Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ποιήσομεν. τοῦτο δὲ ἐξήγησαι, πῶς οὐκ ἔστιν ἀγαθά, ὅσα λαμβάνουσιν οἱ ἄνθρωποι παρὰ τῆς Τύχης, οἷον τὸ ζῆν, τὸ ὑγιαίνειν, τὸ πλουτεῖν, τὸ

εὐδοκιμεῖν, τὸ τέκνα ἔχειν, τὸ νικᾶν καὶ ὅσα τούτοις παραπλήσια;

ἢ πάλιν τὰ ἐναντία πῶς οὐκ ἔστι κακά; πάνυ γὰρ παράδοξον ἡμῖν καὶ ἄπιστον δοκεῖ τὸ λεγόμενο.

Ἄγε τοίνυν, ἔφη, πειρῶ ἀποκρίνασθαι τὸ φαινόμενον περὶ ὧν ἄν σε ἐρωτῶ.

Ἀλλὰ ποιήσω τοῦτο, ἔφην ἐγώ.

Πότερον οὖν, ἐὰν κακῶς τις ζῇ, ἀγαθὸν ἐκείνῳ τὸ ζῆν;

Οὔ μοι δοκεῖ, ἀλλὰ κακόν, ἔφην ἐγώ.

Πῶς οὖν ἀγαθόν ἐστι τὸ ζῆν, ἔφη, εἴπερ τούτῳ ἐστὶ κακόν;

Ὅτι τοῖς μὲν κακῶς ζῶσι κακόν μοι δοκεῖ εἶναι, τοῖς δὲ καλῶς ἀγαθόν. Καὶ κακὸν ἄρα λέγεις τὸ ζῆν καὶ ἀγαθὸν εἶναι; Ἔγωγε.