Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ὁρᾷς οὖν, ὡς ἂν παρέλθῃς τὴν πύλην ταύτην, ἀνωτέρω ἄλλον περίβολον καὶ γυναῖκας ἔξω τοῦ περιβόλου ἑστηκυίας κεκοσμημένας ὥσπερ ἑταῖραι εἰώθασι;

Καὶ μάλα.

Αὗται τοίνυν ἡ μὲν Ἀκρασία καλεῖται, ἡ δὲ Ἀσωτία, ἡ δὲ Ἀπληστία, ἡ δὲ Κολακεία.

Τί οὖν ὧδε ἑστήκασιν αὗται;

Παρατηροῦσιν, ἔφη, τοὺς εἰληφότας τι παρὰ τῆς Τύχης.

Εἶτα τί;

Ἀναπηδῶσι καὶ συμπλέκονται αὐτοῖς καὶ κολακεύουσι καὶ ἀξιοῦσι παρʼ αὑταῖς μένειν λέγουσαι ὅτι βίον ἕξουσιν ἡδύν τε καὶ ἄπονον καὶ κακοπάθειαν ἔχοντα οὐδεμίαν.

ἐὰν οὖν τις πεισθῇ ὑπʼ αὐτῶν εἰσελθεῖν εἰς τὴν Ἡδυπάθειαν, μέχρι μέν τινος ἡδεῖα δοκεῖ

εἶναι ἡ διατριβή, ἕως ἂν γαργαλίζῃ τὸν ἄνθρωπον, εἶτʼ οὐκέτι. ὅταν γὰρ ἀνανήψῃ, αἰσθάνεται ὅτι οὐκ ἤσθιεν, ἀλλʼ ὑπʼ αὐτῆς κατησθίετο καὶ ὑβρίζετο.

διὸ καὶ ὅταν ἀναλώσῃ πάντα ὅσα ἔλαβε παρὰ τῆς Τύχης, ἀναγκάζεται ταύταις ταῖς γυναιξὶ δουλεύειν καὶ πάνθʼ ὑπομένειν καὶ ἀσχημονεῖν καὶ ποιεῖν ἕνεκεν τούτων πάντα ὅσα ἐστὶ βλαβερά, οἷον ἀποστερεῖν, ἱεροσυλεῖν, ἐπιορκεῖν, προδιδόναι, ληΐζεσθαι καὶ πάνθʼ ὅσα τούτοις παραπλήσια. ὅταν οὖν πάντα αὐτοῖς ἐπιλίπῃ, παραδίδονται τῇ Τιμωρίᾳ.