εὐ///αίων L: εὐμαίων S, corr. Meineke Anal. Alex. 61 : Callicles Fabricio ignotus Salaminium Homerum habuit vit. vi. 17 21 μασαγόραν L S: μασσασώραν Tzetz. prooem. 62, corr. Barnes cl. vit. vii. 2, 10: Mνασαγόραν Rοhde Rb Mus. 36. 417 Δημόκριτος] leg. Δημοκρίνης, cf. vit. vi. 28 κατὰ δὲ Δημοκρίνην Ἀλήμονος, schol. A B 744 : Δαήμονα et Tzetzes 62 22 θάμυριν Tzetzes 64 23 μνεμάχην | αἰγύπτιον τυγχάνοντα ἱςρογραμματέα Tzetzes 60, 61 /////ρογραμματέα L S, marg. προγραμ- ματέα S, corr. Nauck 25 θεμίτην L S εὐγνηθώ L S, corr. Westermann, cf. vit. iv. 2 28 μελησιγενὴς L S 29 Ἄλτης] αὐλητὴν L S, corr. Welcker cl. Athenocr. ap. schol. T X 51)

    227
    τὸν πατέρα αὐτοῦ ὅμηρον δοθῆναι ὑπὸ Κυπρίων Πέρσαις, οἱ δὲ διὰ τὴν πήρωσιν τῶν ὀμμάτων· παρὰ γὰρ τοῖς Aἰολεῦσιν οὕτως οἱ πηροὶ καλοῦνται. ὅπερ δὲ ἀκηκόαμεν ἐπὶ τοῦ θειοτάτου αὐτοκράτορος Ἀδριανοῦ εἰρημένον ὑπὸ τῆς Πυθίας περὶ Ὁμήρου, ἐκθησόμεθα. τοῦ γὰρ βασιλέως πυθομένου πόθεν Ὅμηρος καὶ τίνος, ἀπεφοίβασε διʼ ἑξαμέτρου τόνδε τὸν τρόπον·
  • ἄγνωστόν μʼ ἔρεαι γενεὴν καὶ πατρίδα γαῖαν
  • ἀμβροσίου σειρῆνος. ἕδος δʼ Ἰθακήσιός ἐστιν,
  • Τηλέμαχος δὲ πατὴρ καὶ Νεστορέη Ἐπικάστη
  • μήτηρ, ἥ μιν ἔτικτε βροτῶν πολὺ πάνσοφον ἄνδρα.
  • οἷς μάλιστα δεῖ πιστεύειν διά τε τὸν πυθόμενον καὶ τὸν ἀποκρινάμενον, ἄλλως τε οὕτως τοῦ ποιητοῦ μεγαλοφυῶς τὸν προπάτορα διὰ τῶν ἐπῶν δεδοξακότος.

    ἔνιοι μὲν οὖν αὐτὸν προγενέστερον Ἡσιόδου φασὶν εἶναι, τινὲς δὲ νεώτερον καὶ συγγενῆ. γενεαλογοῦσι δὲ οὕτως· Ἀπόλλωνός φασι καὶ Θοώσης τῆς Ποσειδῶνος γενέσθαι Λίνον, Λίνου δὲ Πίερον, Πιέρου δὲ καὶ νύμφης Μεθώνης Οἴαγρον, Οἰάγρου δὲ καὶ Καλλιόπης Ὀρφέα, Ὀρφέως δὲ Ὄρτην, τοῦ δὲ Ἁρμονίδην, τοῦ δὲ Φιλοτέρπην, τοῦ δὲ Εὔφημον, τοῦ δὲ Ἐπιφράδην, τοῦ δὲ Μελάνωπον, τούτου δὲ Δῖον καὶ Ἀπέλλαιον, Δίου δὲ καὶ Πυκιμήδης τῆς Ἀπόλλωνος θυγατρὸς Ἡσίοδον καὶ Πέρσην· Πέρσου δὲ Μαίονα, Μαίονος δὲ θυγατρὸς καὶ Μέλητος τοῦ ποταμοῦ Ὅμηρον.

    τινὲς δὲ συνακμάσαι φασὶν αὐτοὺς ὥστε καὶ ἀγωνίσασθαι ὁμόσε ἐν Αὐλίδι τῆς Βοιωτίας, ποιήσαντα γὰρ τὸν Μαργίτην Ὅμηρον περιέρχεσθαι κατὰ πόλιν ῥαψῳδοῦντα, ἐλθόντα δὲ καὶ εἰς Δελφοὺς περὶ τῆς πατρίδος αὐτοῦ πυνθάνεσθαι τίς εἴη, τὴν δὲ Πυθίαν εἰπεῖν· [*](33 ἀδιανοῦ L S, corr. S marg. 39 Πολυκάστη γ 464, cf. 27 45 δὲ alterum] τε codd. corr. West. 46 Θοώσης] Aἰθούσης Charax in vit. Suidea 49 Ὄρτην] Δρῆν Charax Ἁρμονίδην] Ἰδμονίδης Char. vit. Proc. 100. 4 51 Ἀπελλῆς Charax 53 καὶ θυγατρὸς Νietzsche 55 ἐν Χαλκίδι τῆς Εὐβοίας Νietzsche 56 πόλιν (ss. εις) S: πόλεις S marg.)

