Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • ποινὴν σὺ τίσεις μυῶν στρατῷ οὐδʼ
  • καί ῥα κραιπνότατος μοίρας μυσὶν ἄγγελος ἦλθεν
  • [*](83 ἀμφοτέροις j kl L1 L7 : πᾶσιν ὁμῶς cet. (ἁπλῶς O2) 84 οὐχὶ l L1 L7 O2 85 ἀπολλυμέναι hj: ἀπολλῦναι l L1 L7 V3 κατὰ λίμνην hj l L1 L7 86 ἀλεύατο] ἔκφυγε lA8 L1 L2 L7 L8 P5 S2 V5 87 ἐς jl L1L7S2 88 χέρας h L5 V6: χεῖρας δʼ jk lL1 L7 L8 V5 ἀπολλυμένους jk l H1 L1 L7 O2 R2 V5 91 πλεῖον lL1L7O2: πλεῖ- στον cet. εἷλκον j A1 O2 Pal. : ἔσχον h A2 P1 P4 P9: φέρον l-: ἤγαγον A8 L1 L7: ἦσαν vulg. (ἦεν L2 Λ8 P8 R1 S2) αὐτὸν a h k A1 R1V5: αὐτῶν A2 J 92 ὕδασι j k l Bm5 L1 L7 O2 V5 : ὕδατι cet. μύθους ... τοίους lL1 L7 O2 93 δολίως] γε θεοὺς jkl A10 B1L1 L7 P4 V5 94 ναυη- γὸν] ἐς λίμνην με li- L2 L8 S2 V3V5 ὥστʼ cf A3A4A5 B1 H2 L9 Li P6 S1 Vi1 95 ἄν] γάρ k P1 R1 V5 μοι h- V3 96 ἀλλʼ ἀπατήσας k l A10 L7 O2 V5 Vi1 97a, 98 ut Byzantini sint ita inde satis pro- babiliter eruit versum Bernhardy ποινήν θην τίσεις σὺ μυῶν στρατῷ οὐδʼ ὑπαλύξεις 97a om. j lL7 τʼ om. h H1 J P U4V5 V6 ἀποτίσει J P1 98 ποινὴν σὺ τίσεις j l L7 O2 P1 : τοῖς τίσουσί σε (με, γε, τε) cet. (τοῖς δὴ τίσουσι A7Bm L5 L6 P10 S1 U3 V4) στρατῶ j k lA10L7Li M2 N P3 P7P8 U2V8: στρατὸν A2 J : στρατὸς cet. 99 ὣς] ταῦτʼ jlL7O2 ἐν j l L7 O2 : ἐφʼ cet. ὕδασι jlL7 Ο2: ὕδατι cet. 100 a hab. codd. praeter hjlL2 L8O2 P5 P8 S2 V5)
    173
  • δεινὸν δʼ ἐξολόλυξε, δραμὼν δʼ ἤγγειλε μύεσσιν.
  • ὡς δʼ ἔμαθον τὴν μοῖραν ἔδυ χόλος αἰνὸς ἅπαντας.
  • καὶ τότε κηρύκεσσιν ἑοῖς ἐκέλευσαν ὑπʼ ὄρθρον
  • κηρύσσειν ἀγορήνδʼ ἐς δώματα Τρωξάρταο,
  • πατρὸς δυστήνου Ψιχάρπαγος, ὃς κατὰ λίμνην
  • ὕπτιος ἐξήπλωτο νεκρὸν δέμας, οὐδὲ παρʼ ὄχθαις
  • ἦν ἤδη τλήμων, μέσσῳ δʼ ἐπενήχετο πόντῳ.
  • ὡς δʼ ἦλθον σπεύδοντες ἅμʼ ἠοῖ, πρῶτος ἀνέστη
  • Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·
  • Ὦ φίλοι εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα
  • ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.
  • εἰμὶ δʼ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα.
  • καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα
  • ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.
  • τὸν δʼ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν
  • καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες,
  • ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,
  • τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.