Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Δόξαι, ἔφη, καὶ ἀγαγοῦσαι πρὸς τὴν Παιδείαν τοὺς εἰσελθόντας πρὸς τὰς Ἀρετὰς ἀνακάμπτουσιν, ὅπως

ἑτέρους ἀγάγωσι, καὶ ἀναγγέλλουσιν, ὅτι εὐδαίμονες ἤδη γεγόνασιν οὓς τότε ἀπήγαγον.

Πότερον οὖν, ἔφην ἐγώ, αὗται εἴσω πρὸς τὰς Ἀρετὰς οὐκ εἰσπορεύονται;

Ἔφη οὔ. Οὐ γὰρ θέμις Δόξαν εἰσπορεύεσθαι πρὸς τὴν Ἐπιστήμην, ἀλλὰ τῇ Παιδείᾳ παραδιδόασιν αὐτούς.

εἶτα ὅταν ἡ Παιδεία παραλάβῃ, ἀνακάμπτουσιν αὗται πάλιν ἄλλους ἄξουσαι, ὥσπερ αἱ νῆες τὰ φορτία ἐξελόμεναι πάλιν ἀνακάμπτουσι καὶ ἄλλων τινῶν γεμίζονται.

Ταῦτα μὲν δὴ καλῶς μοι δοκεῖς, ἔφην, ἐξηγεῖσθαι. ἀλλ’ ἐκεῖνο οὐδέπω ἡμῖν δεδήλωκας, τί προστάττει τὸ Δαιμόνιον τοῖς εἰσπορευομένοις εἰς τὸν Βίον ποιεῖν.

Θαρρεῖν, ἔφη. διὸ καὶ ὑμεῖς θαρρεῖτε· πάντα γὰρ ἐξηγήσομαι καὶ οὐδὲν παραλείψω.

Καλῶς λέγεις, ἔφην ἐγώ.

Ἐκτείνας οὖν τὴν χεῖρα πάλιν, Ὁρᾶτε, ἔφη, τὴν γυναῖκα ἐκείνην, ἣ δοκεῖ τυφλή τις εἶναι καὶ ἐπὶ λίθου στρογγύλου ἑστάναι, ἣν καὶ ἄρτι ὑμῖν εἶπον ὅτι Τύχη καλεῖται;

Ὁρῶμεν.