Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • οἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν.
  • δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν.
  • κεῖνος δʼ ὡς ἀφέθη, πέσεν ὕπτιος εὐθὺς ἐφʼ ὕδωρ,
  • καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε.
  • πολλάκι μὲν κατέδυνεν ὑφʼ ὕδατι, πολλάκι δʼ οὖτε
  • λακτίζων ἀνέδυνε· μόρον δʼ οὐκ ἦν ὑπαλύξαι.
  • δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπʼ αὐτῷ·
  • ὕδασι δʼ ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·
  • Οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,
  • ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.
  • οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα κάκιστε
  • παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλὰ πλανήσας