Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Καλῶς ἐμοὶ δοκεῖς λέγειν. ἀλλ’ ἔτι τοῦτό μοι εἰπέ. τίνες εἰσὶν οὗτοι οἱ δοκοῦντες ἐκεῖθεν ἀπὸ τοῦ βουνοῦ παραγίνεσθαι;

καὶ οἱ μὲν αὐτῶν ἐστεφανωμένοι ἔμφασιν ποιοῦσιν εὐφροσύνης τινός, οἱ δὲ ἀστεφάνωτοι λύπης καὶ ταραχῆς καὶ τὰς κνήμας καὶ τὰς κεφαλὰς δοκοῦσι τετρῖφθαι, κατέχονται δὲ ὑπὸ γυναικῶν τινων.

Οἱ μὲν ἐστεφανωμένοι οἱ σεσωσμένοι εἰσὶ πρὸς τὴν Παιδείαν καὶ εὐφραίνονται τετυχηκότες αὐτῆς.

οἱ δὲ ἀστεφάνωτοι οἱ μὲν ἀπεγνωσμένοι ὑπὸ τῆς Παιδείας ἀνακάμπτουσι κακῶς καὶ ἀθλίως διακείμενοι· οἱ δὲ ἀποδεδειλιακότες καὶ οὐκ ἀναβεβηκότες πρὸς τὴν Καρτερίαν πάλιν ἀνακάμπτουσι καὶ πλανῶνται ἀνοδίᾳ.

Αἱ δὲ γυναῖκες αἱ μετ’ αὐτῶν ἀκολουθοῦσαι τίνες εἰσὶν αὗται;

Λῦπαι, ἔφη, καὶ Ὀδύναι καὶ Ἀθυμίαι καὶ Ἀδοξίαι καὶ Ἄγνοιαι.