    228
  • ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα
  • δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.
  • τὸν δὲ ἀκούσαντα περιίστασθαι μὲν τὴν εἰς Ἴον ἄφιξιν, διατρίβειν δὲ περὶ τὴν ἐκεῖ χώραν. κατὰ δὲ τὸν αὐτὸν χρόνον Γανύκτωρ ἐπιτάφιον τοῦ πατρὸς Ἀμφιδάμαντος βασιλέως Εὐβοίας ἐπιτελῶν πάντας τοὺς ἐπισήμους ἄνδρας οὐ μόνον ῥώμῃ καὶ τάχει, ἀλλὰ καὶ σοφίᾳ ἐπὶ τὸν ἀγῶνα μεγάλαις δωρεαῖς τιμῶν συνεκάλεσεν. καὶ οὗτοι οὖν ἐκ τύχης, ὥς φασι, συμβαλόντες ἀλλήλοις ἦλθον εἰς τὴν Χαλκίδα. τοῦ δὲ ἀγῶνος ἄλλοι τέ τινες τῶν ἐπισήμων Χαλκιδέων ἐκαθέζοντο κριταὶ καὶ μετʼ αὐτῶν Πανήδης, ἀδελφὸς ὢν τοῦ τετελευτηκότος. ἀμφοτέρων δὲ τῶν ποιητῶν θαυμαστῶς ἀγωνισαμένων νικῆσαί φασι τὸν Ἡσίοδον τὸν τρόπον τοῦτον· προελθόντα γὰρ εἰς τὸ μέσον πυνθάνεσθαι τοῦ Ὁμήρου καθʼ ἓν ἕκαστον, τὸν δὲ Ὅμηρον ἀποκρίνασθαι. φησὶν οὖν Ἡσίοδος·
  • υἱὲ Μέλητος Ὅμηρε θεῶν ἄπο μήδεα εἰδὼς
  • εἴπʼ ἄγε μοι πάμπρωτα τί φέρτατόν ἐστι βροτοῖσιν;
  • Ὅμηρος·
  • ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον,
  • φύντα δʼ ὅμως ὤκιστα πύλας Ἀίδαο περῆσαι.
  • Ἡσίοδος τὸ δεύτερον·
  • εἴπʼ ἄγε μοι καὶ τοῦτο θεοῖς ἐπιείκελʼ Ὅμηρε,
  • τί θνητοῖς κάλλιστον ὀίεαι ἐν φρεσὶν εἶναι;
  • ὁ δέ.
  • ὁππότ’ ἂν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα,
  • δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
  • [*](59, 60 = Anth. Pal. xiv. 65, vit. Plut. 48 ubi v. 60 παίδων] ἀνδρῶν Plut. 67 τὴν om. S 69 πανοίδης L : γανοίδης S: πανίδης Philostr. Her. xvii. 2, corr. Rzach, cf. P4 72 ΠΑΡΕΛΘΟΝ[τ 5 78, 79 cit. Stobaeus cxx. 3 ut ἐκ τοῦ Ἀλκιδάμαντος μουσείου (χαλκιδά- μαντος μουσίου cod.), cf. Theog. 425 πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον, μηδ’ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου· φύντα δʼ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι 79 ὅμως] ὅπως Stob. Theognis, cf. Simon. Amorg. i. 5 82 θνητοῖσιν ἄοιστον LS: θν]Η ΤΟΙΣ ΚΑΛ[ P rest. Rzach 84-89 =6-11)
    229
  • ἥμενοι ἐξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
  • σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
  • οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσιν.
  • τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
  • ῥηθέντων δὲ τούτων τῶν ἐπῶν, οὕτω σφοδρῶς φασι θαυμασθῆναι τοὺς στίχους ὑπὸ τῶν Ἑλλήνων ὥστε χρυσοῦς αὐτοὺς προσαγορευθῆναι, καὶ ἔτι καὶ νῦν ἐν ταῖς κοιναῖς θυσίαις πρὸ τῶν δείπνων καὶ σπονδῶν προκατεύχεσθαι πάντας. ὁ δὲ Ἡσίοδος ἀχθεσθεὶς ἐπὶ τῇ Ὁμήρου εὐημερίᾳ ἐπὶ τὴν τῶν ἀπόρων ὥρμησεν ἐπερώτησιν καί φησι τούσδε τοὺς στίχους·
  • Μοῦσ’ ἄγε μοι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα
  • τῶν μὲν μηδὲν ἄειδε, σὺ δʼ ἄλλης μνῆσαι ἀοιδῆς.
  • δὲ Ὅμηρος βουλόμενος ἀκολούθως τὸ ἄπορον λῦσαι φησίν·
  • οὐδέ ποτʼ ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι
  • ἅρματα συντρίψουσιν ἐρίζοντες περὶ νίκης.
