Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ποίαν ταύτην; ἔφην ἐγώ.

Ἣν λήψονται παρὰ τῆς Παιδείας, ἢν διασωθῶσιν ἐκεῖ.

Αὕτη οὖν τίς ἐστιν;

Ἡ ἀληθὴς ἐπιστήμη τῶν συμφερόντων, ἔφη, καὶ ἀσφαλὴς δόσις καὶ βεβαία καὶ ἀμεταμέλητος.

φεύγειν οὖν κελεύει συντόμως πρὸς ταύτην, καὶ ὅταν ἔλθωσι πρὸς τὰς γυναῖκας ἐκείνας, ἃς καὶ πρότερον εἶπον ὅτι Ἀκρασία καὶ Ἡδυπάθεια καλοῦνται, καὶ ἐντεῦθεν κελεύει συντόμως ἀπαλλάττεσθαι καὶ μὴ πιστεύειν μηδὲ ταύταις μηδέν, ἕως ἂν πρὸς τὴν Ψευδοπαιδείαν ἀφίκωνται.

κελεύει οὖν αὐτοῦ χρόνον τινὰ ἐνδιατρῖψαι καί λαβεῖν ὅ τι ἂν βούλωνται παρʼ αὐτῆς ὥσπερ ἐφόδιον, εἶτα ἐντεῦθεν ἀπιέναι πρὸς τὴν ἀληθινὴν Παιδείαν συντόμως.

ταῦτά ἐστιν ἃ προστάττει τὸ Δαιμόνιον. ὅστις τοίνυν παρ’ αὐτά τι ποιεῖ ἢ παρακούει, ἀπόλλυται κακὸς κακῶς.