Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Μὴ οὖν ἀπιθάνως λέγε. ἀδύνατον τὸ αὐτὸ πρᾶγμα κακὸν καὶ ἀγαθὸν εἶναι. τοῦτο μὲν γὰρ καὶ ὠφέλιμον καὶ βλαβερὸν ἂν εἴη καὶ αἱρετὸν καὶ φευκτὸν τὸ αὐτὸ πρᾶγμα ἀεί.

Ἀπίθανον μέν. ἀλλὰ πῶς οὐχὶ τὸ κακῶς ζῆν, ᾧ ἂν ὑπάρχῃ, κακόν τι αὐτῷ ὑπάρχει; οὐκοῦν εἰ κακόν τι ὑπάρχει αὐτῷ, κακὸν αὐτὸ τὸ ζῆν ἐστιν.

Ἀλλ’ οὐ ταὐτό, ἔφη, ὑπάρχει τὸ ζῆν καὶ τὸ κακῶς ζῆν. ἢ οὔ σοι φαίνεται;

Ἀμέλει οὐδʼ ἐμοὶ δοκεῖ ταὐτὸ εἶναι.

Τὸ κακῶς τοίνυν ζῆν κακόν ἐστι, τὸ δὲ ζῆν οὐ κακόν. ἐπεὶ εἰ ἦν κακόν, τοῖς ζῶσι καλῶς κακὸν ἂν ὑπῆρχεν, ἐπεὶ τὸ ζῆν αὐτοῖς ὑπῆρχεν, ὅπερ ἐστὶ κακόν.

Ἀληθῆ μοι δοκεῖς λέγειν.