  • καλῶς δὲ καὶ ἐν τούτοις ἀπαντήσαντος ἐπὶ τὰς ἀμφιβόλους γνώμας ὥρμησεν ὁ Ἡτσίοδος, καὶ πλείονας στίχους λέγων ἠξίου καθʼ ἕνα ἕκαστον συμφώνως ἀποκρίνασθαι τὸν Ὅμηρον. ἔστιν οὖν ὁ μὲν πρῶτος Ἡσιόδου, ὁ δὲ ἑξῆς Ὁμήρου, ἐνίοτε δὲ καὶ διὰ δύο στίχων τὴν ἐπερώτησιν ποιουμένου τοῦ Ἡσιόδου·
  • δεῖπνον ἔπειθʼ εἵλοντο βοῶν κρέα καὐχένας ἵππων
  • ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμοιο κορέσθην.
  • [*](89 τί om. P 91 τοὺς στίχους] τὰ ἔπη L S : . . . . . XOY (ss. C) P rest. Rzach 92 post αὐτοὺς add. στίχους S marg. 95 ἀπήρων L S, corr. S marg. 97-101 cf. Plut. l. c. f. 218 97 MOYC?? ΓΕ P, cf. 76, 81 Stesich. 44. 1 ἄγε Μοῦσα λίγειʼ ἄρξον ἀοιδᾶς, Alcman i. 1 μῶσʼ ἄγε μῶσα λίγεια, xcv. 1, Sappho xlv. 1 : μοῦσʼ ἅγε perperam Νietzche 98 ΜΗΘΕΝ P 100 ΤΥΜΒΟΝ P κανα- χήποδες ἵπποι om. L S : expleverat Barnes coll. Plut. 1. c. f. 218, con- firmat P45 101 ἐρίζοντες] ἐπειγόμενοι Plut. 107, 108 cf. Ar. Pac. 1282 ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα καὐχένας ἵππων ἔκλυον ἱδρώοντας ἐπεὶ πολέμου ἐκόρεσθεν 108 πτολέμου L S: πολέμοιο ed. Steph.)
    230
  • καὶ Φρύγες, οἳ πάντων ἀνδρῶν ἐπὶ νηυσὶν ἄριστοι
  • ἀνδράσι ληιστῆρσιν ἐπʼ ἀκτῆς δόρπον ἑλέσθαι.
  • Ἡρακλέης ἀπέλυσεν ἀπʼ ὤμων καμπύλα τόξα
  • χερσὶ βαλὼν ἰοῖσιν ὅλων κατὰ φῦλα γιγάντων.
  • οὗτος ἀνὴρ ἀνδρός τʼ ἀγαθοῦ καὶ ἀνάλκιδός ἐστι
  • μητρός, ἐπεὶ πόλεμος χαλεπὸς πάσῃσι γυναιξίν.
  • οὔτʼ ἂρ σοί γε πατὴρ ἐμίγη καὶ πότνια μήτηρ·
  • σῶμα τό γʼ ἐσπείραντο διὰ χρυσέην Ἀφροδίτην.
  • αὐτὰρ ἐπεὶ δμήθη γάμῳ Ἄρτεμις ἰοχέαιρα
  • Καλλιστὼ κατέπεφνεν ἀπʼ ἀργυρέοιο βιοῖο.
  • ὣς οἳ μὲν δαίνυντο πανήμεροι, οὐδὲν ἔχοντες
  • οἴκοθεν, ἀλλὰ παρεῖχεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
  • δεῖπνον δειπνήσαντες ἐνὶ σποδῷ αἰθαλοέσσῃ
  • σύλλεγον ὀστέα λευκὰ Διὸς κατατεθνηῶτος
  • παιδὸς ὑπερθύμου Σαρπηδόνος ἀντιθέοιο.
  • ἡμεῖς δʼ ἂμ πεδίον Σιμοέντιον ἥμενοι αὔτως
  • ἴομεν ἐκ νηῶν ὁδὸν ἀμφʼ ὤμοισιν ἔχοντες
  • φάσγανα κωπήεντα καὶ αἰγανέας δολιχαύλους.
  • δὴ τότʼ ἀριστῆες κοῦροι χείρεσσι θαλάσσης
  • ἄσμενοι ἐσσυμένως τε ἀπείρυσαν ὠκύαλον ναῦν.
  • Κολχίδʼ ἔπειθ’ ἵκοντο καὶ Αἰήτην βασιλῆα
  • φεῦγον, ἐπεὶ γίγνωσκον ἀνέστιον ἠδʼ ἀθέμιστον.
  • αὐτὰρ ἐπεὶ σπεῖσάν τε καὶ ἔκπιον οἶδμα θαλάσσης
  • ποντοπορεῖν ἤμελλον ἐυσσέλμων ἐπὶ νηῶν.
  • τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο πᾶσιν ὀλέσθαι
  • μηδέ ποτʼ ἐν πόντῳ, καὶ φωνήσας ἔπος ηὔδα·
  • ἐσθίετʼ ὦ ξεῖνοι, καὶ πίνετε· μηδέ τις ὑμῶν
  • [*](111 post 112 leg. Νietzsche 112 ἰοὺς Νietzsche ὄλλων L: οὔλων Rzach : ὠμῶν Νietzsche cf. Soph. Aj. 1105 116 τό γε σπείραντε Boissonade χρυσῆν codd. 118 ἀργυρίοιο codd. 122 Διὸς] βοὸς Steph. 124 οὕτως codd. em. Barnes)
    231
  • οἴκαδε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
  • πημανθείς, ἀλλʼ αὖτις ἀπήμονες οἴκαδʼ ἵκοισθε.
  • πρὸς πάντα δὲ τοῦ Ὁμήρου καλῶς ἀπαντήσαντος πάλιν φησὶν ὁ Ἡσίοδος·
  • τοῦτό τι δή μοι μοῦνον ἐειρομένῳ κατάλεξον,
  • πόσσοι ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον ἦλθον Ἀχαιοί;
  • ὁ δὲ διὰ λογιστικοῦ προβλήματος ἀποκρίνεται οὕτως·
  • πεντήκοντʼ ἦσαν πυρὸς ἐσχάραι, ἐν δὲ ἑκάστῃ
  • πεντήκοντʼ ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα·
  • τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί.
  • τοῦτο δὲ εὑρίσκεται πλῆθος ἄπιστον· τῶν γὰρ ἐσχαρῶν οὐσῶν πεντήκοντα ὀβελίσκοι γίνονται πεντακόσιοι καὶ χιλιάδες β΄, κρεῶν δὲ δεκαδύο μυριάδες, ε . . . κατὰ πάντα δὴ τοῦ Ὁμήρου ὑπερτεροῦντος φθονῶν ὁ Ἡσίοδος ἄρχεται πάλιν·
  • υἱὲ Μέλητος Ὅμηρ’ εἴ περ τιμῶσί σε Μοῦσαι,
  • ὡς λόγος, ὑψίστοιο Διὸς μεγάλοιο θύγατρες,
  • λέξον μέτρον ἐναρμόζων ὅ τι δὴ θνητοῖσι
  • κάλλιστόν τε καὶ ἔχθιστον· ποθέω γὰρ ἀκοῦσαι.
  • ὁ δέ φησι·
  • Ἡσίοδʼ ἔκγονε Δίου ἑκόντα με ταῦτα κελεύεις
  • εἰπεῖν· αὐτὰρ ἐγὼ μάλα τοι πρόφρων ἀγορεύσω.
  • κάλλιστον μὲν τῶν ἀγαθῶν ἔσται μέτρον εἶναι
  • αὐτὸν ἑαυτῷ, τῶν δὲ κακῶν ἔχθιστον ἀπάντων.
  • ἄλλο δὲ πᾶν ὅ τι σῷ θυμῷ φίλον ἐστὶν ἐρώτα.
  • πῶς ἂν ἄριστʼ οἰκοῖντο πόλεις καὶ ἐν ἤθεσι ποίοις;
  • [*](137 αὗθις codd. 148 ita West. εϋν L: ευν S quum carnes sint 125000, milites autem 112500000 videtur scripsisse auctor κρεῶν δὲ δεκαδύο μυριάδες καὶ χιλιάδες ε΄· Ἀχαιῶν δὲ ἐνδεκακισχιλίαι καὶ διακοσίαι καὶ ν΄ μυριάδες Boissonade 153 ἐναρμόζον codd. corr. Boissonade 154 τε om. codd. ib. θεω L S, marg. ἴσως ποθέω 159 post h. v. versus εὔνουν εἶναι ἑαυτῶ ἀεὶ χρόνον ἐς τὸν ἅπαντα [165] posuit ed. Steph. om. L : *hic ponendus versus εὔνουν marg. S)
    232
  • εἰ μὴ κερδαίνειν ἀπὸ τῶν αἰσχρῶν ἐθέλοιεν,
  • οἱ δʼ ἀγαθοὶ τιμῷντο, δίκη δʼ ἀδίκοισιν ἐπείη.
  • εὔχεσθαι δὲ θεοῖς ὅ τι πάντων ἐστὶν ἄμεινον;
  • εὔνουν εἶναι ἑαυτῷ χρόνον ἐς τὸν ἅπαντα.
  • ἐν δʼ ἐλαχίστῳ ἄριστον ἔχεις ὅ τι φύεται εἰπεῖν;
  • ὡς μὲν ἐμῇ γνώμῃ φρένες ἐσθλαὶ σώμασιν ἀνδρῶν.
  • ἡ δὲ δικαιοσύνη τε καὶ ἀνδρείη δύναται τί;
  • κοινὰς ὠφελίας ἰδίοις μόχθοισι πορίζειν.
  • τῆς σοφίης δὲ τί τέκμαρ ἐπʼ ἀνθρώποισι πέφυκεν;
  • γιγνώσκειν τὰ παρόντʼ ὀρθῶς, καιρῷ δʼ ἅμʼ ἕπεσθαι.
  • πιστεῦσαι δὲ βροτοῖς ποῖον χρέος ἄξιόν ἐστιν;
  • οἷς αὐτὸς κίνδυνος ἐπὶ πραχθεῖσιν ἕπηται.
