Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ταύτῃ κελεύει, ἔφη, μὴ πιστεύειν καὶ βέβαιον μηδὲν νομίζειν μηδὲ ἀσφαλὲς εἶναι, ὅ τι ἂν παρ

αὐτῆς τις λάβῃ μηδὲ ὡς ἴδια ἡγεῖσθαι.

οὐδὲν γὰρ κωλύει πάλιν ταῦτα ἀφελέσθαι καὶ ἑτέρῳ δοῦναι. πολλάκις γὰρ εἴωθε τοῦτο ποιεῖν. καὶ διὰ ταύτην οὖν τὴν αἰτίαν κελεύει πρὸς τὰς παρ’ αὐτῆς δόσεις ἴσους γίνεσθαι καὶ μήτε χαίρειν ὅταν διδῷ μήτε ἀθυμεῖν ὅταν ἀφέληται καὶ μήτε ψέγειν αὐτὴν μήτε ἐπαινεῖν.

οὐδὲν γὰρ ποιεῖ μετὰ λογισμοῦ, ἀλλ’ εἰκῆ καὶ ὡς ἔτυχε πάντα, ὥσπερ πρότερον ὑμῖν ἔλεξα. διὰ τοῦτο οὖν τὸ Δαιμόνιον κελεύει μὴ θαυμάζειν, ὅ τι ἂν πράττῃ αὕτη, μηδὲ γίνεσθαι ὁμοίους τοῖς κακοῖς τραπεζίταις.