Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ὦ Ἡράκλεις, ὡς εἰς μεγάλην τινὰ ἐπιθυμίαν ἐμβέβληκας ἡμᾶς, εἰ ταῦθʼ οὕτως ἔχει.

Ἀλλʼ ἔστιν, ἔφη, οὕτως ἔχοντα.

Οὐκ ἂν φθάνοις τοίνυν διηγούμενος ὡς ἡμῶν

προσεξόντων οὐ παρέργως, ἐπείπερ καὶ τὸ ἐπιτίμιον τοιοῦτόν ἐστιν.

Ἀναλαβὼν οὖν ῥάβδον τινὰ καὶ ἐκτείνας πρὸς τὴν γραφήν, Ὁρᾶτε, ἔφη, τὸν περίβολον τοῦτον;

Ὁρῶμεν.

Τοῦτο πρῶτον δεῖ εἰδέναι ὑμᾶς, ὅτι καλεῖται οὗτος ὁ τόπος Βίος. καὶ ὁ ὄχλος ὁ πολὺς ὁ παρὰ τὴν πύλην ἐφεστὼς οἱ μέλλοντες εἰσπορεύεσθαι εἰς τὸν Βίον οὗτοί εἰσιν.

ὁ δὲ γέρων ὁ ἄνω ἑστηκὼς ἔχων χάρτην τινὰ ἐν τῇ χειρὶ καὶ τῇ ἑτέρᾳ ὥσπερ δεικνύων τι, οὗτος Δαίμων καλεῖται προστάττει δὲ τοῖς εἰσπορευομένοις, τί δεῖ αὐτοὺς ποιεῖν, ὡς ἂν εἰσέλθωσιν εἰς τὸν Βίον· δεικνύει δὲ ποίαν ὁδὸν αὐτοὺς δεῖ βαδίζειν, εἰ μέλλουσι σώζεσθαι ἐν τῷ Βίῳ.