Cebetis tabula
Cebes
Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.
Οὐκοῦν παρὰ τὴν πύλην ὁρᾷς, ἔφη, ὅτι γυνή τις ἐστὶ καλὴ καὶ καθεστηκυῖα τὸ πρόσωπον, μέσῃ δὲ καὶ κεκριμένῃ ἤδη τῇ ἡλικίᾳ, στολὴν δʼ ἔχουσα ἁπλῆν τε καὶ ἀκαλλώπιστον; ἕστηκε δὲ οὐκ ἐπὶ στρογγύλου λίθου, ἀλλʼ ἐπὶ τετραγώνου ἀσφαλῶς κειμένου.
καὶ μετὰ ταύτης ἄλλαι δύο εἰσὶ θυγατέρες τινὲς δοκοῦσαι εἶναι.
Ἐμφαίνει οὕτως ἔχειν.Τούτων τοίνυν ἡ μὲν ἐν τῷ μέσῳ Παιδεία ἐστίν, ἡ δὲ Ἀλήθεια, ἡ δὲ Πειθώ.
Τί δὲ ἕστηκεν ἐπὶ λίθου τετραγώνου αὕτη;
Σημεῖον, ἔφη, ὅτι ἀσφαλής τε καὶ βεβαία ἡ πρὸς αὐτὴν ὁδός ἐστι τοῖς ἀφικνουμένοις καὶ τῶν διδομένων ἀσφαλὴς ἡ δόσις τοῖς λαμβάνουσι.
Καὶ τίνα ἐστίν, ἃ δίδωσιν αὕτη;
Θάρσος καὶ ἀφοβία, ἔφη ἐκεῖνος.
Ταῦτα δὲ τίνα ἐστίν;
Ἐπιστήμη, ἔφη, τοῦ μηδὲν ἄν ποτε δεινὸν παθεῖν ἐν τῷ βίῳ.