Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ὅταν οὖν παραλάβωσιν αὐτὸν αὗται, ποῦ ἄγουσι;

Πρὸς τὴν μητέρα, ἔφη.

Αὕτη δὲ τίς ἐστιν;

Εὐδαιμονία, ἔφη.

Ποία δʼ ἐστὶν αὕτη;

Ὁρᾶς τὴν ὁδὸν ἐκείνην τὴν φέρουσαν ἐπὶ τὸ ὑψηλὸν ἐκεῖνο, ὅ ἐστιν ἀκρόπολις τῶν περιβόλων πάντων;

Ὁρῶ.

Οὐκοῦν ἐπὶ τοῦ προπυλαίου γυνὴ καθεστηκυῖα εὐειδής τις κάθηται ἐπὶ θρόνου ὑψηλοῦ κεκοσμημένη ἐλευθέρως καὶ ἀπεριέργως καὶ ἐστεφανωμένη στεφάνῳ εὐανθεῖ πάνυ καλῷ;

Ἐμφαίνει οὕτως.

Αὕτη τοίνυν ἐστὶν ἡ Εὐδαιμονία, ἔφη.