Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

εἶτα ὅταν καθαρθῶσι καὶ ἐκβάλωσι τὰ κακὰ πάνθʼ ὅσα ἔχουσι καὶ τὰς δόξας καὶ τὴν ἄγνοιαν καὶ τὴν λοιπὴν κακίαν πᾶσαν, τότε ἂν οὕτω σωθήσονται. ὧδε δὲ μένοντες παρὰ τῇ Ψευδοπαιδείᾳ οὐδέποτε ἀπολυθήσονται οὐδὲ ἐλλείψει αὐτοὺς κακὸν οὐδὲν ἕνεκα τούτων τῶν μαθημάτων

Ποία οὖν αὕτη ἡ ὁδός ἐστιν ἡ φέρουσα ἐπὶ τὴν ἀληθινὴν Παιδείαν; ἔφην.

Ὁρᾷς ἄνω, ἔφη, τόπον τινὰ ἐκεῖνον, ὅπου οὐδεὶς ἐπικατοικεῖ, ἀλλʼ ἔρημος δοκεῖ εἶναι;

Ὁρῶ.

Οὐκοῦν καὶ θύραν τινὰ μικρὰν καὶ ὁδόν τινα πρὸ τῆς θύρας, ἥτις οὐ πολὺ ὀχλεῖται, ἀλλʼ ὀλίγοι πάνυ πορεύονται ὥσπερ διʼ ἀνοδίας τινὸς καὶ τραχείας καὶ πετρώδους εἶναι δοκούσης;

Καὶ μάλα, ἔφην.

Οὐκοῦν καὶ βουνός τις ὑψηλὸς δοκεῖ εἶναι καὶ

ἀνάβασις στενὴ πάνυ καὶ κρημνοὺς ἔχουσα ἔνθεν καὶ ἔνθεν βαθεῖς.

‘Ορῶ.

Αὕτη τοίνυν ἐστὶν ἡ ὁδὸς, ἔφη, ἡ ἄγουσα πρὸς τὴν ἀληθινὴν Παιδείαν.

Καὶ μάλα γε χαλεπὴ προσιδεῖν.

Οὐκοῦν καὶ ἄνω ἐπὶ τοῦ βουνοῦ ὁρᾷς πέτραν τινὰ μεγάλην καὶ ὑψηλὴν καὶ κύκλῳ ἀπόκρημνον;

Ὁρῶ, ἔφην.