  • ἡ δʼ εὐδαιμονίη τί ποτʼ ἀνθρώποισι καλεῖται;
  • λυπηθέντʼ ἐλάχιστα θανεῖν ἡσθέντα τε πλεῖστα.
  • ῥηθέντων δὲ καὶ τούτων, οἱ μὲν Ἕλληνες πάντες τὸν Ὅμηρον ἐκέλευον στεφανοῦν, ὁ δὲ βασιλεὺς Πανήδης ἐκέλευσεν ἕκαστον τὸ κάλλιστον ἐκ τῶν ἰδίων ποιημάτων εἰπεῖν. Ἡσίοδος οὖν ἔφη πρῶτος·
  • Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
  • ἄρχεσθʼ ἀμήτου, ἀρότοιό τε δυσομενάων·
  • αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα
  • κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ
  • φαίνονται, τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
  • οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης
  • ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα
  • πόντου κυμαίνοντος ἀπόπροθι πίονα χῶρον
  • [*](163 τιμοῖντο codd.: em. Rzach 165 εὔνουν εἶναι ἑαυτῶ χρόνον ἐς τὸν ἅπαντα L : ἑαυτῶ ἀεὶ χρόνον S, marg. δεῖ, atque εὔνουν versus ille re- fertur ad asteriscum 166 ἔχειν σʼ codd. corr. Hutchinson 173 ἔπι S marg.: ἔτι L S 175 τε om. codd. 177 πανοίδης codd., cf. 69 180 sqq. = Hes. O.D. 383 sqq., cf. Philostr. Heroic. xviii. 2, Themist. or. xxx. 348 181 ἀμητοῖο S v. ad O.D. 384 Rz. 183 αὗθις codd. 186 δʼ ἄγγεα codd.)
    233
  • ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,
  • γυμνόν τʼ ἀμάειν, ὅτʼ ἂν ὥρια πάντα πέλωνται.
  • μεθʼ ὃν Ὅμηρος·
  • ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
  • καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
  • οὔτε κʼ Ἀθηναίη λαοσσόος. οἱ γὰρ ἄριστοι
  • κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον
  • φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·
  • ἀσπὶς δʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ,
  • ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
  • νευόντων· ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν.
  • ἔφριξεν δὲ μάχη φθεισίμβροτος ἐγχείῃσι
  • μακραῖς, ἃς εἶχον ταμεσίχροας. ὄσσε δʼ ἄμερδεν
  • αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
  • θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
  • ἐρχομένων ἄμυδις. μάλα κεν θρασυκάρδιος εἴη
  • ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
  • θαυμάσαντες δὲ καὶ ἐν τούτῳ τὸν Ὅμηρον οἱ Ἕλληνες ἐπήνουν, ὡς παρὰ τὸ προσῆκον γεγονότων τῶν ἐπῶν, καὶ ἐκέλευον διδόναι τὴν νίκην. ὁ δὲ βασιλεὺς τὸν Ἡσίοδον ἐστεφάνωσεν εἰπὼν δίκαιον εἶναι τὸν ἐπὶ γεωργίαν καὶ εἰρήνην προκαλούμενον νικᾶν, οὐ τὸν πολέμους καὶ σφαγὰς διεξιόντα. τῆς μὲν οὖν νίκης οὕτω φασὶ τυχεῖν τὸν Ἡσίοδον καὶ λαβόντα τρίποδα χαλκοῦν ἀναθεῖναι ταῖς Μούσαις ἐπιγράψαντα·
  • Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκεν
  • ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.
  • τοῦ δὲ ἀγῶνος διαλυθέντος διέπλευσεν ὁ Ἡσίοδος εἰς Δελφοὺς χρησόμενος καὶ τῆς νίκης ἀπαρχὰς τῷ θεῷ ἀναθήσων. [*](189 γυμνούς θʼ codd. 191 sqq. Ν 126 sqq., 339 sqq. 196 ἀσπὶς ἄρʼ Homerus 206 ἐπείνουν L 213, 214 = Anth. Pal. vii. 53, Dio Prus. ii. 11, Proc. 101. 10, 11, cf. Paus. ix. 31. 3 213 ἀνέθηκα Αnth.)
    234
    προσερχομένου δὲ αὐτοῦ τῷ ναῷ ἔνθεον γενομένην τὴν προφῆτίν φασιν εἰπεῖν·
  • ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον ἀμφιπολεύει,
  • Ἡσίοδος Μούσῃσι τετιμένος ἀθανάτῃσιν·
  • τοῦ δʼ ἦ τοι κλέος ἔσται ὅσην τʼ ἐπικίδναται ἠώς.
  • ἀλλὰ Διὸς πεφύλαξο Νεμείου κάλλιμον ἄλσος·
  • κεῖθι δέ τοι θανάτοιο τέλος πεπρωμένον ἐστίν.
