Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Πότερον οὖν οὐδὲ προέχουσιν οὗτοι οἱ μαθηματικοὶ πρὸς τὸ βελτίους γενέσθαι τῶν ἄλλων ἀνθρώπων;

Πῶς γὰρ μέλλουσι προέχειν, ἐπειδὰν φαίνωνται ἠπατημένοι περὶ ἀγαθῶν καὶ κακῶν ὥσπερ καὶ οἱ ἄλλοι καὶ ἔτι κατεχόμενοι ὑπὸ πάσης κακίας;

οὐδὲν γὰρ κωλύει εἰδέναι μὲν γράμματα καὶ κατέχειν τὰ μαθήματα πάντα, ὁμοίως δὲ μέθυσον καὶ ἀκρατῆ εἶναι καὶ φιλάργυρον καὶ ἄδικον καὶ προδότην καὶ τὸ πέρας ἄφρονα.

Ἀμέλει πολλοὺς τοιούτους ἔστιν ἰδεῖν. Πῶς οὖν οὗτοι προέχουσιν, ἔφη, εἰς τὸ βελτίους ἄνδρας γενέσθαι ἕνεκα τούτων τῶν μαθημάτων;

Οὐδαμῶς φαίνεται ἐκ τούτου τοῦ λόγου. ἀλλὰ τί ἐστιν, ἔφην ἐγώ, τὸ αἴτιον, ὅτι ἐν τῷ δευτέρῳ περιβόλῳ διατρίβουσιν ὥσπερ ἐγγίζοντες πρὸς τὴν ἀληθινὴν Παιδείαν;

Καὶ τί τοῦτο ὠφελεῖ αὐτούς, ἔφη, ὅτε πολλάκις ἔστιν ἰδεῖν παραγινομένους ἐκ τοῦ πρώτου περιβόλου ἀπὸ τῆς Ἀκρασίας καὶ τῆς ἄλλης Κακίας εἰς τὸν τρίτον περίβολον πρὸς τὴν Παιδείαν τὴν ἀληθινήν, οἳ τούτους τοὺς μαθηματικοὺς παραλλάττουσιν; ὥστε πῶς ἔτι προέχουσιν ἄρα, εἰ ἀκινητότεροι ἢ δυσμαθέστεροί εἰσι;