Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • σκιρτῆσαι κατὰ γαῖαν, ἐν ὕδασι σῶμα καλύψαι,
  • στοιχείοις διττοῖς μεμερισμένα δώματα ναίειν.
  • εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι εὐχερές ἐστι·
  • βαῖνέ μοι ἐν νώτοισι, κράτει δέ με μήποτʼ ὀλίσθῃς,
  • οὐδέποτε πτολέμοιο κακὴν ἀπέφυγον ἀϋτήν,
  • ἀλλʼ εὐθὺς μετὰ μῶλον ἰὼν προμάχοισιν ἐμίχθην.
  • ἄνθρωπον οὐ δέδια καί περ μέγα σῶμα φοροῦντα,
  • ἀλλʼ ἐπὶ λέκτρον ἰὼν ἄκρον δάκτυλον δάκνω,
  • καὶ πτέρνης λαβόμην, καὶ οὐ πόνος ἵκανεν ἄνδρα,
  • νήδυμος οὐκ ἀπέφυγεν ὕπνος δάκνοντος ἐμεῖο.
  • ἀλλὰ δύω μάλα πάντα τὰ δείδια πᾶσαν ἐπʼ αἶαν,
  • κίρκον καὶ γαλέην, οἵ μοι μέγα πένθος ἄγουσιν,