  • ὁ δὲ Ἡσίοδος ἀκούσας τοῦ χρησμοῦ, τῆς Πελοποννήσου μὲν ἀνεχώρει νομίσας τὴν ἐκεῖ Νεμέαν τὸν θεὸν λέγειν, εἰς δὲ Οἰνόην τῆς Λοκρίδος ἐλθὼν καταλύει παρʼ Ἀμφι- φάνει καὶ Γανύκτορι, τοῖς Φηγέως παισίν, ἀγνοήσας τὸ μαντεῖον. ὁ γὰρ τόπος οὗτος ἅπας ἐκαλεῖτο Διὸς Νεμείου ἱερόν. διατριβῆς δὲ αὐτῷ πλείονος γενομένης ἐν τοῖς Οἰνοεῦσιν ὑπονοήσαντες οἱ νεανίσκοι τὴν ἀδελφὴν αὐτῶν μοιχεύειν τὸν Ἡσίοδον, ἀποκτείναντες εἰς τὸ μεταξὺ τῆς Εὐβοίας καὶ τῆς Λοκρίδος πέλαγος κατεπόντισαν. τοῦ δὲ νεκροῦ τριταίου πρὸς τὴν γῆν ὑπὸ δελφίνων προσενεχθέντος ἑορτῆς τινος ἐπιχωρίου παρʼ αὐτοῖς οὔσης Ἀριαδνείας πάντες ἐπὶ τὸν αἰγιαλὸν ἔδραμον καὶ τὸ σῶμα γνωρίσαντες ἐκεῖνο μὲν πενθήσαντες ἔθαψαν, τοὺς δὲ φονεῖς ἀνεζήτουν. οἱ δὲ φοβηθέντες τὴν τῶν πολιτῶν ὀργὴν κατασπάσαντες ἁλιευτικὸν σκάφος διέπλευσαν εἰς Κρήτην. οὓς κατὰ μέσον τὸν πλοῦν ὁ Ζεὺς κεραυνώσας κατεπόντωσεν, ὥς φησιν Ἀλκιδάμας ἐν Μουσείῳ. Ἐρατοσθένης δέ φησιν ἐν †ἐνηπόδω† Κτίμενον καὶ Ἄντιφον τοὺς Γανύκτορος ἐπὶ τῇ προειρημένῃ αἰτίᾳ ἀνελόντας σφαγιασθῆναι θεοῖς τοῖς [*](219-223 vit. Hes. 96-100 Rz. 220 μούσαις τετιμημένος vit. Hes. 221 ὅσην L Aristarchus ad H 451 222 προφυλάξω (ss. πε) S κάλ- λιστον S: κάλλιμον ex στον L : μ, πάγσκιον S marg. 223 καὶ (᾿κεῖ γάρ τοι vit. Hes. 226 ἐν οἰώνῃ P2 vit. Hes. 230 οἰνῶσιν L : corr. Friedel 232 εὐβοίας L S vit. Hes.: Ἀχαίας Westermann : Βοιωτίας Νietzsche 241 ἐν ἐνηπόδω L S : ἐν Ἡσιόδῳ Göttling : ἐν Ἀνδραπόδῳ Barnes: ἐν Ἡριγόνῳ Holsten : ἐν Οἰνόης πόλει K. Müller : ἐν ἐνάτῃ Ὀλυμπιάδι Bernhardy, cf. Hiller Eratosthen. carm. rel. 1872. p. 82 sq., Friedel l. c. p. 237 242 ἀνελόντας L: ἀνελθόντας S ed. Steph.: ἐναλόντας Friedel θεοῖο L : θ (ss. θεοι) μοῖς S : θεσμοῖς ed. Steph.)
    235
    ξενίοις ὑπʼ Εὐρυκλέους τοῦ μάντεως. τὴν μέντοι παρθένον τὴν ἀδελφὴν τῶν προειρημένων μετὰ τὴν φθορὰν ἑαυτὴν ἀναρτῆσαι, φθαρῆναι δὲ ὑπό τινος ξένου συνόδου τοῦ Ἡσίοδου Δημώδους ὄνομα· ὃν καὶ αὐτὸν ἀναιρεθῆναι ὑπὸ τῶν αὐτῶν φησιν. ὕστερον δὲ Ὀρχομένιοι κατὰ χρησμὸν μετενέγκαντες αὐτὸν παρʼ αὑτοῖς ἔθαψαν καὶ ἐπέγραψαν ἐπὶ τῷ τάφῳ·
  • Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος
  • ὀστέα πληξίππων γῆ Μινυὰς κατέχει
  • Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν
  • ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.
  • καὶ περὶ μὲν Ἡσιόδου τοσαῦτα· ὁ δὲ Ὅμηρος ἀποτυχὼν τῆς νίκης περιερχόμενος ἔλεγε τὰ ποιήματα, πρῶτον μὲν τὴν Θηβαίδα ἔπη ,ζ ἧς ἡ ἀρχή·
  • Ἄργος ἄειδε θεὰ πολυδίψιον ἔνθεν ἄνακτες·
  • εἶτα Ἐπιγόνους ἔπη ,ζ ὧν ἡ ἀρχή·
  • νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα Μοῦσαι.
  • φασὶ γάρ τινες καὶ ταῦτα Ὁμήρου εἷναι. ἀκούσαντες δὲ τῶν ἐπῶν οἱ Μίδου τοῦ βασιλέως παῖδες Ξάνθος καὶ Γόργος παρακαλοῦσιν αὐτὸν ἐπίγραμμα ποιῆσαι ἐπὶ τοῦ τάφου τοῦ πατρὸς αὐτῶν, ἐφʼ οὗ ἦν παρθένος χαλκῆ τὸν Μίδου θάνατον οἰκτιζομένη. καὶ ποιεῖ οὕτως·
  • χαλκῆ παρθένος εἰμί, Μίδον δʼ ἐπὶ σήματος ἧμαι.
  • ἔς τʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ
  • καὶ ποταμοὶ πλήθωσι, περικλύζῃ δὲ θάλασσα,
  • ἠέλιος δʼ ἀνιὼν φαίνῃ λαμπρά τε σελήνη,
  • [*](246 δημώδους L τρωίλου ὄνομα Νietzsche 250-253 = Anth. Pal. vii. 54 (Μνασάλκου) Paus. ix. 38. 4 (ib. 9 τούτου δὲ τοῦ Χερκίου καὶ ἐπίγραμμα οἱ Ὀρχομένιοι τὸ ἐπὶ τῷ Ἡσιόδου τάφῳ μνημονεύουσιν) vit. Hes. 112-115 Rz. 251 hab. Aristotelis Peplos 19. 2 πληξίππων L S Paus. Pepl. Anth.: πληξίππου vit. Hes. μινυῶν Paus. Anth. 252 ἐν Ἑλλάδι κῦδος ὀρεῖται Paus. 253 βασά- νοις vit. Hes. 256 ξ codd., ut et 258, em. Herman 258 Ἐπιγόνους] ἐπειγομένου codd. em. Barnes 265-270 inf. = vit, Herod. 135-140 ubi v. auctores)
    236
  • αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ
  • σημανέω παριοῦσι Μίδης ὅτι τῇδε τέθαπται.
  • λαβὼν δὲ παρʼ αὐτῶν φιάλην ἀργυρᾶν ἀνατίθησιν ἐν Δελφοῖς τῷ Ἀπόλλωνι, ἐπιγράψας
  • Φοῖβε ἄναξ δῶρόν τοι Ὅμηρος καλὸν ἔδωκα
  • σῇσιν ἐπιφροσύναις· σὺ δέ μοι κλέος αἰὲν ὀπάζοις.
  • μετὰ δὲ ταῦτα ποιεῖ τὴν Ὀδύσσειαν ἔπη μ,β΄, πεποιηκὼς ἤδη τὴν Ἰλιάδα ἐπῶν μ,εφ΄. παραγενόμενον δὲ ἐκεῖθεν εἰς Ἀθήνας αὐτὸν ξενισθῆναί φασι παρὰ Μέδοντι τῷ βασιλεῖ τῶν Ἀθηναίων. ἐν δὲ τῷ βουλευτηρίῳ ψύχους ὄντος καὶ πυρὸς καιομένου σχεδιάσαι λέγεται τούσδε τοὺς στίχους·
  • ἀνδρὸς μὲν στέφανοι παῖδες, πύργοι δὲ πόληος,
  • ἵπποι δʼ αὖ πεδίου κόσμος, νῆες δὲ θαλάσσης,
  • λαὸς δʼ εἰν ἀγορῇσι καθήμενος εἰσοράασθαι.
  • αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι
  • ἤματι χειμερίῳ ὁπότʼ ἂν νείφῃσι Κρονίων.
  • ἐκεῖθεν δὲ παραγενόμενος εἰς Κόρινθον ἐρραψῴδει τὰ ποιήματα. τιμηθεὶς δὲ μεγάλως παραγίνεται εἰς Ἄργος καὶ λέγει ἐκ τῆς Ἰλιάδος τὰ ἔπη τάδε·
  • οἳ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
  • Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
  • Τροιζῆνʼ Ἠιόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον
  • νῆσόν τʼ Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
  • τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
  • Τυδεΐδης οὗ πατρὸς ἔχων μένος Οἰνεΐδαο,
  • [*](273, 274 = Tzetzes prol. in Lycophr. f. 3. vv. 21-23 Scheer 273 ἑλὼν ὀ Ὅμηρος ἔδωκα Tzetzes 274 ἧσιν ἐπʼ εὐφροσύναις Tzetzes 275 μ β φ L, β ex ι ut vid. correcta : em. Νietzsche 276 με L : μ ἴσως μυριάδας S marg.: μ,εφ΄ Νietzsche παραγενόμενος codd. em. Westermann 281-5 = vit. Herod. 425-429 ubi v. auctores, Suid. 113 sqq. 289 sqq. =B 559-568 290 ἑρμιόνην τ codd. ἀσί??ην L idem V1 et E. M. B 560 292 αἴγινάν τε L S οἳ τʼ ἔχον αἴγιναν marg. S ut B 562: lectionem Certaminis habent Hes. fr. 96. 7, Strabo 375 (γράφουσί τινες) 294 hic versus non est apud homerum in vulg. edit. S marg.)
    237
  • καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
  • τοῖσι δʼ ἅμʼ Εὐρύπυλος τρίτατος κίεν ἰσόθεος φώς,
  • Μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος.
  • ἐκ πάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης.
  • τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο·
  • ἐν δʼ ἄνδρες πολέμοιο δαήμονες ἐστιχόωντο
  • Ἀργέιοι λινοθώρηκες, κέντρα πτολέμοιο.
  • τῶν δὲ Ἀργείων οἱ προεστηκότες ὑπερβολῇ χαρέντες ἐπὶ τῷ ἐγκωμιάζεσθαι τὸ γένος αὐτῶν ὑπὸ τοῦ ἐνδοξοτάτου τῶν ποιητῶν, αὐτὸν μὲν πολυτελέσι δωρεαῖς ἐτίμησαν, εἰκόνα δὲ χαλκῆν ἀναστήσαντες ἐψηφίσαντο θυσίαν ἐπιτελεῖν Ὁμήρῳ καθʼ ἡμέραν καὶ κατὰ μῆνα καὶ κατʼ ἐνιαυτὸν 〈καὶ〉 ἄλλην θυσίαν πενταετηρίδα εἰς Χίον ἀποστέλλειν. ἐπιγράφουσι δὲ ἐπὶ τῆς εἰκόνος αὐτοῦ
  • θεῖος Ὅμηρος ὅδʼ ἐστὶν ὃς Ἑλλάδα τὴν μεγάλαυχον
  • πᾶσαν ἐκόσμησεν καλλιεπεῖ σοφίῃ,
  • ἔξοχα δʼ Ἀργεΐους, οἳ τὴν θεοτείχεα Τροίην
  • ἤρειψαν ποινὴν ἠυκόμου Ἑλένης.
  • οὗ χάριν ἔστησεν δῆμος μεγαλόπτολις αὐτὸν
  • ἐνθάδε καὶ τιμαῖς ἀμφέπει ἀθανάτων.
  • ἐνδιατρίψας δὲ τῇ πόλει χρόνον τινὰ διέπλευσεν εἰς Δῆλον εἰς τὴν πανήγυριν. καὶ σταθεὶς ἐπὶ τὸν κεράτινον βωμὸν λέγει ὕμνον εἰς Ἀπόλλωνα οὗ ἡ ἀρχή
  • μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο.
  • ῥηθέντος δὲ τοῦ ὕμνου οἱ μὲν Ἴωνες πολίτην αὐτὸν κοινὸν ἐποιήσαντο, Δήλιοι δὲ γράψαντες τὰ ἔπη εἰς λεύκωμα ἀνέθηκαν ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ. τῆς δὲ πανηγύρεως λυθείσης ὁ ποιητὴς εἰς Ἴον ἔπλευσε πρὸς Κρεώφυλον κἀκεῖ [*](296 Εὐρύαλος B 565 praeter V 27 297 Μηκιστέος B 566 (μηκιστεω 38) 298 συμπάντων B 567 300, 301 om. Homerus :versus fortasse Hesiodei 307 καὶ add. Westermann 309 μεγαλαύχην codd. em. Barnes 310 καλλιεπίηι σοφίηι τε codd., corr. S marg. 312 ποινῆς . . . . L em. Barnes 313 μεγαλόπολις L, corr. S ss. 316 κερα- τίνον L 322 κρεόφυλον L)
    238
    χρόνον διέτριβε πρεσβύτης ὢν ἤδη. ἐπὶ δὲ τῆς θαλάσσης καθήμενος παίδων τινῶν ἀφʼ ἁλείας ἐρχομένων ὥς φασι πυθόμενος
  • ἄνδρες ἀπʼ Ἀρκαδίης θηρήτορες ἦ ῥʼ ἔχομέν τι;
  • εἰπόντων δὲ ἐκείνων
  • ὅσσʼ ἕλομεν λιπόμεσθα, ὅσʼ οὐχ ἕλομεν φερόμεσθα,
  • οὐ νοήσας τὸ λεχθὲν ἤρετο αὐτοὺς ὅ τι λέγοιεν. οἱ δέ φασιν ἐν ἁλείᾳ μὲν ἀγρεῦσαι μηδέν, ἐφθειρίσθαι δέ, καὶ τῶν φθειρῶν οὓς ἔλαβον καταλιπεῖν, οὓς δὲ οὐκ ἔλαβον ἐν τοῖς ἱματίοις φέρειν. ἀναμνησθεὶς δὲ τοῦ μαντείου ὅτι τὸ τέλος αὐτοῦ ἥκοι τοῦ βίου, ποιεῖ τὸ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα. ἀναχωρῶν δὲ ἐκεῖθεν, ὄντος πηλοῦ ὀλισθὼν καὶ πεσὼν ἐπὶ τὴν πλευράν, τριταῖος ὥς φασι τελευτᾷ· καὶ ἐτάφη ἐν Ἴῳ. ἔστι δὲ τὸ ἐπίγραμμα τόδε·
  • ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει,
  • ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον.